Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Περδίκκας μὲν ἐνδεδεῖχθαί μοι δοκεῖ περὶ πολλοῦ ποιούμενος κατὰ τὸν Ἡσίοδον τὰ ἡμίσεα πάντων κτῆσθαι, νομίζων τὰ μὲν χρήματα καὶ διὰ τύχην ἄν πολλὰ κτήσασθαι, * * * * τῶν βελτίστων εἶναι. σοὶ δὲ ὅσιόν ἐστιν ἀδελφὰ τοῖς παρ’ ἐκείνου ὑπηργμένοις πράττειν, ὅπως ἂν δοκῇς καὶ τὸ ἦθος ἀδελφὸς εἶναι τοῦ περὶ σοῦ διανοηθέντος τοιαῦτα. νόμιζε δὲ πάντας προσέχειν σοι τὸν νοῦν καὶ σκοπεῖν ποῖός τις

ἔσῃ πρὸς τὸν ἀδελφόν, καὶ τοὺς μὲν βελτίστους ἀγωνιᾶν βουλομένους καὶ ἐξισοῦσθαί σε τῇ τοῦ ἀδελφοῦ ἐπιεικείᾳ καὶ ὑπερβάλλειν, τοὺς δὲ φαύλους φθονοῦντας ἡδέως ἄν τι ἰδεῖν περὶ ὑμᾶς γινόμενον πλημμελές.

(2) οὓς δεῖ νομίσαντα πολεμίους εἶναι μετὰ τῶν βελτίστων ἀγωνίζεσθαι ὡς αὐτὸν ὄντα ἕνα τούτων. δοκεῖ γάρ μοι οὐ μόνον ἁμιλλητέον εἶναι πρὸς τὰ τοῦ ἀδελφοῦ ἔργα, ἃ ἐκείνῳ ὑπὲρ τοῦ κοινοῦ πέπρακται, ἀλλὰ καὶ πρὸς τὰς εὐεργεσίας, ὅπως μὴ καταδεέστεραι αἱ παρὰ σοῦ πρὸς ἐκεῖνον γίνωνται. περὶ πλείστου δὲ δεῖ σε ποιεῖσθαι σώφρονά τε εἶναι καὶ κατήκοον τοῦ ἀδελφοῦ, ὄντος περὶ σὲ οἷόσπερ νῦν ἐστίν. ἔρρωσο.