Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(13) ὁμοίως δὲ καὶ Ἰσοκράτης, ἐπειδὴ νέος μὲν ὢν εἰς τὸν δῆμον μετὰ Τιμοθέου καθ’ ὑμῶν ἐπιστολὰς αἰσχρὰς ἔγραφε, νυνὶ δὲ πρεσβύτης ὢν ὥσπερ ἑκὼν ἢ φθονῶν τὰ πλεῖστα τῶν ὑμῖν ὑπαρχόντων ἀγαθῶν παραλέλοιπεν, ἀπέσταλκε δέ σοι λόγον, ὅν τὸ μὲν πρῶτον ἔγραψεν Ἀγησιλάῳ, μικρὰ δὲ διασκευάσας ὕστερον ἐπώλει τῷ Σικέιλίας τυράννῳ Διονυσίῳ, τὸ δὲ τρίτον τὰ μὲν ἀφελὼν τὰ δὲ προσθεὶς ἐμνήστευσεν Ἀλεξάνδρῳ τῷ Θετταλῷ, τὸ δὲ τελευταῖον νῦν πρὸς σὲ γλίσχρως αὐτὸν ἀπηκόντισεν. βουλοίμην δ’ ἂν χωρῆσαι τὸ βιβλίον ἀναμνῆσαι τὰς ἐν τῷ λόγῳ πρὸς σὲ πεμφθείσας ὑπ’ αὐτοῦ προφάσεις.

(14) ἐπὶ μὲν γὰρ Ἀμφιπόλεώς φησι κωλῦσαι τὴν γενομένην εἰρήνην γράψαι λόγον ὑπὲρ τῆς Ἡρακλέους ἀθανασίας, ὕστερον δὲ αὐτῷ σοι φράσειν, ὑπὲρ ἐνίων δὲ διὰ τὴν ἡλικίαν ὁμολογῶν μαλακώτερον γράφειν συγγνώμης ἀξιοῖ τυχεῖν, μὴ θαυμάζειν δέ, εἰ καί πως ἀναγνοὺς ὁ Ποντικὸς μωλύτερον καὶ φαυλότερον ποιεῖ φαίνεσθαι τὸν λόγον, τὸν Πέρσην δὲ ὡς καταστρατηγήσεις αὐτὸν εἰδέναι σέ φησιν. ἀλλὰ γὰρ τὰς λοιπὰς σκήψεις γράφοντα ἐπιλείπει με τὸ βυβλίον, τοσαύτην ἡμῖν σπάνιν βυβλίων βασιλεὺς Αἴγυπτον λαβὼν πεποίηκεν. ἔρρωσο καὶ Ἀντιπάτρου διὰ ταχέων ἐπιμεληθεὶς πρὸς ἡμᾶς αὐτὸν ἀπόστειλον.