Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Χρόνου δὲ διελθόντος ὀλίγου ἔγνωσαν οἱ πατέρες ἐκπέμπειν αὐτοὺς τῆς πόλεως κατὰ τὰ βεβουλευμένα· ἤμελλόν τε γὰρ ἄλλην ὄψεσθαι γῆν καὶ ἄλλας πόλεις καὶ τὸν τοῦ θεοῦ χρησμόν, ὡς οἷόν τε ἦν, παραμυθήσεσθαι
ἀπαλλαγέντες χρόνῳ τινὶ Ἐφέσου.Παρεσκευάζετο δὴ πάντα αὐτοῖς πρὸς τὴν ἔξοδον, ναῦς τε μεγάλη καὶ ναῦται πρὸς ἀναγωγὴν ἕτοιμοι, καὶ τὰ ἐπιτήδεια ἐνεβάλλετο, πολλὴ μὲν ἐσθὴς καὶ ποικίλη, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἥ τε τῶν σιτίων ὑπερβάλλουσα ἀφθονία.
Θυσίαι δὲ πρὸ τῆς ἀναγωγῆς τῇ Ἀρτέμιδι καὶ εὐχαὶ τοῦ δήμου παντὸς καὶ δάκρυα πάντων, ὡς μελλόντων ἀπαλλάττεσθαι παίδων κοινῶν. Ἦν δὲ ὁ πλοῦς αὐτοῖς ἐπʼ Αἴγυπτον παρεσκευασμένος.
Ὡς δʼ ἦλθεν ἡ τῆς ἀναγωγῆς ἡμέρα, πολλοὶ μὲν οἰκέται, πολλαὶ δὲ θεράπαιναι μελλούσης δὲ τῆς νεὼς ἐπανάξεσθαι, πᾶν μὲν τὸ Ἐφεσίων πλῆθος παρῆν παραπέμπον, πολλαὶ δὲ καὶ τῶν --- μετὰ λαμπάδων καὶ θυσιῶν.
Ἐν τούτῳ μὲν οὖν ὁ Λυκομήδης καὶ ἡ Θεμιστώ, πάντων ἅμα ἐν ὑπομνήσει γενόμενοι, τοῦ χρησμοῦ, τοῦ παιδός, τῆς ἀποδημίας, ἔκειντο εἰς γῆν ἀθυμοῦντες· ὁ δὲ Μεγαμήδης καὶ ἡ Εὐίππη ἐπεπόνθεσαν μὲν τὰ αὐτά, εὐθυμότεροι δὲ ἦσαν, τὰ τέλη σκοποῦντες τῶν μεμαντευμένων.
Ἤδη μὲν οὖν ἐθορύβουν οἱ ναῦται, καὶ ἐλύετο τὰ πρυμνήσια, καὶ ὁ κυβερνήτης τὴν αὑτοῦ χώραν κατελάμβανε, καὶ ἡ ναῦς ἀπεκινεῖτο.