Minor Fragments
Musonius Rufus
Musonius Rufus. C Musonii Rufi reliquiae. Hense, Otto, editor. Leipzig: Teubner, 1905.
Αἰδοῦς παρὰ πᾶσιν ἄξιος ἔσῃ, ἐὰν πρῶτον ἄρξῃ σαυτὸν αἰδεῖσθαι.
Οὐ πολύν διάγουσι χρόνον οἱ πρὸς τοὺς ὑπηκόους ὑπὲρ ὧν ἂν πράττωσι μὴ τὸ καθήκει μοι λέγειν μεμελετηκότες, ἀλλὰ τὸ ἔξεστί μοι.
Mὴ θέλε ἐπιτάσσειν τὰ καθήκοντα τοῖς συγγιγνώσκουσί σοι τὰ μὴ καθήκοντα πράττοντι.
Πειρατέον καταπληκτικὸν μᾶλλον τοῖς ὑπηκόοις ἢ φοβερὸν θεωρεῖσθαι· τῷ μὲν γὰρ σεμνότης, τῷ δὲ ἀπήνεια παρακολουθεῖ.
Τῶν μὲν Κροίσου καὶ Κινύρου θησαυρῶν πενίαν
ἐσχάτην καταψηφιούμεθα, ἕνα δὲ καὶ μόνον πιστεύσομεν εἶναι πλούσιον ἢ σοφὸν τὸν δυνάμενον κτήσασθαι τὸ ἀνενδεὲς πανταχοῦ.Τοῦ ἀποθανεῖν ὁμοίως ἐπικεκλωσμένου πᾶσιν, οὐ τὸ βραδέως ἀλλὰ τὸ ἐμφανῶς ἀποθανεῖν μακάριον.
Καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομένους βιοῦν
τοὺς σῴζεσθαι μέλλοντας. οὐ γὰρ ὡς ἐλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρειν τῷ νοσήματι τὸν λόγον, ἀλλʼ ἐᾶν ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις καὶ φυλάσσειν. φαρμάκοις γὰρ οὐκ ἔοικεν ἀλλὰ σιτίοις ὑγιεινοῖς ἡ δύναμις αὐτοῦ, μεθ᾽ ὑγιείας ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς ἂν γένηται συνήθης· αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ μὲν ἀνύτουσι καὶ μόλις, οὐδὲν δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς ἐγείροντα καταπίπτοντας οὐκ ἀπαλλάττει τοῦ νοσήματος.Ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ προσελθών Μουσώνιε εἶπεν ὁ Ζεὺς ὁ Σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται. καὶ ὁ Μουσώνιος μειδιάσας εἶπεν οὐδὲ δανείζει. ὁ γὰρ Ῥουτίλιος δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ.