Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐκ ἔστι τοῦτο φιλοσοφεῖν τὸ παρὰ τυράννοις ἀνδράσιν εἶναι καὶ Σικελικαῖς προσανέχειν τραπέζαις, ἀλλὰ μᾶλλον τὸ ἐν τῇ ἰδίᾳ τῶν αὐτάρκων ἐφίε σθαι. σὺ δ’ οἴει ταύτην εἶναι πλεονεξίαν τοῦ σπουδαίου,

τὸ δύνασθαι κτᾶσθαι χρήματα μὲν πολλά, τοὺς δὲ δυνατωτάτους ἔχειν φίλους, οὔτε γὰρ τὰ χρήματα ἀναγκαῖά ἐστιν, οὔτ’, εἰ ἀναγκαῖα ἦν, οὕτω ποριζόμενα καλά· οὔτε φίλοι γένοιντο ἂν οἱ πολλοὶ ἀμαθεῖς ὄντες, καὶ ταῦτα τύραννοι. ὥστε σοι συμβουλεύσαιμ’ ἂν ἀπιέναι Συρακουσῶν τε καὶ Σικελίας. εἰ δ’, ὥς φασί τινες, ἡδονὴν θαυμάζεις καὶ τούτων ἀντέχῃ ὧν μὴ προσήκει τοὺς φρονίμους ἀνθρώπους, ἄπιθι εἰς Ἀντίκυραν καὶ ὠφελήσει σε ὁ ἐλλέβορος ποθεὶς πολύς· κρείττων γάρ ἐστιν οὗτος τοῦ παρὰ Διονυσίου οἴνου. ἐκεῖνος μὲν γὰρ μανίαν ποιεῖ πολλήν, οὗτος δὲ ἀποπαύει. ὁπόσον οὖν ὑγίειά τε καὶ φρόνησις νόσου τε καὶ ἀφροσύνης διαφέρει, τοσοῦτον ἂν καὶ σὺ διενέγκαις πρὸς τὰ νῦν σοὶ ὄντα. ἔρρωσο.