De Gymnastica

Philostratus the Athenian

Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.

οἱ δὲ ἰσόχειρες, οὓς περιδεξίους ὀνομάζουσι, σπάνιον εὕρημα φύσεως ὄντες τήν τε ἰσχὺν ἄρρηκτοι καὶ δυσφύλακτοι καὶ ἀκμῆτες. τουτὶ γὰρ αὐτοῖς δίδωσι τὸ ἰσοδέξιον αὐτοῦ τοῦ σώματος πλέον ἰσχύον τῶν ἀρτίων. τουτὶ δὲ ὁπόθεν οἶδα λέγω· μῦς ὁ Αἰγύπτιος, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἤκουον, μειράκιον μὲν ἦν οὐ μέγα, ἐπάλαιε δὲ πρόσω τέχνης· τούτῳ νοσήσαντι ὑπέβη μὲν τὰ δεξιά, ἐπέδωκε δὲ τὰ ἀριστερά, τοῦ δὲ ἀθλεῖν ἀπεγνωκότι ὄναρ ἐγένετο θαῤῥεῖν τὴν νόσον, ἰσχύσειν γὰρ πλέον τοῖς πεπηρωμένοις ἢ τοῖς ἀκεραίοις τε καὶ ἀτρώτοις. καὶ ἀληθὴς ἡ ὄψις· τὰ γὰρ δυσφύλακτα τῶν παλαισμάτων τοῖς βεβλαμμένοις τῶν μερῶν διαπλέκων χαλεπὸς ἦν τοῖς ἀντιπάλοις καὶ ὤνητο τῆς νόσου τὸ τοῖς διεφθορόσιν ἐῤῥῶσθαι. τοῦτο θαυμάσιον μέν, εἰρήσθω δὲ μὴ ὡς γιγνόμενον, ἀλλʼ ὡς γενόμενον καὶ θεοῦ δοκείτω μᾶλλον ἐνδεικνυμένου τι τοῖς ἀνθρώποις μέγα.

περὶ μὲν δὴ σώματος ἀναλογίας καὶ εἴτε ὁ τοιόσδε βελτίων, εἴτε ὁ τοιόσδε, εἰσί που καὶ δεκταὶ ἀντιλογίαι παρὰ τοῖς μὴ ξὺν λόγῳ διεσκεμμένοις ταῦτα, περὶ δὲ κράσεων, ὁπόσαι εἰσίν, οὔτε ἀντείρηταί

πω, οὔτε ἀντιλεχθείη ἂν τὸ μὴ οὐκ ἀρίστην κράσεων τὴν θερμήν τε καὶ ὑγρὰν εἶναι, ξύγκειται γὰρ ὥσπερ τὰ πολυτελῆ τῶν ἀγαλμάτων ἐξ ἀκηράτου τε καὶ καθαρᾶς ὕλης. ἐλεύθεροι μὲν πηλοῦ τε καὶ ἰλύος καὶ χυμῶν περιττῶν, οἷς τὸ τοῦ φλέγματος καὶ τὸ τῆς χολῆς ἐπαναπλεῖ νᾶμα, εὐκάματοι δὲ ἃ χρὴ μοχθεῖν, καὶ εὔσιτοι καὶ νοσοῦντες μὲν ὀλιγάκις, ταχὺ δὲ ἐκ τῶν νόσων ἀναφέροντες, εὐάγωγοί τε καὶ εὐήνιοι γυμνάσαι ποικίλως διʼ εὐμοιρίαν κράσεως ἀρίστης. οἱ δὲ ἐπίχολοι τῶν ἀθλητῶν θερμοὶ μέν, ξηροὶ δὲ τὴν κρᾶσιν καὶ ἄκαρποι τοῖς γυμνάζουσι, καθάπερ τοῖς σπείρουσιν αἱ θερμαὶ ψάμμοι. ἔῤῥωνται δὲ ὅμως τῷ ἑτοίμῳ τῆς γνώμης, περίεστι γὰρ αὐτοῖς τούτου. τὸ ξυγκίρνασθαι τὴν κατὰ τὸ σῶμα θερμὴν ἕξιν ὑπὸ ψυχρότητος. γυμναστέοι τε οὗτοι συντόνως μυωπιζόμενοι, οἱ δὲ ἐπίχολοι βάδην καὶ διαπνέοντες, τοῖς μὲν γὰρ δεῖ κέντρου, τοῖς δὲ ἡνίας. χρὴ δὲ τοὺς μὲν ξυνάγειν τῇ κόνει, τοὺς δὲ τῷ ἐλαίῳ ἐπαιονεῖν.