De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

70. Ὁκόσα δὲ τεθνεῶτα τῶν ἐμβρύων ἢ τὸ σκέλος ἢ τὴν χεῖρα ἔξω ἔχει, ταῦτα ἄριστον μὲν, ἢν οἷόν τε, ἀπώσαντα ἔσω ἐπὶ κεφαλὴν στρέφειν· ἢν δὲ μὴ οἷόν τε ᾖ, ἀνοιδίσκηται δὲ, τάμνειν τῷδε τῷ τρόπῳ· σχίσαντα τὴν κεφαλὴν μαχαιρίῳ ξυμφλάσαι, ἵνα μὴ θράσσῃ, τῷ πιέστρῳ, καὶ τὰ ὀστέα ἕλκειν ὀστεολόγῳ, καὶ τῷ

148
ἑλκυστῆρι, παρὰ τὴν κληἳδα καταθέντα ὡς ἂν ἔχηται, ἕλκειν, μὴ κατὰ πουλὺ, ἀλλὰ κατ’ ὀλίγον, ἐξανιέντα καὶ αὖθις βιώμενον. Ὅταν δὲ ταῦτα μὲν ἔξω εἰρύσῃς, ἐν δὲ τοῖσιν ὤμοισιν ἔῃ, τάμνειν τὰς χεῖρας ἄμφω ἐν τοῖσιν ἄρθροισι μετὰ τῶν ὤμων· καὶ ὅταν ταῦτα κομίσῃς, ἢν μὲν οἷόν τε ᾖ ἰέναι, καὶ τἄλλα εὐπετέως ἕλκειν· ἢν δὲ μὴ ἐνακούσῃ, τὸ στῆθος πᾶν μέχρι τῶν σφαγέων σχίζειν, φυλάσσεσθαι δὲ ὡς μὴ κατὰ τὴν γαστέρα τάμῃς, καὶ ψιλώσῃς τι τοῦ ἐμβρύου, ἔξεισι γὰρ ἡ γαστὴρ καὶ τὰ ἔντερα καὶ κόπρος· ἢν δέ τι τουτέων ἐκπέσῃ, πραγματοειδέστερον ἤδη γίνεται· ξυμφλάσαι δὲ τὰ πλευρὰ, καὶ τὰς ὠμοπλάτας ξυναγαγεῖν, καὶ ῥηῖδίως μετὰ ταῦτα χωρήσει τὸ λοιπὸν ἔμβρυον, ἢν μὴ ἤδη οἰδαλέον ᾖ τὴν κοιλίην· ἢν γὰρ ᾖ τι τοιοῦτον, ἄμεινον τὴν γαστέρα τοῦ ἐμβρύου τρῆσαι πρηέως, ἔξεισι γὰρ φῦσα μοῦνον ἐκ τῆς γαστρὸς, καὶ εὐπετέως οὕτω χωρήσει. Ἢν δὲ ἐκπεπτώκῃ ἡ χεὶρ ἢ τὸ σκέλος τεθνεῶτος τοῦ ἐμβρύου, ἢν μὲν δυνατὸν ᾖ, εἴσω ἀπῶσαι ἄμφω, καὶ εὐτρεπίσαι τὸ ἔμβρυον, ταῦτα ἄριστα· ἢν δὲ μὴ οἷόν τε ᾖ τοῦτο ποιῆσαι, ἀποτάμνειν ὅ τι ἂν ἔξω ᾖ ὡς ἂν δύνηται ἀνωτάτω, καὶ τοὐπίλοιπον ἐσμασάμενος προῶσαι καὶ στρέψαι τὸ ἔμβρυον ἐπὶ κεφαλήν· ὅταν δὲ στρέφειν ἢ κατατάμνειν μέλλῃς τὸ παιδίον, τὰς ἰδίας χεῖρας χρὴ ἀπονυχίσασθαι, τὸ δὲ μαχαίριον, ᾧ ἂν κατατάμνῃς, καμπυλώτερον ἔστω ἢ ἰθύτερον, καὶ τοῦτο κατὰ κεφαλὴν ἀμφικαλύπτειν τῷ λιχανῷ δακτύλῳ, ἐσματευόμενον καὶ ὁδηγεῦντα καὶ ὀῤῥωδέοντα, ὅπως μὴ ψαύσῃς τῆς ὑστέρης.

71. Περὶ δὲ μύλης κυήσιος τόδε αἴτιον· ἐπὴν πολλὰ τὰ ἐπιμήνια ἐόντα γονὴν ὀλίγην καὶ νοσώδεα ξυλλάβωσιν, οὔτε κύημα ἰθαγενὲς

150
γίνεται, καὶ ἡ γαστὴρ πλήρης ὥσπερ κυούσης, κινέεται δὲ οὐδὲν ἐν τῇ γαστρὶ, οὐδὲ γάλα ἐν τοῖσι τιτθοῖσιν ἐγγίνεται, σφριγᾷ δὲ τοὺς τιτθούς. Αὕτη οὖν δύο ἔτεα, πολλάκις δὲ καὶ τρία οὕτως ἔχει. Καὶ ἢν μὲν μία σὰρξ γένηται, ἡ γυνὴ ἀπόλλυται· οὐ γὰρ οἵη τέ ἐστι περιγενέσθαι· ἢν δὲ πολλαὶ, ῥήγνυται αὐτέῃ κατὰ τὸ αἰδοῖον αἷμα πουλὺ καὶ σαρκῶδες· καὶ ἢν μὲν μετριάζῃ, σώζεται· ἢν δὲ μὴ, ὑπὸ ῥόου ἁλοῦσα ἀπόλλυται. Τὸ μὲν νούσημα τοιοῦτόν ἐστι· κρίνεσθαι δὲ χρὴ τῷ πληρώματι, καὶ ὅτι οὐ κινέεται ἐν τῇ γαστρί· τὸ μὲν γὰρ ἄρσεν τρίμηνον, τὸ δὲ θῆλυ τετράμηνον τὴν κίνησιν ἔχει· ἐπὴν οὖν τοῦ χρόνου παρελθόντος μὴ κινέηται, δηλονότι τοῦτό ἐστιν· ἔστι δὲ καὶ τόδε τεκμήριον μέγα· ἐν τοῖσι τιτθοῖσι γάλα οὐκ ἐγγίνεται. Ταύτην μάλιστα μὲν μὴ ἰῆσθαι· εἰ δὲ μὴ, προειπόντα ἰῆσθαι· καὶ πρῶτα μὲν πυρίησον ὅλον τὸ σῶμα, ἔπειτα κατὰ τὴν ἕδρην κλύσον, ὅκως αἷμα καταῤῥαγῇ πουλύ· καὶ γὰρ ἴσως ἂν κινήσαις τὸ ἔμβρυον τὸ δοκεῦν εἶναι τὸ ξυνεστηκὸς, διαθερμανθείσης τῆς γυναικὸς ὑπὸ τοῦ φαρμάκου· κλύζειν δὲ καὶ κατὰ τὰς μήτρας, ὅκως αἷμα ἀπαγάγῃς· εἰ δὲ μὴ, προσθέτοισι χρῆσθαι τοῖσιν ἀπὸ τῆς βουπρήστιος ἰσχυροτάτοισι, καὶ πιπίσκειν τὸ δίκταμνον τὸ Κρητικὸν ἐν οἴνῳ· εἰ δὲ μὴ, καὶ τὸν καστόριον ὄρχιν· καὶ ὄπισθεν αὐτῇ σικύην προσβάλλειν πρὸς τοὺς κενεῶνας, καὶ ἀφαιρέειν ὅτι πλεῖστον αἷμα· πρόσβαλλε δὲ καὶ ὅτι μάλιστα τεκμαιρόμενος κατὰ τὰς μήτρας.

