Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ὦ πάντα ἔλεγεν ἐγὼ δυστυχής· ἐπὶ τὸ
τέρμα ἥκω τοῦ βίου καὶ εἰς ἀνάμνησιν τῶν ἐμαυτοῦ συμφορῶν· ἰδοὺ ταύτην μὲν τὴν πανοπλίαν ἐγὼ μετ’ Ἀνθείας ἀνέθηκα καὶ μετʼ ἐκείνης ἀποπλεύσας Ῥόδου ἥκω νῦν ἐκείνην οὐκ ἄγων· εἰ δὲ αὕτη ἡ στήλη τῶν συντρόφων τῶν ἡμετέρων ὑπὲρ ἀμφοτέρων τὸ ἀνάθημα, τίς οὖν γένωμαι μόνος; ποῦ δὲ τοὺς φιλτάτους ἀνεύρω;Ταῦτα ἐθρήνει λέγων· καὶ ἐν τούτῳ ἐφίστανται ὁ Λεύκων καὶ ἡ Ῥόδη συνήθως εὐχόμενοι τῷ θεῷ καὶ θεωροῦσι τὸν Ἁβροκόμην τῇ στήλῃ παρακαθεζόμενον καὶ εἰς τὴν πανοπλίαν ἀποβλέποντα καὶ γνωρίζουσι μὲν οὐχί, θαυμάζουσι δὲ ὅστις ὢν ἀλλοτρίοις ἀναθήμασι παραμένοι.
Καὶ δὴ ὁ Λεύκων ἔφη ὦ μειράκιον, τί βουλόμενος ἀναθήμασιν οὐδέν σοι προσήκουσι παρακαθεζόμενος ὀδύρῃ καὶ θρηνεῖς; τί δὲ σοὶ τούτων μέλει; τί δὲ τῶν ἐνταῦθα ἀναγεγραμμένων κοινωνεῖ σοί; Ἀποκρίνεται πρὸς αὐτὸν Ἁβροκόμης ἐμὰ φησὶν ἐμὰ τὰ ἀναθήματα Λεύκωνος καὶ Ῥόδης, οὓς ἰδεῖν εὔχομαι μετὰ Ἀνθειαν Ἁβροκόμης ὁ δυστυχής.