Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Κακοδαιμονοῦμεν, ὦ Ἀντίσθενες, οὐ μετρίως. πῶς γὰρ οὐ μέλλομεν κακοδαιμονεῖν, ὄντες παρὰ τυράννῳ καὶ ὁσημέραι ἐσθίοντες καὶ πίνοντες πολυτελέα καὶ ἀλειφόμενοί τινι τῶν εὐωδεστάτων μύρων καὶ σύροντες ἐσθῆτας μαλακὰς ἐκ Τάραντος; καὶ οὐδείς με ἐξαιρήσεται τῆς Διονυσίου ὠμότητος, ὅς μ’ ὥς τινα ἐνεχύριον οὐκ ἀγνῶτα, ἀλλὰ καὶ λόγων ἐπιμελητὰν τῶν Σωκρατικῶν κατέχει, οἷάπερ ἔφην σιτίζων καὶ ἀλείφων καὶ ἀμφιεννύς, καὶ οὔτε δίκαν φοβεῖται τὰν θεῶν, οὔτ’ ἄνθρωπον αἰδεῖται ὅστις με τοιαῦτα διατίθεται. νῦν δ’ αὖ καὶ τὸ κακὸν εἰς τὸ δεινότερον οἴχεται, ὅπου δεδώρηται γυναῖκας Σικελικὰς τρεῖς ἀναλέκτους τὸ κάλλος καὶ ἀργύρια πάμπολλα.