De superfoetatione

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

41. Ἢν δὲ ἐξέρχωνται αἱ μῆτραι πυκνὰ, βρέξας ὕδατι χλιερῷ τὰς μήτρας, ὑπτίην ἀνακλίνας, μίξας σίδιον, κηκίδα, ῥοῦν τὴν ἐρυθρὴν, ἐν οἴνῳ λευκῷ διατρίψας, τούτῳ χρίσας, ἐντιθέναι· ἔπειτα πῖσαι δάφνης φύλλα ἐν οἴνῳ αὐστηρῷ.

42. Ὅταν γυνὴ κύουσα προσρέηται, ὀνίδα ξηρὴν καὶ μίλτον καὶ ὄστρακον σηπίης τρίψασα λεῖα, ἐν ῥάκει ἀποδήσασα, προστιθέναι.

43. Ἢν δὲ μὴ καθαρθῇ, ἐλατήριον ἐν οἴνῳ λευκῷ ὅσον κυάθῳ τρίψας ὀβολὸν ἀττικὸν, διδόναι πίνειν, καὶ καθαριεῖται.