72. Καὶ τοσοῦτον μὲν περὶ τῶν νοσημάτων τῶν ἀπὸ λοχείων

152
γινομένων εἴρηται· εἰσὶ δὲ οἱ κίνδυνοι ἐν αὐτοῖσιν οὐ σμικροί· ὀξέα γάρ ἐστι καὶ ταχὺ μεταλλάσσοντα, καὶ μᾶλλον πονέονται αἱ πρωτοτόκοι ἢ αἵτινές εἰσιν ἔμπειροι τόκων. Χωρέει δὲ τὰ λοχεῖα τῇ ὑγιηρῇ γυναικὶ ἱκανὸν ὅσον ἀττικὴ κοτύλη καὶ ἡμίσεια τὸ πρῶτον ἢ ὀλίγῳ πλέονα, ἔπειτα ἐπὶ ἐλάσσονα κατὰ λόγον τούτου, μέχρις ἂν παυσήται· χωρέει δὲ οἷον αἷμα ἀπὸ ἱερείων, ἢν ὑγιηρὴ, ὡς ἔφην, ἡ γυνὴ καὶ μέλλῃ ὑγιαίνειν, καὶ ταχὺ πήγνυται. Καὶ καθαίρεσθαι μετὰ τὸν τόκον ὡς ἐπὶ τὸ πλέον τὴν ὑγιηρὴν ξυμβαίνει, ἐπὶ μὲν τῇ κούρῃ ἡμέρας τεσσαράκοντα καὶ δύο τὴν χρονιωτάτην κάθαρσιν, ἀκίνδυνος δέ ἐστι καὶ εἴκοσι καὶ πέντε ἡμέρας καθαιρομένη· ἐπὶ δὲ τοῦ κούρου ἡμέρας τριήκοντα ἡ κάθαρσις γίνεται ἡ χρονιωτέρη, ἀκίνδυνος δέ ἐστι καὶ εἴκοσιν ἡμέρας γενομένη. Καὶ τῶν διαφθαρεισέων τὰ ἔμβρυα κατὰ λόγον ἡ κάθαρσις γίνεται τούτων τῶν ἡμερέων, καὶ ἐπὶ τοῖσι νεωτέροισι φθαρεῖσιν ἐλάσσονας ἡμέρας, ἐπὶ δὲ τοῖσι γεραιτέροισι πλέονας. Παθήματα δὲ τὰ αὐτά ἐστι περὶ λοχείων φθαρείσῃ τε τὸ ἔμβρυον καὶ τεκούσῃ, ἢν μὴ νήπιον φθείρῃ τὸ παιδίον· καὶ κινδυνεύουσιν αἱ φθείρουσαι μᾶλλον· αἱ γὰρ φθοραὶ τῶν τόκων χαλεπώτεραί εἰσιν· οὐ γάρ ἐστι μὴ οὐ βιαίως φθαρῆναι τὸ ἔμβρυον ἢ φαρμάκῳ ἢ ποτῷ ἢ βρωτῷ ἢ προσθέτοισιν ἢ ἄλλῳ τινί· βίη δὲ πονηρόν ἐστιν· ἐν γὰρ τῷ τοιούτῳ κίνδυνός ἐστι τὰς μήτρας ἑλκωθῆναι ἢ φλεγμῆναι· τοῦτο δέ ἐστιν ἐπικίνδυνον.

73. Τὸ δὲ γάλα ὅκως γίνεται, εἴρηταί μοι ἐν τῇ φύσει τοῦ παιδίου

154
τοῦ ἐν τόκῳ· ἐπὴν δὲ κυΐσκηται ἡ γυνὴ, καταμήνια οὐ μάλα χωρέει, πλὴν ἔστιν ᾗσιν ὀλίγα· τρέπεται γὰρ ἐς τοὺς μασθοὺς τὸ γλυκύτατον τοῦ ὑγροῦ ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν, καὶ ἐκθηλάζεται· καὶ ἀνάγκη ἐστὶ τὸ ἄλλο σῶμα κεκενῶσθαι μᾶλλον, καὶ ἧσσον πλῆρες γίνεται τοῦ αἵματος· τοῦτο οὕτω γίνεται. Εἰσὶ δὲ αἵτινες φύσει ἀγάλακτοί εἰσι, καὶ σφέας ἐπιλείπει τὸ γάλα πρὸ τοῦ καιροῦ· αὗται φύσει στεῤῥαί εἰσι καὶ πυκνόσαρκοι, καὶ οὐ διέρχεται ἐπὶ τοὺς μαζοὺς ἀρκέουσα ἰκμὰς ἀπὸ τῆς κοιλίης, πυκνῆς τῆς ὁδοῦ ἐούσης.

74. Ἐπιμήνια κατασπάσαι· ἐλατηρίου δύο πόσιας, ξυμμίσγεται δὲ καὶ στέαρ ὄϊος ἀπὸ τῶν νεφρῶν, ὅσον τὸ ἐλατήριον, μὴ διαθρύπτεσθαι, ποιέειν δὲ δύο προσθετά· ἤ μελάνθιον τὸ ἐκ τῶν πυρῶν τρίψας ὕδατι φορύξαι καὶ προσθετὰ δύο ποιῆσαι· προστιθέναι δὲ ταῦτα πρὸ τῶν ἡμερέων ᾗσι μέλλει ἐπέρχεσθαι· ποιέει δὲ, μὴ ἐξερχόμενα, ῥίγεα καὶ πυρετούς. Μαλθακὰ ὑφ’ ὧν καθαίρεται ὕδωρ καὶ ψάμμος, καὶ ἄγει ἐπιμήνια, ἢν μὴ πολυχρόνια ᾖ, καὶ τὸ στόμα μαλθάσσει· νάρκισσον, σμύρναν, κύμινον, λιβανωτὸν, ἀψίνθιον, κύπειρον, ἴσον ἑκάστου, ναρκίσσου δὲ μοίρας τέσσαρας, ἐπικτένιον ὠμοῦ λίνου ξυμμίξας, ταῦτα τρίβειν ὀριγάνου ἡψημένου ξὺν ὕδατι, καὶ ποιέειν βάλανον, καὶ προστιθέναι· ἢ καὶ κυκλαμίνου μίσγε ὅσον ἀστράγαλον· καὶ ἄνθος χαλκοῦ ὅσον

156
κύαμον τρίψας, μέλιτι δεῦσαι καὶ ποιῆσαι βάλανον, καὶ προστιθέναι· ἢ γλήχωνα, σμύρναν, λιβανωτὸν, ὑὸς χολὴν καὶ βοὸς ἐν μέλιτι ἀναταράσσειν καὶ ἀναπλάσσειν βάλανον. Ἢν τὰ ἐπιμήνια μὴ γίνηται, χηνὸς ἔλαιον καὶ νέτωπον καὶ ῥητίνην ξυμμίσγουσα προσθέσθω, εἰρίῳ ἀναλαμβάνουσα. Προσθετὸν καθαρτικὸν μαλθακόν· ἰσχάδα λὰβὼν δίεφθον ποιέειν, καὶ ἀποπιέσας τρίβειν ὡς λειοτάτην, εἶτα πρόσθες ἐν εἰρίῳ καὶ ῥοδίνῳ μύρῳ. Τὸ δριμύ· κράμβης, πηγάνου, ἑκατέρου ἥμισυ τρίψας, τὸν αὐτὸν τρόπον χρέο. Καθαρτικόν· χηνὸς μυελὸν, ἢ βοὸς, ἢ ἐλάφου, ὅσον κύαμον, παραχέοντα μύρον ῥόδινον καὶ γάλα γυναικὸς, τρίβειν ὡς φάρμακον τρίβεται, εἶτα τούτῳ ἐναλείφειν τὸ στόμα τῆς μήτρης. Ἕτερον προσθετὸν μαλθακόν· χηνὸς μυελὸν ὅσον κάρυον, κηρὸν ὅσον κύαμον, ῥητίνης σχινίνης ἢ τερεβινθίνης ὅσον κύαμον, ταῦτα τήξας ἐν μύρῳ ῥοδίνῳ ἐπὶ πυρὸς μαλθακοῦ, ποίησον ὡς κηρωτήν· εἶτα τούτῳ χλιερῷ ἐναλείφειν τὸ στόμα τῆς μήτρης, καὶ τὸν κτένα καταβρέχειν. Ἕτερον καθαρτικόν· ἄλευρον σιτάνιον, σμύρνης τριώβολον, κρόκου τὸ ἴσον, καστορίου ὀβολὸν, ταῦτα τρίψας μύρῳ ἰρίνῳ προστιθέσθω· ἢ κνίδης καρπὸν καὶ μαλάχης χυλὸν καὶ χηνὸς στέαρ ἅμα συμμίξαντα προσθεῖναι. Προσθετὸν ἄλλο καθαρτικὸν, ἢν τὰ γυναικεῖα μὴ φαίνηται· στύρακα καὶ ὀρίγανον τρίψας λεῖον καὶ ξυμμίξας, ἐπίχεε χηνὸς ἔλαιον, καὶ προστίθει.
158
Ἕτερον καθαρτικὸν προσθετὸν, ὥστε μήτρας ἐκκαθαίρειν καὶ αἷμα ἐκκενοῦν· ἀψινθίου ῥίζαν τρίψας λείην, μέλιτι καὶ ἐλαίῳ χηνὸς μίξας, προστίθει. Ἕτερον προσθετὸν καθαρτικόν· βουπρήστιος ἐφελεῖν κεφαλὴν καὶ πόδας καὶ πτερά· τὰ δ’ ἄλλα τρίβειν, καὶ ξυμμίσγειν τοῦ σύκου τὸ ἔνδον· διπλάσιον δὲ τὸ πῖον ἔστω· τοῦτο φυσᾷ τὰς ὑστέρας, τοῦτο καὶ τῇσιν ἀπαυδώσῃσιν ἄριστον. Ἢ λινοζώστιος τὰ φύλλα λεῖα προσθετὰ ποιέειν· τοῦτο λεπτὴν ἄγει καὶ χολώδεα κάθαρσιν. Καὶ ἡ ἀρτεμισίη ποιέει ὡς ἡ λινόζωστις, καὶ καθαίρει ἄμεινον. Ἐλλέβορος μέλας ἐν ὕδατι λεῖος, ἄγει καὶ οὗτος οἷον ἀπὸ κρεῶν ὕδωρ. Καὶ ἡ στυπτηρίη δὲ καὶ ἡ ῥητίνη τωὐτὸ δρᾷ. Κύπειρος, ἀψίνθιον, ἀριστολοχία, κύμινον, ἅλες, μέλι, ταῦτα πάντα ἐν τωὐτῷ τρίβειν καὶ προστιθέναι. Καὶ ἐλλέβορος ἐν οἴνῳ γλυκεῖ, αἰρῶν ἄλευρον καὶ πύρινον μέλιτι φυρήσας, ἐν εἰρίῳ προστιθέναι. Προσθετὰ, ἢν μὴ τὰ κατάποτα καθαίρῃ· λινόζωστιν, σμύρναν, λευκόϊον, κρόμμυον ὡς δριμύτατον, καὶ μελάνθιον, καὶ τὸ ἡδύοσμον, ἢν ὑποφέρῃ, ξυμμίξας, προστίθει. Προσθετὰ δριμέα ἄγοντα αἷμα· κανθαρίδας πέντε, πλὴν τῶν ποδῶν καὶ πτερῶν καὶ κεφαλῆς, καὶ σμύρναν καὶ λιβανωτὸν ἅμα ξυμμίσγειν καὶ μέλι, ἔπειτα βάψας ἐς ἄλειφα ῥόδινον ἢ αἰγύπτιον προσθέσθω τὴν ἡμέρην, καὶ ἐπὴν δάκνῃ, ἀφαιρέεσθαι· καὶ
160
βάπτειν πάλιν ἐς γάλα γυναικὸς καὶ μύρον αἰγύπτιον, προστίθεσθαι δὲ τοῦτο ἐς νύκτα, καὶ διανίζεσθαι ὕδατι εὐώδει, προστιθέναι δὲ στέαρ. Ἁρμόζοι δ’ ἂν βούπρηστις, ἢν μὲν σμικρὴ ᾖ, ἄνευ πτερῶν καὶ ποδῶν καὶ κεφαλῆς· ἢν δὲ μεγάλη, ἥμισυ, μίσγειν δὲ τὰ αὐτὰ ἃ καὶ τῇσι κανθαρίσι, καὶ προστιθέναι ὁμοίως· ἢν δὲ μαλθακωτέρου δέηται, τῇ βουπρήστει μῖξαι οἶνον καὶ κύμινον αἰθιοπικὸν, ἀσταφίδα τε καὶ πάλην σεσέλιος καὶ ἀννήσου, καὶ ἀναζέσαι τὸν οἶνον· ἀποχέας δὲ τρῖψαι λεῖον, καὶ πλάσαι· φθοΐσκους ὅσον δραχμιαίους· τούτων προστιθέναι, σμύρναν καὶ λιβανωτὸν μίσγοντα, ποιέειν δὲ τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῇσι κανθαρίσιν. Ἢ τὸ μελάνθιον τὸ ἐκ τῶν πυρῶν τρίβοντα λεῖον ξὺν μέλιτι, ποιέειν οἷον βάλανον· πτερῷ δὲ περίπλασσε. Προσθετὸν ἐνεργόν· ὀπὸν μανδραγόρου καὶ κολοκύντης ἀγρίης ξὺν γάλακτι γυναικείῳ πρόσθες. Ἢ τρύγα ξηρὴν ἐξ οἴνου παλαιοῦ λευκοῦ καίειν, καὶ οἴνῳ σβέσαι. Καὶ κολοκύντη ἀγρίη, λινόζωστις, νίτρον καὶ ἐρύσιμον. Θᾶσσον κατασπᾷ καὶ μανδραγόρου ῥίζα, κανθαρὶς, ἕρπυλος, δάφνης καρπὸς, μύρον ἴρινον, δάφνινον· τιθυμάλου τὸν ὀπὸν μίσγειν, καὶ ἀνακινέειν, καὶ τὸν ἰξὸν ἀφαιρέειν, καὶ διδόναι ὅσον ὄροβον, καὶ προσθετὸν ποιῆσαι ἄριστον· εἰ δὲ πλέον ἴοι, οἴνῳ προσκλυζέσθω. Ἢ ὀπτοῦ χαλκοῦ εκδιεὶς, χλιερὸν ἀναλαμβάνειν εἰρίῳ, καὶ προστιθέναι.

162

75. Kυητήριον· κεδρίης ἐμβάφιον, στέατος βοείου δραχμὰς τέσσαρας, λεῖα τρίψας καὶ ἐς τωὐτὸ μίξας, πεσσοὺς ποιέων, προστίθει νήστει, καὶ προσκειμένη ἐκνηστευέτω τὴν ἡμέρην· προστιθέσθω δὲ δὶς, πρωῒ καὶ δείλης, μετὰ τὰ καταμήνια, καὶ μετὰ τὸ δεῖπνον λούσθω, καὶ κοιμάσθω ξὺν τῷ ἀνδρί. Ἢ μελάνθιον φλάσαι, καὶ ἐς ῥάκος ἐνδῆσαι, καὶ χηνὸς ἔλαιον ἐμβαλεῖν, καὶ δοῦναι προσθέσθαι. Ἕτερον κυητήριον· γυναϊκα θεραπεῦσαι, ὥστε ξυλλαβεῖν ἐν γαστρί· οὖρον λαβὼν παλαιὸν καὶ σιδήρου σκωρίην ὅσην δὴ παλαστὴν τὰ θρύμματα, ἔπειτα καθίσας τὴν γυναῖκα ἐπὶ δίφρου, καὶ ξυγκαλύψας καὶ τὸ σῶμα καὶ τὴν κεφαλὴν, ὑποθεὶς ποδανιπτῆρα, ἐμβαλεῖν κατὰ τρία διάπυρα τὰ θρύμματα· ἔστω δὲ τὸ οὖρον ὅσον χοῦς· καὶ ἐν τούτοις πυριῇν αὐτὴν ὅσον τριήκοντα πυρίας· ἐπὴν δὲ πυριήσῃς, σμῆχε τὴν κεφαλὴν τῷ οὔρῳ, ᾧ ἂν πυριηθῇ, ἐναποσβεννύων πάλιν τοὺς λίθους καὶ τὴν πυρίην πάλιν θερμήνας· μετὰ ταῦτα λοῦε κατὰ κεφαλῆς ὡς πλείστῳ, ἕψων ἐν τῷ ὕδατι πόλιον καὶ τῆς ἄγνου ὡς πλεῖστα· ταῦτα δὲ ποίεε ἡμέρας ἑπτά· τρὶς δὲ ὑποθυμιῇν τούτων ἑκάστην πυρίην πρὸ τοῦ σμήχεσθαι· χριέσθω δὲ ἐκ τοῦ

