Minor Fragments

Musonius Rufus

Musonius Rufus. C Musonii Rufi reliquiae. Hense, Otto, editor. Leipzig: Teubner, 1905.

Οὐκ ἔστι τὴν ἐνεστηκυῖαν ἡμέραν καλῶς βιῶναι μὴ προθέμενον αὐτὴν ὡς ἐσχάτην βιῶσαι.

Τί προβαλλόμεθα τοὺς τυράννους μακρῷ χείρονες αὐτῶν καθεστῶτες; τὰς γὰρ ὁμοίας αὐτοῖς ἔχομεν ὁρμὰς ἐν ταῖς οὐχ ὁμοίαις τύχαις.

Κἂν ἡδονῇ κανονιστέον ᾖ τὰ ἀρεστά, οὐδὲν τῆς

σωφροσύνης ἥδιον· κἂν πόνῳ κανονιστέον ᾖ τὰ φευκτά, οὐδὲν τῆς ἀκρασίας ἐπιπονώτερον.

Μουσώνιος ἔλεγεν ὑπερβολὴν ἀναισχυντίας εἶναι τὸ πρὸς μὲν τὰς τῶν πόνων ὑπομονὰς μεμνῆσθαι τῆς τοῦ σώματος ἀσθενείας, πρὸς δὲ τὰς τῶν ἡδονῶν ἐκλανθάνεσθαι.

Ἀρχὴ τοῦ μὴ κατοκνεῖν τὰ ἀσχήμονα πράττειν τὸ μὴ κατοκνεῖν τὰ ἀσχήμονα λέγειν.

Καὶ ἂν τοῦ συμφέροντος μάλιστα προαιρῇ ἔχεσθαι,

μὴ δυσχέραινε ταῖς περιστάσεσιν, ἐνθυμούμενος πόσα ἤδη σοι τῶν ἐν βίῳ οὐχ ὡς σύ ἐβούλου συνέπεσεν, ἀλλʼ ὡς συνέφερεν.

Ἅρπαζε τὸ καλῶς ἀποθνῄσκειν, ὅτε ἔξεστι, μὴ μετὰ μικρὸν τὸ μὲν ἀποθνῄσκειν σοι παρῇ, τὸ δὲ καλῶς μηκέτι ἐξῇ.

Oὐκ ἔστιν ἐπὶ πολλῶν συμφέροντι ζῶντα καθηκόντως ἀποθανεῖν, μὴ ἐπὶ πλειόνων ἀποθνῄσκοντα συμφέροντι.