De Gymnastica
Philostratus the Athenian
Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
Ἀρριχίωνα δὲ τὸν παγκρατιαστὴν δύο μὲν ἤδη Ὀλυμπιάδας νικῶντα, τρίτην δὲ ἐπʼ ἐκείναις Ὀλυμπιάδα μαχόμενον περὶ τοῦ στεφάνου καὶ ἤδη ἀπαγορεύοντα Ἐρυξίας ὁ γυμναστὴς ἐς ἔρωτα θανάτου κατέστησεν ἀναβοήσας ἔξωθεν ὡς καλὸν ἐντάφιον τὸ ἐν Ὀλυμπίᾳ μὴ ἀπειπεῖν.
Προμάχου δὲ τοῦ ἐκ Πελλήνης ξυνίει μὲν ὁ γυμναστὴς ἐρῶντος, ἀγχοῦ δὲ Ὀλυμπίων ὄντων ὦ Πρόμαχε, εἶπε δοκεῖς μοι ἐρᾶν· ὡς δὲ εἶδεν ἐρυθριῶντα ἀλλʼ οὐκ ἐλέγξων ἔφη ταῦτα ἠρόμην, ξυλληψόμενος δέ σοι τοῦ ἔρωτος· καὶ γὰρ ἂν καὶ διαλεχθείην ὑπὲρ σοῦ τῷ γυναίῳ. καὶ διαλεχθεὶς οὐδὲν ἀφίκετο πρὸς τὸν ἀθλητὴν ἀπάγων λόγον οὐκ ἀληθῆ, πλείστου δὲ ἄξιον τῷ ἐρῶντι· οὐκ ἀπαξιοῖ τοί σε ἔφη εἶναι τῶν ἑαυτῆς παιδικῶν νικῶντα Ὀλυμπίασι καὶ ὁ Πρόμαχος ἀναπνεύσας ὑφʼ ὧν ἤκουσεν, οὐκ ἐνίκα μόνον, ἀλλὰ καὶ Πουλυδάμαντα τὸν Σκοτουσσαῖον μετὰ τοὺς λέοντας, οὓς ὁ Πουλυδάμας ᾑρήκει παρʼ Ὤχῳ τῷ Πέρσῃ.