164
λουτροῦ ἐλαίῳ δαφνίνῳ. Μετὰ δὲ τὸ δεῖπνον φαγοῦσα κρόμμυα ἐμβάπτουσα ἐς μέλι, καὶ μελίκρητον χλιερὸν ὅσον κοτύλας τέσσαρας πιοῦσα, ἔπειτα, ἐπὴν φάγῃ, σμικρὸν ἐπισχοῦσα, ἀπεμεέτω· καὶ ἀνακλιθεῖσα. ὑπτίη, τοῦ πηγάνου ἐχέτω καὶ ἐν τοῖσιν ὠσὶ καὶ ἐν τῇσι ῥισί· καὶ ἄρτον ζυμίτην, ὅσον ἕκτον μέρος χοίνικος, ἐς ζωμὸν ἐνθρύψασα ὄρνιθος, ἔχοντα σελίνου ὅσον χήμην, προσφερέσθω· καὶ πάλιν δίδου τὸ ἴσον ἐπὶ τῷ δείπνῳ· τωὐτὸ δὲ ποίεε τὰς ἑπτὰ ἡμέρας. Ἔπειτα δὲ τὴν κοιλίην κλύζε ἡμέρας ἑπτά· ἔστω δὲ κλύσμα ῥητίνης δραχμαὶ τέσσαρες, μέλιτος ὀξύβαφον τῶν πλατέων, ἐλαιον ἴσον, πυρῶν σητανίων χυλὸς, νίτρου ἀφρὸς, ὠὰ ἑπτὰ· κοτύλαι δὲ ὀκτὼ τοῦ κλύσματος, τουτέων αἱ τρεῖς πτισάνης χυλοῦ· κλυζέτω δὲ πλαγίην, καὶ λοῦε ὀλίγῳ. Προστιθέσθω δὲ καὶ βαλάνους ἑπτὰ, τῆς ἡμέρης, κατεχέτω δὲ ἔστ’ ἂν κατατακῇ· ἔστωσαν δὲ λιβάνου, νίτρου, χαλβάνης, μέλιτος ἑφθοῦ· σίτῳ δὲ χρήσθω τῷ αὐτῷ. Ὑποθυμία δὲ πόλιον, ὄνου τρίχας, λύκου κόπρον, ἐπίβαλλε δὲ ὡς πλεῖστον ἐπὶ ἀνθρακιὴν, καὶ περικαθίσας αὐτὴν καὶ περιστείλας θυμία, φυλασσόμενος μὴ κατακαύσῃς. Ἢν δὲ γυνὴ μὴ δύνηται τίκτειν πρόσθεν τίκτουσα, νίτρον καὶ ῥητίνην καὶ σμύρναν καὶ κύμινον αἰθιοπικὸν καὶ μύρον τρίβειν ἐν τωὐτῷ, καὶ προστίθεσθαι. Ἢ γλήχωνα ξηρὴν ἐν ὀθονίῳ προστιθέσθω· πίνειν δὲ τὴν γλήχωνα, ἐπὴν εὕδειν μέλλῃ. Ἕτερον κυητήριον· διαιτᾷν δεῖ τὴν γυναῖκα ἥτις δέεται κυήσιος, καὶ διδόναι αὐτῇ ἅπερ λεχοῖ καὶ ἐσθίειν καὶ πίνειν, τῷ δὲ ἀνδρὶ τῆς γυναικὸς τἄλλα
166
πλὴν σκορόδου, καὶ κρομμύου, καὶ ἔτνους, καὶ ὀποῦ σιλφίου, καὶ ὅσα φυσητικά· τούτων δὲ ἀπεχέσθω. Ἔγχυτον κυητήριον, εἰ μὴ κυΐσκεται· γάλα γυναικὸς κουροτρόφου, σίδης νεαρῆς τοὺς κόκκους τρίψας, καὶ ἐκπιέσας τὸν χυλὸν, καὶ χελώνης θαλασσίης τὸν περίνεον κατακαύσας, τρίψας, ἐγχέαι ἐς τὸ αἰδοῖον. Ἔγχυτον κυητήριον μὴ κυούσῃ· γάλα καὶ ῥητίνην καὶ σίδης γλυκείης χυλὸν, ταῦτα ξὺν μέλιτι μίξας, ἐγχεῖν πάντα. Κυητήριον· βολβοῦ τοῦ λευκοῦ καρπὸν ἢ τὸ ἄνθος τρίψασα ξὺν μέλιτι, ἐν εἰρίῳ ἑλίξασα, προσθέσθω πρὸς τὴν μήτρην ἡμέρας τρεῖς· τῇ δὲ τετάρτῃ. μαλάχην ἀγρίην τὴν πλατύφυλλον τρίψασα, μῖξαι γυναικὸς γάλακτι, καὶ ἐς εἴριον ἑλίξασα, προσθέσθω· εἶτα κοιμάσθω μετὰ ἀνδρός· προῤῥοφεέτω δὲ γλήχωνα ἐπ’ ἀλεύροισιν ἑφθὴν, καὶ πινέτω γλήχωνα ἐν οἴνῳ λεπτήν. Ἢν δὲ τούτου μὴ ἐσακούῃ. λαβὼν κάνυζαν εὔοδμον, ξυγκόψας καὶ ἐκθλίψας τὸν χυλὸν καὶ μίξας οἴνῳ, πινέτω νῆστις. Ἕτερον κυητήριον· ἀσπαράγου καρπὸν πινέτω ὁμοίως ἐν οἴνῳ. Ἕτερον κυητήριον· χορίον γυναικὸς καὶ τῶν εὐλέων τὰς κεφαλὰς τρίψας, διεὶς στυπτηρίην αἰγυπτίην ἐν χηνὸς στέατι, ἐν εἰρίῳ προσθέσθω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον ἐπὶ τοῦ αὐτοῦ· ἰὸν χαλκαῦ, ἄνθος, ἡμιωβόλιαν ἑκατέρου, λιβανωτὸν ἄρσενα, στυπτηρίην σχιστὴν, οἰνάνθην ἀμπέλου, κικίδα, σμύρναν, σίδιον, ῥητίνην, πόλιον. ὀβολὸν ἑκάστου, ἐν μέλιτι τρίψασα. προσθέσθω ἐπὶ τρεῖς ἡμέρας δὶς τῆς ἡμέρης· ἢν δ’ ἴσως δριμύτερον ᾖ, παραμίσγειν χηνὸς στέαρ καὶ νίτρον ὀπτόν·
168
διδόναι δὲ οἶνον, φεύγοντα τὸ ἐν αὐτῷ μένος. Ἕτερον κυητήριον· εὐλὴν ἥτις ἔχει τὴν κέρκον, λαβὼν αὐτῶν τρεῖς ἢ τέσσαρας μοίρας καὶ ὀρίγανον λεπτὴν, τρίψας ἐν ῥοδίνῳ μύρῳ, προσθέτω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον κυητήριον· ἀνδράχνην τρίψας μετὰ στέατος χηνὸς καὶ σμύρνης καὶ πράσου σπέρματος καὶ βοὸς χολῆς, ἐν εἰρίῳ ἐνελίξας προστιθέναι πρὸς τὸ στόμα τῆς μήτρης. Ἢν τὰ μὲν καταμήνια γίνηται πολλὰ, μὴ ξυλλαμβάνῃ δὲ, κυητήριον· χαλκοῦ ἄνθος, ὀβολοὺς δύο, καὶ στυπτηρίης σχιστῆς ὡσαύτως, τρίψας λεῖα ἐν μέλιτι, εἶτα ἐν εἰρίῳ ἀνασπογγίσας, ἐνδήσας τὸ εἴριον ἐς ὀθόνιον λίνῳ, προσθέτω ὡς ἐσωτάτω· τὸ δὲ λίνον ὑπερεχέτω· εἶθ’ ὅταν καλῶς καθαρθῇ, ἀφελέτω, καὶ οἶνον ἀναζέσας εὐώδεα, μυρσίνης φύλλα ἐμβαλὼν, τούτῳ προσκλυσάσθω, καὶ ἴτω πρὸς τὸν ἄνδρα. Κυητήριον προσθετόν· μέλι, σμύρναν, μυρίκης τὸν καρπὸν, ῥητίνην ὑγρὴν, χηνὸς ἄλειφα, τρίψας ἅπαντα ἐν τῷ αὐτῷ, εἰρίῳ ἐνελίξασα προστιθέσθω. Κυητήριον προσθετὸν σφόδρα ἀναστομῶσαι μήτρην δυνάμενον, ὅταν μεμύκῃ καὶ μὴ δύνηται κυῆσαι, καὶ ὕδωρ ἐκκαθῆραι· λαβὼν σχεδιάδα τὴν μικρὴν, καὶ σχῖνον, καὶ κύμινον, καὶ κύπειρον, καὶ ἀγρίην κολοκύντην, καὶ νίτρον ἐρυθρὸν, καὶ ἅλας αἰγύπτιον, καὶ σχεδιάδα τὴν μεγάλην, ταῦτα πάντα λεῖα ποιήσας, δι’ ὀθονίου διηθῆσαι· λαβὼν δὲ μέλι, ἕψησον ἐπὶ πυρὶ μαλθακῷ· ἐπειδὰν δὲ ζέσῃ, παράμιξον κηρὸν, ῥητίνην· ἔπειτα ξυμμίξας πάντα, ἔλαιον ἐπιχέας, ἀφελὼν, χλιήνας, εἴριον ἐγκυλίωτον ἐνελίξας προστίθει
170
τῇ μήτρῃ, μέχρις ἂν καθαρθῇ, Ἕτερον κυητήριον· ἢν γυναῖκα βούλῃ κυῆσαι, καὶ τοῖσι καθαρτηρίοισι νῆστις χρῆσθαι, καὶ εἰ δεῖ πρὸς τὸν ἄνδρα ἰέναι. δαφνίδας μελαίνας δέκα, λιβανωτοῦ δραχμίδας τρεῖς, καὶ κύμινον ὀλίγον τρίψας ἐν μέλιτι, ἐς εἰρίον πινῶδες ἐγκυλίων, ἅπαξ τῇ ἡμέρῇ τῇ αὐτῇ προστιθέσθω, καὶ ἀφαιρείσθω ἅπαξ ἕως ἡμερῶν τεσσάρων, καὶ ἔπειτα ἀσιτείτω τὰς ἴσας ἡμέρας.

