De crisibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
53. Ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἐπιγίνηται ἰσχυρὴ, λύσις.
54. Ὑπὸ διαῤῥοίης ἐχομένῳ ἰσχυρῆς ἔμετος ἐπιγενόμενος ἀπὸ τοῦ αὐτομάτου λύσις.
55. Ὅσοι ὑπὸ διαῤῥοίης πουλὺν χρόνον λαμβάνονται ξὺν βηχὶ, οὐκ ἀπαλλάσσονται, ἐὰν μὴ ὀδύναι ἰσχυραὶ ἐν τοῖς ποσὶν ἐμπέσωσιν· ἢ βούλεται διαστροφὴ γίνεσθαι φύσιος, ἐπειδὰν μὴ διάῤῥοια ἴῃ, ἢ κενὴ διαχώρησις πρὸς πᾶσαν λάβῃ· ἐπιγίνονται γὰρ φῦσαι ἔσωθεν οὖσαι· δῆλον τοίνυν οὐκ ἔχουσιν οὐδὲν ὑγρὸν, ὥστε προσφέρειν, εἰ δεῖ, σῖτα ἀσφαλῶς τῷ οὕτως ἔχοντι.
56. Εἰλεοῦ ἐπιγενομένου, οἶνον ψυχρὸν δίδου πίνειν πουλὺν ἄκρατον κατ’ ὀλίγον, ἕως ὕπνος, ἢ σκελέων ὀδύνη γίνηται· λύει δὲ καὶ πυρετὸς ἢ δυσεντερίη.