Fragmenta
Xenocrates of Chalcedon
Xenocrates of Chalcedon. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
37. Ἐπὶ ταὐτὸ δὲ φέρονται καὶ ὅσοι λέγουσι τὴν ψυχὴν τὸ αὑτὸ κινοῦν· ἐοίκασι γὰρ οὗτοι πάντες ὑπειληφέναι τὴν κίνησιν οἰκειότατον εἶναι τῇ ψυχῇ· καὶ τὰ μὲν ἄλλα πάντα κινεῖσθαι διὰ τὴν ψυχήν· ταύτην δ’ ὑφ’ ἑαυτῆς, διὰ τὸ μηθὲν ὁρᾶν κινοῦν, ὃ μὴ καὶ αὐτὸ κινεῖται.
38. Ξενοκράτης ὁ τούτου διάδοχος ἀπ’ ἀμφοτέρων ὁρίζεται τὴν ψυχήν, εἰπὼν αὐτὴν ἀριθμὸν κινοῦντα ἑαυτόν· διὰ μὲν τὸ γνωστικὴν εἶναι αὐτὴν τῶν ὄντων, ἀριθμὸν εἰπὼν ὡς Πυθαγόρας· ἀρχὴ γὰρ πάντων ἀριθμὸς κατὰ αὐτούς· διὰ δὲ τὸ κινητικὴν εἶναι τὸ αὐτοκίνητον ἀναθεὶς αὐτῇ· ἀρχὴ γὰρ καὶ πηγὴ πάσης κινήσεως κατ’ αὐτοὺς τὸ αὐτοκίνητον.
39. [Ξενοκράτης] ἔλεγεν οὖν ἀριθμὸν μὲν τὴν ψυχὴν διὰ τὸ πλήρωμα εἰδῶν εἶναι τὴν ψυχὴν καὶ λόγον, ἐκ τῶν λόγων πάντων γὰρ ἐν ἑαυτῇ τοὺς λόγους ἔχει ὡς εἴπομεν· ἀριθμοὺς δὲ τὰ εἴδη ἐκάλουν ὡς εἴρηται, καὶ αὐτὸς γοῦν ἐν τοῖς ἑξῆς φησιν· καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν, ἀριθμὸν μὲν οὖν διὰ τοῦτο· κινοῦντα δὲ αὑτὸν διὰ τὸ αὐτόζων αὐτῆς· οὐ γὰρ ὑφ’ ἑτέρου αὐτῇ τὸ ζῆν, αὐτοζωὴ γάρ ἐστιν.
40. Τοιοῦτος δὲ καὶ ὁ τῆς ψυχῆς ὅρος, εἰ ἀριθμὸς αὐτὸς αὑτὸν κινῶν ἐστι· καὶ γὰρ τὸ αὐτὸ αὑτὸ κινοῦν ψυχή, καθάπερ Πλάτων ὥρισται.
41. Ὥσπερ ψυχῆς ὁρισμός, τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν, τὸ γὰρ ἀριθμὸς ἐκ περιττοῦ κεῖται· καὶ γὰρ τὸ αὐτὸ ἑαυτὸ κινοῦν, χωρὶς τοῦ ἀριθμοῦ, τήν ψυχὴν δηλοῖ, καθάπερ Πλάτων ἐν τῷ Φαίδρῳ φησὶ λέγων· ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτό τις λέγων οὐκ αἰσχυνεῖται. Ἄλλως τε καὶ ὁ ἀριθμὸς οὐκ ἔστι γένος τῆς ψυχῆς· ὥσπερ δή τινος ἐνισταμένου καὶ λέγοντος, πῶς φὴς ὅτι ἀφαιρεθέντος τοῦ ἀριθμοῦ, οὐ λυμαίνεται
ὁ ὁρισμός; γένος γάρ ἐστι τῆς ψυχῆς ὁ ἀριθμὸς κατὰ Ξενοκράτην καὶ Πλάτωνα, καὶ δεῖ τῆς προσθήκης τοῦ ἀριθμοῦ ὡς γένους ἐν τῷ ὁρισμῷ, φησίν· ὅτι εἰ δώσομεν ὅτι ὁ ἀριθμὸς γένος ἐστὶ τῆς ψυχῆς, ἀφαιρεθέντος τούτου, τὸ καταλειφθὲν οὐκ ἔσται ὅρος ἀλλ’ ἴδιον· οὐ μὴν δὲ καὶ τὴν οὐσίαν δηλώσει τοῦ πράγματος· πᾶς μὲν γὰρ ὅρος ἴδιον· οὐ μὴν καὶ τὸ ἀνάπαλιν ὁποτέρως μὲν οὖν ἔχει ὅμως χαλεπόν ἐστι διασαφηνίσαι, ὁπότερον γένος ψυχῆς ὁ ἀριθμός, ἢ οὔ· καὶ πότερον, ἀφαιρεθέντος τοῦ ἀριθμοῦ, τὸ καταλειπόμενον ὁρισμός ἐστι τῆς ψυχῆς, ἢ ἴδιον, ἢ οὔ· μείζονος γὰρ σκέψεως ἡ περὶ τοῦτο ζήτησις ἢ τῆς διαλεκτικῆς.42. Εἰπὲ οὖν εἰ ὁ ἀριθμός, ὦ Ξενόκρατες, ἢ περιττός ἐστιν, ἢ ἄρτιος· ἡ ψυχὴ ἢ ἄρτιός ἐστιν, ἢ περιττός· καὶ εἰ ἄρτιος, ἢ τέτταρές ἐστιν, ἢ ϛ′· εἰ δὲ περιττός ᵃ, ἢ ε′, ἢ ζ′· ἡ οὖν ψυχὴ τί ἐστι, δ’ ἢ ε′, καὶ ἐπεὶ ἐκ παντὸς ἀριθμοῦ ἐκβαλλομένης μονάδος, ἕτερος ἀριθμὸς καταλείπεται, οἷον ἀπὸ τοῦ ϛ′ ὁ ε′, καὶ ἀπὸ ᵇ τοῦ ζ′ πάλιν ὁ ϛ′, τίνα ἀριθμὸν ἀπὸ τῆς ψυχῆς ἐκβληθῆναι ᶜ δεῖ καὶ ποιῆσαι ᵈ ἕτερον. Καὶ οὕτως ἀνασκευάσεις, καίτοι τοῦ ὁριζομένου τὴν ψυχὴν οὕτω κατὰ τοὺς Πυθαγορείους ὁριζομένου.