Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
ἀλλὰ καρτέρησον, Ἁβροκόμη, καὶ γενόμενος ἐν Ἐφέσῳ τοσοῦτον ἐπιβίωσον χρόνον· τάφον ἔγειρον Ἀνθείᾳ καὶ θρήνησον αὐτὴν καὶ χοὰς ἐπένεγκον καὶ σαυτὸν ἤδη παρʼ αὐτὴν ἄγε. Ταῦτα ἔλεγε καὶ περιῄει τὴν πόλιν ἀλύων, ἀπορίᾳ μὲν τῶν κατὰ τὴν Ἄνθειαν, ἀπορίᾳ δὲ τῶν ἐπιτηδείων.
Ὁ δὲ Λεύκων ἐν τούτῳ καὶ ἡ Ῥόδη διατρίβοντες ἐν Ῥόδῳ ἀνάθημα ἀνατεθείκεσαν ἐν τῷ τοῦ Ἡλίου ἱερῷ παρὰ τὴν χρυσῆν πανοπλίαν, ἣν Ἄνθεια καὶ Ἁβροκόμης ἀνατεθείκεσαν· ἀνέθεσαν στήλην γράμμασι χρυσοῖς γεγραμμένην ὑπὲρ Ἁβροκόμου καὶ Ἀνθείας, ἀνεγέγραπτο δὲ καὶ τῶν ἀναθέντων τὰ ὀνόματα,
ὅ τε Λεύκων καὶ ἡ Ῥόδη. Ταύτῃ τῇ στήλῃ ὁ Ἁβροκόμης ἐπιτυγχάνει, ἐληλύθει δὲ προσεύξασθαι τῷ θεῷ. Ἀναγνοὺς οὖν καὶ γνωρίσας τοὺς ἀναθέντας καὶ τὴν τῶν οἰκετῶν εὔνοιαν, πλησίον δὲ καὶ τὴν πανοπλίαν ἰδών, μέγα ἀνωδύρετο παρακαθεσθεὶς τῇ στήλῃ.