Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ὁ δὲ Πολύιδος οὐχ ἱκανὸν εἶναι ἐνόμισε κρατῆσαι τῶν συμβαλόντων λῃστῶν, ἀλλʼ ἔγνω δεῖν ἀνερευνῆσαί τε καὶ ἐκκαθῆραι τὴν Αἴγυπτον, εἴ που ἢ τὸν Ἱππόθοον ἢ τῶν σὺν αὐτῷ τινα ἀνεύροι.
Παραλαβὼν
οὖν μέρος τι τοῦ στρατιωτικοῦ καὶ τοὺς εἰλημμένους τῶν λῃστῶν, ἵν’, εἴ τις φαίνοιτο, οἱ μηνύσειαν, ἀνέπλει τὸν Νεῖλον καὶ τὰς πόλεις διηρεύνα καὶ ἐνενόει μέχρι Αἰθιοπίας ἐλθεῖν.