Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Νέος δὲ ὢν ἠράσθην κόρης πολίτιδος Θελξινόης τοὔνομα, ἀντερᾷ δέ μου καὶ ἡ Θελξινόη. Καὶ τῇ πόλει παννυχίδος ἀγομένης συνήλθομεν ἀλλήλοις, ἀμφοτέρους ὁδηγοῦντος τοῦ θεοῦ, καὶ ἀπελαύσαμεν ὧν ἕνεκα συνήλθομεν.

Καὶ χρόνῳ τινὶ ἀλλήλοις συνῆμεν λανθάνοντες καὶ ὠμόσαμεν ἀλλήλοις πολλάκις στέρξειν καὶ μέχρι θανάτου· ἐνεμέσησε δέ τις ἄρα θεῶν. Κἀγὼ μὲν ἔτι ἐν τοῖς ἐφήβοις ἤμην, τὴν δὲ Θελξινόην ἐδίδοσαν πρὸς γάμον οἱ πατέρες ἐπιχωρίῳ τινὶ νεανίσκῳ Ἀνδροκλεῖ τοὔνομα· ἤδη δὲ αὐτῆς καὶ ἤρα ὁ Ἀνδροκλῆς.

Τὰ μὲν οὖν πρῶτα ἡ κόρη πολλὰς προφάσεις ἐποιεῖτο ἀναβαλλομένη τὸν γάμον· τελευταῖον δὲ δυνηθεῖσα ἐν ταὐτῷ μοι γενέσθαι συντίθεται νύκτωρ ἐξελθεῖν Λακεδαίμονος μετʼ ἐμοῦ. Καὶ

δὴ ἐστείλαμεν ἑαυτοὺς νεανικῶς, ἀπέκειρα δὲ καὶ τὴν κόμην τῆς Θελξινόης.

Ἐν αὐτῇ οὖν τῇ τῶν γάμων νυκτὶ ἐξελθόντες τῆς πόλεως ᾔειμεν ἐπʼ Ἄργος καὶ Κόρινθον, κἀκεῖθεν ἀναγόμενοι ἐπλεύσαμεν εἰς Σικελίαν. Λακεδαιμόνιοι δὲ πυθόμενοι τὴν φυγὴν ἡμῶν θάνατον κατεψηφίσαντο. Ἡμεῖς δὲ ἐνταῦθα διήγομεν ἀπορίᾳ μὲν τῶν ἐπιτηδείων, ἡδόμενοι δὲ καὶ πάντων ἀπολαύειν δοκοῦντες, ὅτι ἦμεν μετʼ ἀλλήλων.