Fragmenta

Xenocrates of Chalcedon

Xenocrates of Chalcedon. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

43. Τοιοῦτός ἐστι καὶ ὁ ὑπὸ Ξενοκράτους τῆς ψυχῆς ἀποδοθεὶς ὁρισμός· ἀριθμὸς γάρ φησίν ἐστι κινῶν ἑαυτόν· ὁ γὰρ τοῦτον ἀκούσας οὐδὲν εἰκάσαι καὶ λαβεῖν ἐξ αὐτοῦ τῶν τῇ ψυχῇ ἢ τῷ ζῴῳ ὑπαρχόντων δυνήσεται.

44. Πολὺ δὲ τῶν εἰρημένων ἀλογώτερον, τὸ λέγειν ἀριθμὸν εἶναι τὴν ψυχὴν κινοῦνθ’ ἑαυτόν· ὑπάρχει γὰρ αὐτοῖς ἀδύνατα, πρῶτα μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα, ἰδίᾳ δὲ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν.

45. Μετὰ δὲ ταῦτα διελέγχει τὸν Ξενοκράτους ὁρισμὸν τῆς ψυχῆς, οὐ πρὸς τοὔνομα τοῦ ἀριθμοῦ μαχόμενος, ὥς φησιν Ἀνδρόνικος καὶ Πορφύριος, ἀλλὰ καὶ πάνυ τὴν διάνοιαν ἐπιζητῶν τὴν Ξενοκράτους, ὡς δῆλόν ἐστιν ἐκ τῶν περὶ Φύσεως αὐτῷ γεγραμμένων· ἐν οἷς ἂν δόξειε, μοναδικὸν ποιεῖν ἀριθμὸν τὴν ψυχὴν ὁ Ξενοκράτης· τοῦτον γὰρ τὸν λόγον φησὶ πολὺ τῶν εἰρημένων ἀλογώτατον εἶναι.

46. Τὸ προκείμενον ἐλέγξαι τὴν Ξενοκράτους τοῦ Πλάτωνος διαδόχου περὶ ψυχῆς δόξαν· ὃς ἔλεγε τὴν ψυχὴν ἀριθμὸν εἶναι κινοῦντα ἑαυτόν. Καὶ δῆλον ὅτι εἰ οὕτως ἔλεγε κατὰ τὸ φαινόμενον εὐέλεγκτος ὁ λόγος, ἀλλ’, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν εἶπον, οὐκ ἄν τις οὐδ’ ἄκρῳ δακτύλῳ τῶν μαθημάτων γευσάμενος τοιαῦτα ἂν εἴποι· ὁ δὲ Ἀριστοτέλης ὡς εἴωθεν ἐλέγχει τὸ φαινόμενον τοῦ λόγου· τὰ μὲν οὖν κοινά φησιν εἶναι καὶ ταύτῃ τῇ δόξῃ πρὸς τὰς ἐληλεγμένας, ὅσα γὰρ εἵπετο τοῖς κινεῖσθαι λέγουσι τὴν ψυχὴν ἄτοπα, ταῦτα καὶ τούτῳ ἕψεται λέγοντι ἀριθμὸν εἶναι κινοῦντα ἑαυτόν· τὰ δὲ ἴδια, καθό φησιν ἀριθμὸν εἶναι τὴν ψυχήν, πρὸς ὃ νῦν ἐνίσταται.