76. Ἀτόκιον· ἢν μὴ δέῃ κυΐσκεσθαι, μίσυος ὅσον κύαμον διεὶς ὕδατι, πίνειν διδόναι, καὶ ἐνιαυτὸν, ὡς ἔπος εἰπεῖν, οὐ κυΐσκεται.

77. Ὠκυτόκια δυστοκεύσῃ· δάφνης ῥίζην ξύσας ἢ τοὺς κόρους ὅσον ἥμισυ ὀξυβάφου, ἑφ’ ὕδατι δὸς πιεῖν θερμήνας. Ὠκυτόκιον· δικτάμνου ὅσον δύο ὀβολοὺς τρίψας ἐν ὕδατι θερμῷ πινέτω. Ἢ ἀβροτόνου δραχμὴν καὶ κεδρίδας καὶ ἄννησον ἐντρίψας ἐν γλυκέος οἴνου κυάθῳ, παραχέας ὕδατος παλαιοῦ κύαθον, δὸς πιεῖν· τοῦτο καλὸν δίδοται, ἢν πρὸ τῶν ὠδίνων δοθῇ. Ἢ δικτάμνου ὀβολὸν, σμύρνης ὀβολὸν, ἀννήσου δύο ὀβολοὺς, νίτρου ὀβολόν· ταῦτα τρίψας λεῖα, γλυκέος οἴνου ἐπιχέας κύαθον καὶ ὕδατος θερμοῦ κυάθους δύο, δὸς πιεῖν, εἶτα λοῦσον θερμῷ. Ὠκυτόκιον· ῥητίνην τερμινθίνην, μέλι. ἔλαιον διπλάσιον τούτων, οἶνον εὐώδεα ὡς ἥδιστον, ταῦτα ξυμμίξας,

172
χλιήνας, διδόναι ἐκπιεῖν πλεονάκις· καταστήσει δὲ καὶ τὰς μήτρας, ἢν φλεγμήνωσιν. Ἕτερον ὠκυτόκιον· τοῦ σικύου τοῦ ἀγρίου, ὅστις ἂν ἤδη λευκὸς ᾖ, τὸν καρπὸν ἐμπλάσας κηρῷ, εἶτα εἰρίῳ ἐνελίξας φοινικέῳ, περίαψον περὶ τὴν ὀσφύν. Ἢν δὲ ἡ κύουσα πουλὺν χρόνον ἐπέχηται καὶ μὴ δύνηται τεκεῖν, ἀλλ’ ὠδίνῃ πλείους ἡμέρας, νέη δ’ ἔῃ καὶ ἀκμάζῃ καὶ πουλύαιμος, τάμνειν χρὴ τὰς ἐν τοῖσι σφυροῖσι φλέβας καὶ ἀφαιρέειν τοῦ αἵματος, πρὸς τὴν δύναμιν ὁρέων· καὶ μετὰ ταῦτα λοῦσαι θερμῷ ὡς ὑπὸ θερμοῦ διαφλύωνται· πιεῖν δὲ δοῦναι ἄγνου καρπὸν καὶ δίκταμνον κρητικὸν ἴσον ἑκατέρου ἐν οἴνῳ λευκῷ ἢ ἐν ὕδατι· προσθετὸν δὲ ποιήσας πρόσθες χαλβάνην καὶ δαφνίδας καὶ ῥόδινον ἔλαιον, ἐν εἰρίῳ ἐνειλίξας. Ὠκυτόκιον· τῆς δρυοπτέριδος τὴν ῥίζαν τρίψας ἐν οἴνῳ, δὸς πιεῖν· ἢ καὶ ἀδίαντον τρίβειν ἐλαίῳ, καὶ διεῖσα πίνειν ἐν οἴνῳ ἀκρήτῳ.

78. Λεχοῖ τὰ λοχεῖα καθαίρει ἄμεινον· χελώνης θαλασσίης ἧπαρ χλωρὸν ἔτι ζώου ἐν γάλακτι γυναικείῳ τρίβειν, καὶ ἴρινον μύρον, καὶ οἶνον ἀναδεῦσαι καὶ προστιθέναι· ἢ λινόζωστιν τριπτὴν ἐν εἰρίῳ πρόσθες· ἢ ἀρτεμισίην τρίβων ὁμοίως ἐν εἰρίῳ προστιθέναι· καὶ λινοζώστιος καὶ σικύης ὀλίγον τρίψας, οἴνῳ τε καὶ μέλιτι δεύσας, προστιθέναι. Ἐκ τόκου καθαρτήριον λοχείων· πυροὺς τριμηνιαίους

