De crisibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861

9. Ἐν τοῖσι καύσοισιν ἢν ἑβδομαίῳ ὕστερον ἐπιγένηται ἴκτερος, δῆλον ἀνίδρωτος· τὸ γὰρ νόσημα οὐ φιλέει ἔτι ἱδροῦν, οὐδὲ ἄλλῃ ἀφίστασθαι οὐδαμῇ, ἀλλὰ ὑγιὴς γίνεται.

10. Ἀνάγκη τοῦ θερμοῦ ἀπιόντος [καὶ] ἐφ’ ἑωυτὸ τὸ ὑγρὸν ἑλκύσαντος, τῷ πυρετῷ κρίσιν γενέσθαι διὰ τὰ οὖρα τὰ ἀποχωρέοντα ἢ καὶ τὰ διαχωρήματα κοιλίης, ἢ αἵματος ἐκ τῶν ῥινέων ῥύσιν, ἢ οὔρησιν πολλὴν, ἢ διαῤῥοίην ἰσχυρὴν, ἢ ἱδρῶτα, ἢ ἔμετον, γυναικὶ δὲ καὶ ἐπιμηνίων ὁδόν· μάλιστα μὲν οὖν ταῦτα ποιέει κρίσιν, ἢ ὅ τι ἂν τουτέων ἐγγὺς γίνηται· ποιέει δὲ καὶ ἕτερα κρίσεις, ἧττον μὲν τουτέων.

280

11. Ἴκτερος δὲ ἢν ἑβδομαίῳ ἐπιγένηται, ἢ ὕστερον ἐν καύσῳ καὶ δυσχέρεια, σιάλου πολλοῦ ἀποχώρησις· ἔν τε τοῖς καυσώδεσι πυρετοῖς καὶ τοῖς ἄλλοις, ἢν, μηδενὸς τουτέων τῶν σημείων γενομένου, ἀφίῃ ὁ πυρετὸς, ἀνάγκη τοιάσδε κρίσιας ἀντὶ τουτέων γενέσθαι, ἢ φυμάτων μεγάλων ἀπόστασιν, ἢ ὀδύνας ἰσχυρὰς ἀπὸ τῆς ἀποστάσιος, ἢ τηκεδόνας τῶν ὑγρῶν ἐκ τοῦ θερμοῦ. Κρίσιες δὲ καὶ ἀφέσιες τῶν καῦσον σημαινόντων, μακροτέρα ἡ νοῦσος· τῶν δὲ ἰσχυρῶν, θάνατος ὡς ἐπὶ τὸ πουλύ· οἱ δὲ λοιποὶ ἀσφαλέες παύονται καῦσοι ἑβδομαῖοι ἢ τεσσαρεσκαιδεκαταῖοι. Φιλέει δὲ καὶ ἐς λιπυρίην περιίστασθαι, καὶ λαμβάνει μάλιστα τεσσαράκοντα ἡμέρας καὶ ἐξηπιαλοῦται· καὶ ἡ λιπυρίη τῆς αὐτῆς ἡμέρης λαμβάνει τε καὶ μεθίησι· γίνεται δὲ καὶ τῆς κεφαλῆς ὀδύνη· ἐὰν δὲ μὴ μεθίῃ αὐτὸν ἡ λιπυρίη ἐν ταῖς τεσσαράκοντα ἡμέραις, ἀλλ’ ἀχθῇ καὶ ὀδύνη ἔχῃ τὴν κεφαλὴν, καὶ φλυηρέῃ, ἐπικάθηρον αὐτόν. Λήγοντος δὲ καύσου, ἂν ἐπιγένηται ἴκτερος, οὐ φιλέει ἔτι ἱδροῦν, οὐδ’ ἄλλῃ ἀφίστασθαι οὐδαμῇ, ἀλλ’ ὑγιὴς γίνεται.

12. Τριταῖος κρίνεται ἐν ἑπτὰ περιόδοισιν ὡς ἐπὶ τὸ πουλύ.