De superfoetatione
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853
38. Ἢν δὲ μετὰ τόκον τὰς ὑστέρας ἀλγέῃ, πτισάνην καὶ πράσα καὶ στέαρ αἵγειον ἑψήσασα, ῥοφείτω τούτου ὡς ὄλίγιστον.
39. Προσθετόν· λίτρον, κύμινον, σύκου τὸ ἴσον. Καθαρτήριον προσθετὸν καὶ μαλθακτήριον· νέτωπον, ῥόδινον μύρον, χηνὸς ἄλειφαρ, ἐς ὀθόνια λεπτά.
508
40. Ἢν τὰ ἐπιμήνια πολλὰ γένηται, γλυκυσίδης κόκκους τοὺς μέλανας δὶς ἑπτὰ πίνειν ἐν οἴνῳ δυσὶ κυάθοις.