De crisibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861

49. Ὅσοις ἂν ἐν τοῖς πυρετοῖς τὰ ὦτα κωφωθῇ, τουτέοισι μὴ λυθέντος τοῦ πυρετοῦ μανῆναι ἀνάγκη· λύει δὲ ἐκ τῶν ῥινῶν αἷμα ῥυὲν, ἢ κοιλίη ἐκταραχθεῖσα χολώδεα, ἢ δυσεντερίη ἐπιγενομένη, ἢ ὀδύνη ἰσχίων ἢ γονάτων.

50. Ὅσοισι πυρετοῖσι ῥῖγος ἐπιγίνεται, ὁ πυρετὸς λύεται.

292

51. Ὅσοισιν ὀδύναι γίνονται ἐξαπίνης, τὸ ὑποχόνδριον ἐπῆρται ἄνω· καὶ ἐὰν περὶ τὴν νόθον πλευρὴν καὶ περὶ σκέλεα αἱ ὀδύναι γίνωνται, τουτέοισι λύσις φλεβοτομίη καὶ κάθαρσις κάτω· οὐ γὰρ λαμβάνει πυρετὸς ἰσχυρὸς ἀδυνατούντων τῶν χωρίων.

52. Ὑπὸ ὕδρωπος ἐχομένῳ, κατὰ τὰς φλέβας ἐς τὴν κύστιν ἢ κοιλίην ὑδατώδους ῥυέντος, λύσις.