Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Εἰποῦσα ἅπαν μὲν αὐτοῦ τὸ πρόσωπον ἠσπάζετο, ἅπασαν
δὲ τὴν κόμην τοῖς αὑτῆς ὀφθαλμοῖς προσετίθει καὶ τοὺς στεφάνους ἀνελάμβανε καὶ τὰ χείλη τοῖς χείλεσι φιλοῦσα συνηρμόκει, καὶ ὅσα ἐνενόουν, διὰ τῶν χειλέων ἐκ ψυχῆς εἰς τὴν θατέρου ψυχὴν διὰ τοῦ φιλήματος παρεπέμπετο.Φιλοῦσα δὲ αὐτοῦ τοὺς ὀφθαλμοὺς ὦ φησὶ πολλάκις με λυπήσαντες ὑμεῖς, ὦ τὸ πρῶτον ἐνθέντες τῇ ἐμῇ κέντρον ψυχῇ, οἱ τότε μὲν σοβαροί, νῦν δὲ ἐρωτικοί, καλῶς μοι διηκονήσατε, καὶ τὸν ἔρωτα τὸν ἐμὸν καλῶς εἰς τὴν Ἁβροκόμου ψυχὴν ὡδηγήσατε.
Τοιγαροῦν ὑμᾶς πολλὰ φιλῶ καὶ ὑμῖν ἐφαρμόζω τοὺς ὀφθαλμοὺς τοὺς ἐμούς, τοὺς Ἁβροκόμου διακόνους· ὑμεῖς δὲ ἀεὶ βλέποιτε ταῦτα, καὶ μήτε Ἁβροκόμῃ ἄλλην δείξητε καλήν, μήτε ἐμοὶ δόξῃ τις ἄλλος εὔμορφος· ἔχετε ψυχάς, ἃς αὐτοὶ ἐξεκαύσατε· ταύτας ὁμοίως τηρήσατε.
Ταῦτα εἶπε, καὶ περιφύντες ἀνεπαύοντο καὶ τὰ πρῶτα τῶν Ἀφροδίτης ἀπέλαυον· ἐφιλονείκουν δὲ δι’ ὅλης τῆς νυκτὸς πρὸς ἀλλήλους, φιλοτιμούμενοι τίς φανεῖται μᾶλλον ἐρῶν.
Ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἀνίσταντο πολὺ μὲν ἡδίονες, πολὺ δὲ εὐθυμότεροι, ἀπολαύσαντες ὧν ἐπεθύμησαν χρόνῳ καλῶς.
Ἑορτὴ δὲ ἦν ἅπας ὁ βίος αὐτοῖς καὶ μεστὰ εὐωχίας πάντα καὶ ἤδη καὶ τῶν μεμαντευμένων λήθη· ἀλλʼ οὐχὶ τὸ εἱμαρμένον ἐπελέληστο, οὐδʼ ὅτῳ ἐδόκει ταῦτα θεῷ ἠμέλει.