De Gymnastica
Philostratus the Athenian
Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
καρτερικῶν
δὲ ἀθλητῶν εἴδη χολικοὶ μυώδεις κοῖλοι τὴν γαστέρα ἀνεσκιρτηκότες τὴν ὄψιν· ἀλλὰ καὶ ἀετῷ μὲν ἐοίκασιν οἱ δρομικοί τε καὶ μεγαλόστερνοι, λέοντι δὲ οἱ φλεγματώδεις, οἱ γὰρ ἐπίχολοι ἀφανεῖς, οἷοι καὶ διὰ τὸ ἕτοιμον τῆς φύσεως καὶ μανικῶς παραλλάξαι.οἱ δὲ ταῖς ἄρκτοις ὁμοιούμενοι στρογγύλοι τέ εἰσι καὶ ὑγροὶ καὶ εὔσαρκοι καὶ ἧττον διηρθρωμένοι καὶ περιεχεῖς μᾶλλον ἢ ὀρθοί, δυσπάλαιστοί τε καὶ διολισθάνοντες, καρτερῶς δὲ εἴροντες, καὶ σπαράξει δὲ τούτους τὸ πνεῦμα, καθάπερ ταῖς ἄρκτοις ἐν τοῖς δρόμοις.