174
ἐρείκειν ὄσυν ἥμισυ χοίνικος, ἕψειν δὲ ἐν βδατι κοτύλῃσι τέσσαρσιν· ἔταν δὲ ξέσῃ, δὶς ἢ τρὶς δοῦναι ῥοφῆσαι. Ἕτερον· τῆς ἀκτῆς τὰ φύλλα ἑψήσας ἐν ὕδατι, ἀποχέαι καὶ πίνειν· τρωγέτω δὲ καὶ κράμβας ἑφθὰς καὶ πράσα καὶ μάραθρον καὶ ἄννησον καὶ πουλύποδας καὶ παράβους· ἢ τοῦ ῥοῦ τὰ φύλλα καὶ ἐρύσιμον ἐν οἴνῳ, ἄλφιτα παλύνων, δοῦναι πίνειν· ἢ μίσυ ὅσον δύο ὀβολοὺς τρίψας, ἐν οἴνῳ φορύξας, προστιθέναι. Καθαρτήριον ἐπιμηνίων καὶ λοχείων μάλιστα, καὶ ὕδωρ ἄγει καὶ τὰ ἄλλα· στρουθίου ῥίζαν λεῖον κεκομμένην, ὅσον τοῖσι τρισὶ δακτύλοισιν, ἕν μέλιτι δεύσας, προσθεῖναι· φύεται δὲ οἷον τὸ ἐν Ἄνδρῳ ἐν τοῖσιν αἰγιαλοῖσιν. Ἕτερον καθαρτήριον ὁμοίως· ἐρύσιμον ἑψεῖν ἐν ὕδατι, καὶ ἐπιχέειν ἔλαιον, ὅταν ἀναβλύῃ, καὶ ψύχειν, καὶ ὑποθυμιῇν· ἀγαθὸν δὲ καὶ τὸν χυλόν, καὶ σιτίοισι μαλθακοῖσι χρῆσθαι. Λοχεῖα καθαίρει· ἐρύσιμον τρῖβε ἡσύχως, καὶ ἀναψυσᾷν θέλε τὸ κέλυφος· ὅταν δὲ καθαρὸν ποιήσῃς, τρίβειν λείως, καὶ ὅδωρ παραστάζειν, καὶ ἅλας καὶ ἔλαιον μίσγειν· ὅταν ἐπιπάσῃς βλητα, ἕψε, καὶ ῥοφείτω. Ἢν μὴ κατίῃ ἡ κάθαρσις ἡ λοχείη, λαβὼν σικύης ἐντεριώνης ὅσον τριώβολον, καὶ ἀρτεμισίην ποίην, καὶ λιβανωτοῦ ὅσον ὀβολὸν, τρίψας, ἐν μέλιτι μίξας, ἐς εἴριον ἐνειλίξας, πρόσθες πρὸς τὸν τὸ στόμα τῆς μήτρης, νυκτὸς ἀεὶ καὶ ἡμέρης, ἄχρις ἡμερέων πέντε τοῦτο ποιέειν. Ἢ τὸ ἀμπέλιον τρίβειν χλωρὸν, καὶ
176
μέλιτι μίσγων, ἐς εἴριον ἐνειλίξας, προστιθέναι τὸν αὐτὸν τρόπον. Ἢ τῆς κυπαρίσσου τὸν καρπὸν καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ διεὶς καὶ μέλιτι, ἐς εἴριον ἐνειλίξας, προστιθέσθω. Ἢ ἀβρότονον ὅσον δραχμὴν, καὶ σικύης ἐντεριώνην ὅσον ὀβολὸν τρίψας ἐν μέλιτι, ἐς εἴριον ἐνειλίξας, προστιθέναι. Ἢ ἐλατηρίου ὀβολὸν καὶ σμύρνης τρίψας ἐν μέλιτι, ἐς εἴριον ἐνειλίξας, προστιθέσθω Ἢ κυπαρίσσου καρπὸν καὶ σικύης ἐντεριώνην καὶ λιβανωτὸν μέλιτι μίξας, ἐν εἰρίῳ προστιθέσθω. Καθαρτήριον, ἢν ἐκ τόκου μὴ καθαρθῇ· τοῦ τριφύλλου ἐν οἴνῳ λευκῷ πίνειν, καὶ τὰ καταμήνια καταῤῥήγνυσι τωὐτὸ προσθετὸν καὶ ἔμβρυον ἐκβαλλει. Μητρέων καθαρτικὸν, ὅταν τοῦ παιδίου ἐναποθανόντος αἷμα ἐμμείνῃ· κολοκύντην ἀγρίην τρίψασα ἐν μέλιτι λειχέτω, ἢ προστιθέσθω. Λοχείης πάσης, ἢν μὴ καλῶς ἴῃ· ἐρύσιμον ἑψεῖν καὶ ἄλφιτον, καὶ ἔλαιον ἐπιχέας, ὅταν ᾖ ἑφθὸν, ῥοφεέτω, καὶ σιτίοισιν ὡς μαλθακωτάτοισι χρεέσθω. Ἢ σκαμμωνίην τρίψας ἐν γάλακτι γυναικείῳ, εἰρίῳ ἀνασπογγίσας, προσθεῖναι· ἢ τῆς γλυκυρίζης μέλιτι δεύσας καὶ ῥοδίνῳ μύρῳ ἢ αἰγυπτίῳ ἐν εἰρίῳ προσθέσθω· ἢ ἄλητον πλυτὸν ὁμοίως προστιθέσθω· πινέτω δὲ κρήθμου καρπὸν καὶ σεσέλιος, καὶ πηγάνου καρπὸν, ἑκάστου ὀβολοὺς δύο τρίβειν ὁμοῦ, καὶ ἐν ἀκρήτῳ, ἢν μὴ πυρεταίνῃ, διδόναι. Προσθετὸν ἐκβάλλον χορίον ἀπολελειμμένον· τῆς ἀκτῆς τὸ φύλλον, προπυριῇν δὲ καὶ προστιθέναι ξὺν τῇ κανθαρίδι τοῦτο καὶ ὅσα ἠπεδανά· ἢν δὲ ἀμύσσηται καὶ δάκνῃ, αὐτίκα ἀφαιρέειν, καὶ ἐς
178
ῥόδινον εἴριον ἀποβάπτουσα προσθέσθω. Προσθετὸν δυνάμενον χορίον ἐξαγαγεῖν, καὶ ἐπιμήνια κατασπάσαι καὶ ἔμβρυον ἀπόπληκτον· κανθαρίδας πέντε ἀποτίλας τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον παραθαλάσσιον κόψας ξὺν τῇ ῥίζῃ καὶ τοῖσι φύλλοισιν ὅσον κόγχην, καὶ τὸ βοάνθεμον χλωρὸν τρίψας τὸ ἔξω σκληρὸν ὅσον κόγχην, καὶ σελίνου σπέρμα τὸ ἴσον, καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐπ’ οἴνῳ γλυκεῖ κεκρημένῳ προσθεῖναι, καὶ ἐπὴν ὀδύνη ἔχῃ, ἐν ὕδατι θερμῷ καθήσθω, καὶ μελίκρητον ὑδαρὲς πινέτω, καὶ οἶνον γλυκὺν, καὶ τοῦ τετριμμένου ὅσον στατῆρα αἰγιναῖον ἐν οἴνῳ πίνειν γλυκεῖ· ἐπὴν δὲ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ σταφίδας ἑψήσας ἐν ὕδατι ψῦξαι καὶ διδόναι πίνειν, καὶ ὅταν ἡ στραγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ ἐγκαθήσθω. Ἐκβόλιον ὑστέρων· σικύου ἀγρίου τὸν ὀπὸν ὅσον ποιεῖν ὡς μαζίον ἐμπλάσασα προστιθέναι, προνηστεύσασα ἐπὶ δύο ἡμέρας, οὐκ ἂν εὕροις τούτου ἄμεινον. Πειρητήριον· μώλυζαν σκορόδου ἀποζέσας προσθεῖναι. Ἕτερον πειρητήριον· νέτωπον ὀλίγον εἰρίῳ ἐνελίξας προσθεῖναι, καὶ ὁρῇν ἢν διὰ τοῦ στόματος ὄζῃ. Προσθετά· σκορπίου θαλασσίου τὴν χολὴν ἐν εἰρίῳ τιθεὶς καὶ ξηρήνας ἐν σκιῇ προστίθει· ἢ γλήχωνα ξηρήνας, λείην ποιήσας, ἐν μέλιτι δεύσας, ἐν εἰρίῳ προστιθέναι· ἢ ἄνθος χαλκοῦ ἐν μέλιτι ἐς ὀθόνιον ἐνδήσας προσθεῖναι· ἢ σικύου σπέρμα καὶ ὄστρακον κατακαύσας, ἐν οἴνῳ τε δεύσας, ἐν λαγωῇσι θριξὶν ἢ εἰρίῳ προστιθέναι. Ἄλλο προσθετόν· στυπτηρίην αἰγυπτίην ἐν εἰρίῳ κατελίξας
180