47. Ὅτι μὲν τὸν Ξενοκράτους τῆς ψυχῆς ὁρισμὸν διακαθαίρει, ἵνα μὴ κατὰ τὴν συνήθη τῶν ὀνομάτων χρῆσιν ἀκούωμεν, φανερόν. Ὁ δὲ πραγματειώδης αὐτῷ τέταται σκοπός, παντὸς μερισμοῦ τὴν ψυχικὴν οὐσίαν ὑπερέχουσαν δεῖξαι, οὐ τοῦ κατὰ συνέχειαν μόνου· τοῦτο γὰρ ἤδη δέδειχεν, ἀκίνητον αὐτὴν τὰς σωματικὰς κινήσεις δεδειχώς, καὶ καθ’ ὅρους ἀεὶ βαίνουσαν, καὶ οὐ μέρεσι μέρη ἢ τὸ ὅλον γινώσκουσαν· δι’ ὧν οὐ μόνον ὅτι οὐ σῶμα, ἀλλ’ ὅτι οὐδὲ ἄλλο τι μέγεθος ἔχειν ἐδείκνυτο· ἀλλ’ ἐπειδὴ καὶ ὁ συνήθως ᵃ λεγόμενος ἀριθμός, ὅ τε ἐκ μονάδων, οἷος ὁ μαθηματικός, καὶ ὁ ἐκ σωμάτων ἀδιαιρέτων, ἢ ἐνεργείᾳ μόνον ἢ καὶ δυνάμει καὶ ἐνεργεία, ὡς οἱ περὶ Δημόκριτον ὑπετίθεντο, ἢ ὅλως τῇ θέσει ἀπ’ ἀλλήλων κεχωρισμένων ᵇ, μεριστός ἐστιν, αὐτός τε ἐν διαιρέσει θεωρούμενος, καὶ τὰ συμπληροῦντα ἔχων μερικὰ καὶ ἀπεστενωμένα, διὰ τῶν πρὸς Ξενοκράτην ἀντιῤῥήσεων, ὅτι οὐδὲ οὕτω μεριστὴ ἡ ψυχὴ δείκνυσιν, οὔτε ὡς ἀριθμός, οὔτε ὡς μονάδες ἢ στιγμαί, ἐξ ὧν ἀδιαιρέτων ὁ ἀριθμός. Ὁ γὰρ ἐκ σωμάτων τινῶν ἀριθμὸς ὁμολογουμένως ᶜ αὐτῇ οὐ προσήκει· εἴγε μηδὲν ἔχει μέγεθος. Ὁ μὲν οὖν Ξενοκράτης ἀριθμοὺς τὰ εἴδη καὶ αὐτὸς προσαγορεύων, καὶ πᾶν εἶδος ἀμέριστον εἰδώς, τὸ δὲ κινούμενον μεριστόν, καὶ πάντως μετὰ τὰ εἴδη τὴν μεσότητα τῆς ψυχῆς διὰ τῶν ἄκρων ἀμφοτέρων δηλοῖ, ἀριθμὸν κινούμενον αὐτὴν εἰπών, ὡς οὐχ ἁπλῶς οὖσαν εἶδος, ἀλλὰ τὸ ὅλον τοῦτο εἰς μερισμὸν ὑποβάν, οὐ μερισθὲν τελέως, ἀλλ’ οὐδὲ μεῖναν εἶδος, τῷ χαλάσαι καὶ ἐκλῦσαί πως τὴν ἀμέριστον ἕνωσιν μεταξὺ γενόμενον, καὶ διὰ τοῦτο οὐδὲ κινούμενον ἁπλῶς, ἀλλ’ ἑαυτὸν ἔφη κινοῦντα· ἵνα καὶ τὸ ἴδιον ἐμφήνῃ τῆς μεσότητος, κεχαλασμένης μέν, ὅπερ ἡ κίνησις σημαίνει, οὐχ οὕτω δὲ ὡς τοῦ αὐτοῦ ἀποσπασθείσης. Ὁ δὲ Ἀριστοτέλης ἀριθμόν τε τὸ μεριστὸν ἀκούων πλῆθος, καὶ κίνησιν τὴν κατὰ συνέχειαν προϊοῦσαν, ἀναγκαίως ἄμφω τῆς ψυχῆς ἀποφάσκει, ὡς διὰ τὴ μεσότητα παντὸς ὑπερέχουσαν μερισμοῦ.

48. Πῶς γὰρ χρὴ νοῆσαι μονάδα κινουμένην, καὶ ὑπὸ τίνος, καὶ πῶς, ἀμερῆ καὶ ἀδιάφορον οὖσαν; Εἰ γάρ ἐστι κινητικὴ καὶ κινητή, διαφέρειν δεῖ. Ἔτι δ’ ἐπεί φασι κινηθεῖσαν γραμμὴν ἐπίπεδον ποιεῖν, στιγμὴν δὲ γραμμήν, καὶ αἱ τῶν μονάδων κινήσεις γραμμαὶ ἔσονται· ἡ γὰρ στιγμὴ μονάς ἐστι θέσιν ἔχουσα· ὁ δ’ ἀριθμὸς τῆς ψυχῆς ἤδη πού ἐστι καὶ θέσιν ἔχει. Ἔτι δ’ ἀριθμοῦ μὲν ἐὰν ἀφέλῃ τις ἀριθμὸν ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός· τὰ δὲ φυτὰ καὶ τῶν ζῴων πολλὰ διαιρούμενα ζῇ, καὶ δοκεῖ τὴν αὐτὴν ψυχὴν ἔχειν τῷ εἴδει. Δόξειε δ’ ἂν οὐθὲν διαφέρειν μονάδας λέγειν ἢ σωμάτια μικρά· καὶ γὰρ ἐκ τῶν Δημοκρίτου σφαιρίων ἐὰν γένωνται στιγμαί, μόνον δὲ μένῃ τὸ ποσόν, ἔσται τι ἐν αὐτῷ τὸ μὲν κινοῦν τὸ δὲ κινούμενον, ὥσπερ ἐν τῷ μεγέθει· οὐ γὰρ διὰ τὸ μεγέθει διαφέρειν ἢ μικρότητι συμβαίνει τὸ λεχθέν, ἀλλ’ ὅτι ποσόν. Διὸ ἀναγκαῖον εἶναί τι τὸ κινῆσαν τὰς μονάδας. Εἰ δ’ ἐν τῷ ζῴῳ τὸ κινοῦν ἡ ψυχή, καὶ ἐν τῷ ἀριθμῷ, ὥστε οὐ τὸ κινοῦν καὶ τὸ κινούμενον ἡ ψυχή, ἀλλὰ τὸ κινοῦν μόνον.