Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Καὶ τέθνηκεν ἐνταῦθα οὐ πρὸ πολλοῦ Θελξινόη καὶ τὸ σῶμα οὐ τέθαπται, ἀλλʼ ἔχω γὰρ μετ’ ἐμαυτοῦ καὶ ἀεὶ φιλῶ καὶ σύνειμι.
Καὶ ἅμα λέγων εἰσάγει τὸν Ἁβροκόμην εἰς τὸ ἐνδότερον δωμάτιον καὶ δεικνύει τὴν Θελξινόην, γυναῖκα πρεσβῦτιν μὲν ἤδη, καλὴν δὲ γενομένην ἔτι Αἰγιαλεῖ κόρην· τὸ δὲ σῶμα αὐτῆς ἐτέθαπτο ταφῇ Αἰγυπτίᾳ· ἦν γὰρ καὶ τούτων ἔμπειρος ὁ γέρων.
Ταύτῃ οὖν ἔφη, ὦ τέκνον Ἁβροκόμη, ἀεί τε ὡς ζώσῃ λαλῶ καὶ συγκατάκειμαι καὶ συνευωχοῦμαι· κἂν ἔλθω ποτὲ ἐκ τῆς ἁλιείας κεκμηκώς, αὕτη με παραμυθεῖται βλεπομένη· οὐ γὰρ οἵα νῦν ὁρᾶται σοὶ τοιαύτη φαίνεται ἐμοί· ἀλλʼ ἐννοῶ, τέκνον, οἵα μὲν ἦν ἐν Λακεδαίμονι, οἵα δὲ ἐν τῇ φυγῇ· τὰς παννυχίδας ἐννοῶ, τὰς συνθήκας ἐννοῶ.
Ἔτι λέγοντος τοῦ Αἰγιαλέως ἀνωδύρετο ὁ Ἁβροκόμης σὲ δὲ λέγων, ὦ πασῶν δυστυχεστάτη κόρη, πότε ἀνευρήσω κἂν νεκράν; Αἰγιαλεῖ μὲν γὰρ τοῦ βίου μεγάλη παραμυθία τὸ σῶμα τὸ Θελξινόης, καὶ νῦν ἀληθῶς μεμάθηκα ὅτι ἔρως ἀληθινὸς ὅρον ἡλικίας οὐκ ἔχει·