προσθεῖναι. Ἢ κανθαρίδας τρίψας οἴνῳ τε δεύσας, ἐν εἰρίῳ προστίθει. Ἢ τὴν ἀρτεμισίην ποίην οἴνῳ δεύσας προστίθει. Ἢ μελάνθιον τρίψας ἐν οἴνῳ ἐν εἰρίῳ προστίθει. Ἢ βόλβιον τὸ ἐκ τῶν πυρῶν τρίψας ἐν οἴνῳ τε δεύσας, ἐν εἰρίῳ προστίθει. Ἢ οἴνου παλαιοῦ λευκοῦ τὴν τρύγα κατακαῦσαι, καὶ κατασβέσαι οἴνῳ λευκῷ, καὶ τρῖψαι, καὶ προσθεῖναι ἐν ὀθονίῳ. Ἢ χαλβάνην καὶ νέτωπον καὶ μίσυ ἐν ῥοδίνῳ μύρῳ, ἐν ὀθονίῳ προσθεῖναι. Ἄλλο προσθετόν· ἐλατηρίου δύο πόσιας καὶ κηρίον ἐν οἴνῳ δι’ ὀθονίου προστίθει. Ἢ βούτυρον καὶ στυπτηρίην μέλιτι δεύσας ὁμοίως. Ἢ ὀπὸν σκαμμωνίης καὶ στέαρ ἐν μάζῃ ξυμμίξας οἴνῳ τε δεύσας, δι’ ὀθονίου προσάγειν. Ποτὰ δυνάμενα χορίον τι κρατηθὲν ἐν τῇ μήτρῃ ἐξαγαγεῖν· κολοκυνθίδος ἀγρίης τρίψας τὸ ἔνδον ἐν γάλακτι γυναικείῳ ἐν ὀθονίῳ προστιθέσθω. Ἐπὶ τοῦ αὐτοῦ· σίλφιον ὅσον κύαμον ἐν οἴνῳ διδόναι πίνειν. Ἕτερον ἐκβόλιον· ὑπὸ τὰς μασχάλας λαβὼν σείειν ἰσχυρῶς. Ποτὰ δὲ διδύναι ἄγνου πέταλα ἐν οἴνῳ· ἢ δίκταμνον κρητικὸν ὅσον ὀβολὸν ἐν ὕδατι τρίβειν καὶ διδόναι· ἢ κονύζης τῆς δυσόσμου ὅσον χεῖρα πλείην διεῖναι πράσου χυλῷ, καὶ νέτωπον, ὅσον χήμην ἁδρήν· ταῦτα ἐν οἴνῳ δοῦναι πιεῖν τρίψαντα λεῖα. Ἢ δᾷδα πιοτάτην ξὺν γλυκεῖ οἴνῳ ἑψεῖν, ἐπιχέας ὅσον τρεῖς κυάθους, καὶ χαλβάνην ὅσον τριώβολον, καὶ σμύρναν, ἑψήσας, ἐπειδὰν παχὺ
182
γένηται, δὸς πιεῖν χλιαρόν. Ἢ πράσου χυλὸν καὶ σμύρναν καὶ οἶνον γλυκὺν ὁμοῦ. Ἢ ἀνδράχνης καρπὸν λέαινε, δίδου δὲ ἐν οἴνῳ λευκῷ παλαιῷ. Ἢ αἰγείρου κρητικῆς κόκκους ἐννέα τρίψας ἐν οἴνῳ πινέτω. Ἢ βατραχίου τοῦ φύλλου καὶ τοῦ ἄνθεος τετριμμένου ὅσον δραχμὴν αἰγιναίην ἐν οἴνῳ πίνειν γλυκεῖ. Ἢν δὲ ἐνέχηται τὸ χορίον, λεβηρίδος ὅσον ὀβολὸν τρίβειν ἐν οἴνῳ καὶ πῖσαι. Ἢ σελίνου ῥίζαν καὶ μύρτα ἑψέτω, πίνειν δὲ ἡμέρας τέσσαρας. Ἢ κύμινον αἰθιοπικὸν, καὶ τὸ καστόριον ὁκόσον ὀβολὸν, καὶ κανθαρίδος σμικρόν· ταῦτα ἐν οἴνῳ διδόναι πίνειν. Ἢ μαράθρου ῥίζαν ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ μέλιτι ἀναζέσαντα πιπίσκειν. Ἢν τὸ χορίον μὴ ὑποχωρέῃ, κόνυζαν τρίψας ἐν εἰρίῳ πρόσθες, πίνειν δὲ ἄμεινον. Ἢ κονύζης ὅσον χανδάνει χεὶρ, πράσου τε χυλὸν καὶ νέτωπον ξυμμῖξαι ὅσον χηραμύδα, ταῦτα ἐν οἴνῳ πινέτω. Χορίον ἐξάγει, καὶ ἐπιμήνια κατασπᾷ, καὶ ἔμβρυον ἡμίεργον ἕλκει· κανθαρίδας πέντε, ἀποτίλας τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον τὸ παραθαλάσσιον κόψας ξὺν τῇ ῥίζῃ καὶ τοῖσι φύλλοισιν, ὅσον κόγχην, καὶ τὸ εὐάνθεμον τὸ χλωρὸν τρῖψον ἴσον πλῆθος, καὶ σελίνου σπέρμα, καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ ταῦτα ὁμοῦ, καὶ ἐπειδὰν ὀδύνη ἔχῃ, πίνειν· καὶ ἐν ὕδατι θερμῷ ἐγκαθιζέσθω, πινέτω δὲ μελίκρητον ὑδαρὲς καὶ γλυκὺν οἶνον λευκόν. Ὕστερον δύναται ἐκβάλλειν· ὁλοκωνίτιδος τῆς γλυκείης ῥίζα, ἔστι δὲ ὡς ὁ βολβὸς, σμικρὸν δὲ ὡς ἐλαίη, ταύτην τρίβειν ἐν οἴνῳ καὶ διδόναι πίνειν· ἢν μὲν ᾖ σμικρὴ, δύο, ἢν δὲ μείζων, μία ἀρκέει· παραμίσγειν δὲ τῶν σπερμάτων κύμινον αἰθιοπικὸν καὶ σέσελι μασσαλιωτικὸν, ἢ φύλλον
181
τὸ λιβυκὸν ξηρὸν ἡμιχοινίκιον σὺν οἴνῳ κοτύλῃσι τρισὶν, ἑψεῖν καὶ ἄγειν ἐς τὸ ἥμισυ, καὶ ἀπὸ τούτου πινέτω. Ἄλλο· λύγου καρπὸν, σεσέλιος ἴσον, σμύρνης, τρίβειν ὁμοῦ, καὶ σὺν ὕδατι διδόναι πίνειν. Ἐκβόλια· ἄγνου λευκῆς νέης ὅσον ὀξύβαφον, ἐν οἴνῳ λευκῷ εὐώδει δὸς πιεῖν, τρίψας λεῖον. Ἕτερον· καστορίου ἢ σαγαπήνου ὀβολὸν, ἀσφάλτου δραχμὴν μίαν, νίτρου δύο, πάντα τρίψας ἐν γλυκεῖ οἴνῳ καὶ ἐλαίῳ ὅσον ἡμικοτύλιον, δὸς πιεῖν νήστει ὀβολοὺς δύο, καὶ λοῦσον θερμῷ καλῶς. Ἄλλο ὁμοίως ἔχον· ἐχίνους θαλασσίους τρεῖς τρίψας ὅλους λείους ἐν οἴνῳ εὐώδει, δὸς πιεῖν. Ἄλλο· μίνθης δεσμίδα σμικρὴν καὶ πηγάνου καὶ κοριάννου, καὶ κέδρου ἢ κυπαρίσσου πρίσματα, ἐν οἴνῳ εὐώδεῖ δὸς πιεῖν· καὶ τῶν ἐχίνων, ἢν ἔχῃ, ῥοφεέτω ἐπὶ τὸ πλεῖστον ὡσαύτως· ἔπειτα λοῦσον θερμῷ. Ἄλλο ὁμοίως· ἄννησον, κεδρίδας, σελίνου καρπὸν, αἰθιοπικὸν κύμινον, σέσελι, ἑκάστου ἥμισυ ὀξυβάφου δὸς ἐκπιεῖν οἴνῳ λευκῷ τρίψας λεῖον. Ἄλλο ὁμοίως· δικτάμνου δεσμίδα καὶ δαύκου καρποῦ δραχμὰς δύο, καὶ μελάνθιον ἴσον, ἐν οἴνῳ λευκῷ, τρίψας λεῖον, δὸς πιεῖν, καὶ λοῦσον θερμῷ πολλῷ· διδόναι δὲ πρὸς τὴν ἰσχὺν τοῦ νοσήματος. Ἄλλο· χαλβάνην ὅσον ἐλαίην τρίψας ἐν κεδρίνῳ ἐλαίῳ προσθέσθω· τοῦτο δύναται διαφθείρειν καὶ ἐκβάλλειν τὸ νωχελές. Ἄλλο ἐκβόλιον ἔγχυτον ὑστερέων· ὅταν σαπῇ νεκρωθὲν ὑπὸ ψύχεος, ὅταν ἄνεμος ψυχρὸς ᾖ, κρόκον τρίψας λεῖον ὅσον ὁλκὴν, ἐν στέατι χηνὸς ἐγχέαι, καὶ ἐᾷν ὡς πλεῖστον χρόνον. Ποτὸν συμβάλλον πρὸς τόδε καλῶς· κόνυζαν τὴν
186
