De crisibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
13. Ὁκόσοις ἐν ἀφορήτοις πυρετοῖς τῇ ἑβδόμῃ, ἢ τῇ ἐνάτῃ, ἢ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι γίνονται, ἀγαθὸν, ἐὰν μὴ τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν γένηται· εἰ δὲ μὴ, ἐνδοιαστόν.
14. Τὰ ὀξεὰ νοσήματα κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν ὡς ἐπὶ τὸ πουλύ.
15. Ἱδρῶτες πυρεταίνουσιν ἢν γίνωνται τριταίοις καὶ πεμπταίοις καὶ ἑβδομαίοις καὶ ἐναταίοις καὶ ἑνδεκαταίοις καὶ τεσσαρεσκαιδεκαταίοις καὶ μίῃ καὶ εἰκοσταίοις καὶ τριηκοσταίοις, οὗτοι οἱ ἱδρῶτες νούσους κρίνουσιν· οἱ δὲ μὴ οὕτως γινόμενοι πόνους σημαίνουσιν.
16. Αἱ πεπάνσιες τῶν οὔρων κατὰ μικρὸν ἐκπεπαινόμεναι, ἐν
282
τῇσι κρισίμοις ἐὰν πεπανθῶσι, λύουσι τὴν νοῦσον. Παράδειγμα δεῖ τῶν οὔρων τὰ ἕλκεα ποιέεσθαι· τά τε γὰρ ἕλκεα, ἢν μὲν ἀνακαθαίρηται πύῳ λευκῷ, ταχείην θεραπείην δηλοῖ· ἐὰν δὲ μεταβάλλῃ ἐς τοὺς ἰχῶρας, κακοήθη γίνεται· τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ οὖρα σημαίνει. Ἐὰν ἐκ πόνου λεπτὰ γένηται, ἀπὸ τῆς προφάσιος δεῖ λογίζεσθαι, ᾖ τὸ νόσημα παρεγένετο, καὶ ταύτην ὁρᾷν ἐπεὶ παύεται· ὡς ταύτης ὑπολειπομένης, τῶν ἄλλων σημείων ἐπιγινομένων οἵων δεῖ, οὐκ εἶναι ἀπαλλαγὴν τῇ νούσῳ οἰητέον. Ἐὰν ἀλγέῃ ἡ κεφαλὴ, καὶ ἀπὸ τουτέου πυρετὸς ἐπιγένηται, [καὶ] τουτέου μὴ καταπαύσηται, μηδὲ τῆς ὀδύνης παυομένης, οὐ κρίσιμος ὁ πυρετός. Κρίσεως μακρῆς ἔτι ἐπὶ τὸ ἄμεινον, πλεῖστα ταὐτ’ ἐστὶ καὶ ἐπὶ τουτέων ἅπερ ἐς ὑγίην ἰόντα.