De Gymnastica

Philostratus the Athenian

Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.

Μανδρογένους δὲ τοῦ Μάγνητος αὐτὸς ἤκουσα τὴν καρτερίαν, ᾗ ἐκέχρητο ἐφʼ ἡλικίας ἐς τὸ παγκράτιον, τῷ γυμναστῇ ἀνατιθέντος· τεθνάναι μὲν γὰρ τὸν πατέρα ἔλεγεν, ἐπὶ μητρὶ δὲ εἶναι τὸν οἶκον ἐρρωμένῃ τε καὶ γυναικὸς πρόσω, πρὸς ἣν γράψαι τὸν

γυμναστὴν ἐπιστολὴν τοιαύτην. τὸν υἱὸν εἰ μὲν τεθνεῶτα ἀκούσει, πίστευσον, εἰ δὲ ἡττώμενον, ἀπίστει. ταύτην δὲ ἔφασκεν ἀγάμενος τὴν ἐπιστολὴν εὐψυχίαν ἐνδείξασθαι πᾶσαν, ὡς μήτε ὁ γυμναστὴς ψεύσαιτο, μήτε ἡ μήτηρ ψευσθείη.

Ἄτταλος δὲ ὁ Αἰγύπτιος ἐνίκησεν ἐν Πλαταίᾳ ἐς δεύτερον ἆθλον τοῦ γυμναστοῦ ἐπιῤῥώσαντος, κειμένου παρʼ αὐτοῖς νόμου δημοσίᾳ ἀποθνήσκειν τὸν μετὰ νίκην ἡττώμενον ἔκκριτόν τε νομίζεσθαι πρότερον ἢ ἐγγυητὰς καταστῆσαι τοῦ σώματος. οὐδενὸς δὲ ἐγγυωμένου τὸ οὕτω μέγα ὑπέθηκεν ἑαυτὸν ὁ γυμναστὴς τῷ νόμῳ καὶ τὸν ἀθλητὴν ἐπέῤῥωσεν ἐς νίκην δευτέραν· τοῖς γὰρ ἅπτεσθαι διανοουμένοις ἔργου μείζονος εὔελπι, οἶμαι, τὸ μὴ ἀπιστεῖσθαι.