De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

207. Ἢν δὲ ὑστέρη ἀλγέῃ ἄχρι κύστιος, πράσου καρπὸν ξὺν ὕδατι τριπτὸν πίνειν· ἢ κυκλαμίνου ῥίζην ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω νῆστις, καὶ χλιάσματα προστιθέναι· ἢ σκορόδου μώλυζαν καὶ νίτρον ὀπτὸν καὶ κύμινον, λεῖα ποιήσας, μέλιτι δεύων προστίθει, καὶ τῷ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω.

208. Ὑστερέων πάσης νούσου θεραπευτικόν· λίνου τὸ σχιστὸν αὐτῇ τῇ καλάμῃ ὅσον δραχμὴν κόψας λεπτὰ, καταβρέξαι ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ τὴν νύκτα, ἔπειτα ἀπηθήσας, χλιαίνειν, εἴριον ὡς μαλθακώτατον ἐμβάπτων, καὶ τὸ μὲν προστιθέναι, τὸ δὲ ἀφαιρέειν. Βοηθεῖ δὲ καὶ κρόκος, σμύρνα, κάρυα ποντικὰ, ἄλευρον καθαρὸν, ἐν χηνὸς στέατι καὶ μύρῳ ἰρίνῳ προστιθέναι.

404

209. Ἢν περιωδυνίη ἔχῃ ἐκ προσθέτων καθαιρομένην, σμύρνης ἐμβάφιον, λιβανωτὸν ἴσον, μελάνθιον, κύπειρον, σέσελι, ἄννησον, λίνον, νέτωπον, μέλι, ῥητίνην, χηνὸς στέαρ, ὄξος λευκὸν, μύρον αἰγύπτιον, ἴσον ἑκάστου, τρίβειν ἐν οἴνῳ λευκῷ γλυκεῖ, δύο κοτύλῃσι, καὶ κλύζειν χλειροῖσι κλυσμοῖσιν. Ἢν ὀδύνη ἔχῃ μετὰ κάθαρσιν, κύπειρος, κάλαμος, σχοῖνος καὶ ἴρις, ταῦτα ἐν οἴνῳ μέλανι ἑψῶν χρέο. Ἕτερος κλυσμὸς, ἢν περιωδυνίη καὶ στραγγουρίη ἔχῃ· πράσου χυλὸν, ἀκτῆς καρπὸν, σέσελι, ἄννησον, λιβανωτὸν, σμύρναν, οἶνον, χύλωσον καὶ μῖξον καὶ κλύσαι. Ἢ σμύρνης ὀξύβαφον, λιβανωτοῦ ἴσον, μελανθίου καὶ κυπείρου ἴσον, σέσελι, ἄννησον, σελίνου σπέρμα, νέτωπον, μέλι, ῥητίνην, χηνὸς στέαρ, ὄξος λευκὸν, μύρον αἰγύπτιον, τούτων ἴσον ἑκάστου διεῖναι οἴνῳ λευκῷ γλυκεῖ καὶ κλύζειν. Ἢ λινοζώστιος ὕδωρ ἀφεψήσας ξὺν σμύρνῃ, λιβανωτῷ, νετώπῳ, ἢ ἐλελίσφακον, ὑπερικὸν, ἑψεῖν ἐν ὕδατι καὶ κλύζειν. Ἢ λίνου καρπὸν, ἄννησον, μελάνθιον, σέσελι, σμύρναν, κασσίης καρπὸν ἐν οἴνῳ ἑψεῖν καὶ κλύζειν. Ἕτερος κλυσμὸς, ἢν ὀδύνη ἴσχῃ σφοδρὴ μετὰ κάθαρσιν· ἀκτῆς καρπὸν καὶ δαφνίδας ἑψεῖν ἐν οἴνῳ μέλανι καὶ κλύσαι, ἢ ἀκτὴν ἑψήσας ἐν ὕδατι ἀποχέειν τὸ ὕδωρ, οἶνον δὲ γλυκὺν παραχέας κλύσαι· κἢν μετὰ κλυσμὸν ὀδύνη ἐγγένηται, ἑψεῖν τὰ θυώματα ἃ ἐς τὸ μύρον ἐμβάλλεται, καὶ ἀποχέαι τοῦ ὕδατος δύο κοτύλας, μῖξαι δὲ ἔλαιον χηνὸς καὶ ῥόδινον, καὶ κλύζειν χλιαρῷ. Πλέον δὲ

406
κλύσμα δύο κοτύλαι μηδενὶ ὡς ἔπος εἰπεῖν. Ἢ λινόζωστιν ἑψεῖν ἐν ὕδατι, καὶ μῖξαι χυλὸν μυρσίνης, λιβανωτὸν, νέτωπον ἴσον, καὶ κλύσαι χλιαρῷ. Ἢν δὲ ἀλγέῃ τὰς ὑστέρας, κυκλαμίνου ῥίζαν ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ τῷ θερμῷ λούεσθαι, καὶ ἀπόθερμον πινέτω.