ἡδύοσμον, μέλι καὶ ῥητίνην τρίψας λείην ἐν οἴνῳ εὐώδεϊ, ἢ ἐν συρμαίῃ, δοῦναι πιεῖν, καὶ λοῦσαι θερμῷ. Ἄλλο ὁμοίως ποτὸν τοῦ παιδίου καὶ τῶν ἐνόντων κακῶν· ἰὸν χαλκοῦ ξυντρίψας ξὺν μέλιτι καὶ συρμαίῃ δὸς πιεῖν. Ἄλλο πρόσθετον ἐκβόλιον, ἢν ἀποθνήσκῃ χαλκοῦ ῥινήματα ἐνθεὶς ἐς ὀθόνιον μαλθακὸν πρόσθες πρὸς τὸ στόμα τῶν μητρέων, καὶ ὠφελήσεις. Ἐκβόλιον προσθετὸν, ἢν ἐναποθνήσκῃ ὄστρακον νέον, καὶ στέαρ χήνειον τρίψασα προσθέσθω. Ἄλλο προσθετόν· νίτρον ἑψήσας ξὺν ῥητίνῃ καὶ ποιήσας βάλανον, βάπτων ἐς ὄρνιθος στέαρ, προστίθει. Ἄλλο προσθετόν· χάριεν τὸ ἐπονομαζόμενον, τούτου ῥίζαν πρὸς τὸν ὀμφαλὸν πρόσθες μὴ πουλὺν χρόνον. Ἄλλο· ἀγρίην κολοκύντην καὶ μυῶν ἀπόπατον τρίψας λεῖα προστίθει. Ἄλλο ἐπιδετόν· ῥητίνην καὶ στέαρ ὄρνιθος τρίψασα ἅμα καὶ μίξασα ἐπιδησάσθω ἐπὶ τὸν ὀμφαλὸν καὶ τὴν γαστέρα. Ἄλλο προσθετόν· τοῦ κισσοῦ τοῦ λευκοῦ τὸν καρπὸν καὶ κέδρου πρίσμα τρίψασα καὶ βαλάνια ποιήσασα προστιθέσθω. Ἄλλο· χελώνης θαλασσίης τὸν ἐγκέφαλον καὶ αἰγύπτιον κρόκον καὶ ἅλας αἰγύπτιον τρίψας καὶ ξυμμίξας ποιέειν βαλάνους, καὶ προστιθέσθω. Ἐκβόλιον θυμίημα, δυνάμενον καὶ αἷμα γαστρὸς ἐξελάσαι· ἰτέης φύλλα ἐπὶ πῦρ ἐπιθεὶς θυμῖῇν, καὶ περικαθίσας τὴν γυναῖκα ἐῇν ἄχρις ἂν ὁ καπνὸς ἐς τὴν μήτρην ἐνδύνῃ. Περὶ ἰάσίος ἐκτρωσμοῦ· ὅταν ἡ γυνὴ ἐκτρώσῃ καὶ τὸ παιδίον μὴ ἐξίῃ, ἤν τε σαπῇ καὶ οἰδήσῃ, ἢ ἄλλο τι πάθῃ τοιοῦτον,
188
πράσα καὶ σέλινα ἐκθλίψας τὸν χυλὸν διὰ ῥάκεος ἀμφοτέρων, ῥοδίνου ἐλαίου κοτύλην, καὶ στέαρ χηνὸς ὅσον τεταρτημόριον, ῥητίνης τε ὀβολοὺς τρεῖς κατατήξας ἐν ἐλαίῳ, καὶ ποιήσας πρὸς ποδῶν ὑψηλοτέρην, ἔγχεον ἐς τὰς μήτρας· καὶ ἐχέτω κειμένη χρόνον ὅτι πλεῖστον· ἔπειτα κάθισον ἡμέρας τέσσαρας, καὶ ἐξέρχεται τὸ ἀποσαπὲν παιδίον· ἢν δὲ μὴ, λαβὼν ἅλας αἰγυπτίους καὶ κολοκύντην ἀγρίην χλωρὴν, μέλιτι μίξας, τρίψας, δοῦναι καταφαγεῖν, καὶ ἐπὴν φάγῃ, κινεέσθω τῇδε καὶ τῇδε. Ἐκβόλιον προσθετόν· ἅλας αἰγυπτίους, καὶ μυόχοδα, καὶ ἀγρίην κολοκύντην, καὶ μέλιτος ὅσον τεταρτημόριον ἐπιχεῖν ἡμίεφθον, καὶ λαβὼν ῥητίνης δραχμὴν μίην ἔμβκλε ἐς τὸ μέλι καὶ τὴν κολοκύντην καὶ τὰ μυόχοδα, ξυντρίψασα πάντα καλῶς, καὶ ποιήσασα βαλάνους, πρὸς τὴν μήτρην προσθέσθω, ἕως ἂν δοκέῃ καιρὸς εἶναι. Ἕτερον ἐκβόλιον, ὃ τὸ παιδίον βλητὸν γενόμενον ἐκβάλλει· ἑλξίνην ἐν οἴνῳ τρίψας πότισον. Ἕτερον ποτὸν ἐκβολῆς, ὃ τὸ παιδίον ἐκβάλλει πελιδνόν· τοῦ ἐκτόμου τὰς ῥίζας τρίψας λεπτὰ, τοῖσι τρισὶ δακτύλοισι, καὶ σμύρνης ὅσον κύαμον ἄρας, ἐν οἴνῳ γλυκεῖ πίπισκε. Ἔκβόλιον· κορίαννον ξὺν τῇ ῥίζῃ καὶ νίτρον καὶ νέτωπον προσθεμένη περιπατείτω. Ἔγχυτον ἐμβρύου, ἢν ἐναποθάνῃ, ὥστε ἐκβάλλειν· κρόκον τρίψας ἐπίχεε χηνὸς ἔλαιον, καὶ διηθήσας, ἔγχεε ἐς τὰς μήτρας, καὶ καταλίμπανε ὡς πλεῖστον χρόνον. Ἔμβρυον ἀκίνητον φθεῖραι καὶ ἐκβαλεῖν· στυπτηρίης σχιστῆς δραχμὴν μίαν, σμύρνης ἴσον, ἐλλεβόρου μέλανος τριώβολον τρίψας λεῖα ἐν οἴνῳ μέλανι, βαλάνια ποιέειν, καὶ προστιθέναι, ἄχρις ἂν κατ’ ὀλίγον ἀπολυθῇ. Κλυσμοὶ καθαρτικοὶ μητρέων, ἢν ἐκ τόκου ἑλκωθέωσιν
190
ἢ φλεγμασίης· ὀλύνθους χειμερινοὺς, ὕδωρ ἐπιχέας καὶ ζέσας, ἀφεῖναι, καταστῆναι, εἶτα ἔλαιον ἐπιχέαι χλιαρὸν καὶ μῖξαι, κλύσαι δὲ δύο κοτύλῃσι τὸ πλεῖστον· πάντα δὲ τὰ κλύσματα μὴ πλέονι κλύζειν. Καὶ σιδίοισι καὶ μάννῃ, ἐν οἴνῳ μέλανι αὐστηρῷ ἑψημένῳ, εἶτα ἀποχέας τὸν οἶνον, τούτῳ κλύζε. Ἄλλος κλυσμός· τρύγα οἴνου κατακαύσας τῆξον, καὶ ἐν ὕδατι κλύσον, εἶτα σίδια, μύρτα, σχοῖνον εὐώδεα, φακοὺς ἑψήσας ἐν οἴνῳ, ἀποχέας τὸν οἶνον, κλύζε. Ἄλλος κλυσμός· βούτυρον, λιβανωτὸν, ῥητίνην, μέλιτι τήξας ἐν τῷ αὐτῷ, οἶνόν τε ἐπιχέας, κλύζε χλιαρῷ. Ἢ ἀκτῆς καρπὸν ἑψήσας ἐν ὕδατι, ἀποχέας τὸ ὕδωρ, τρίψας ἐν τῷ αὐτῷ σέλινον, σμύρναν, ἄννησον, λιβανωτὸν, ἐπιχέας οἶνον ὡς εὐωδέστατον ἴσον τῷ ὕδατι, διηθήσας δι’ ὀθονίου, χλιήνας, κλύσαι. Ἄλλο· κράμβην, καὶ λινόζωστιν, καὶ λίνου σπέρμα, καὶ χλωρὸν τὸ λίνον ἑψήσας ἐν ὕδατι, ἀπηθήσας, κλύσαι τῷ ὕδατι. Ἢ μυρσίνης τῶν φύλλων ὀξύβαφον, σμύρνης, ἀννήσου, μέλι, ῥητίνην, μύρον αἰγύπτιον, τρίψας πάντα καὶ ἑνώσας, ἐπιχέας οἴνου λευκοῦ ὡς εὐωδεστάτου κοτύλας δύο, διηθήσας, χλιήνας, κλύσον τούτῳ. Ἢ δάφνης καρπὸν καὶ γλήχωνα ἑψήσας ἐν ὕδατι, μύρον τε ῥόδινον ἐπιχέας, τούτῳ κλύζε χλιήνας. Ἢ χηνὸς στέαρ ῥητίνῃ μίξας, ἐπιχέας τε πρὸς τοῦτο οἶνον, καὶ χλιήνας κλύσαι. Ἄλλο· βούτυρον καὶ κέδρινον ἔλαιον ἐν μέλιτι ὀλίγῳ χλιήνας, ξυμμίξας, κλύσαι. Ἢ μέλι, βούτυρον, σχοῖνον, κάλαμον εὐώδεα, βρύον θαλάσσιον ἑψῆσαι ἐν οἴνῳ, εἶτα ἀπηθῆσαι, καὶ οὕτω κλύσαι. Ἢ σελίνου καρπὸν, σέσελι, σμύρναν, ἄννησον, μελάνθιον ἐν
192
οἴνῳ, ἀπηθήσας τὸν οἶνον, κλύσαι. Ἢ κέδρον ἑψήσαις ἐν οἴνῳ, κλύσαι τῷ οἴνῳ. Ἢ κισσὸν ἑψήσας ἐν ὕδατι, κλύσαι τῷ ὕδατι. Ἢ ἐλάτήριον, ἢ κέστρον δύο πόσιας, ἑψεῖν ἐν ὕδατι ὅσον δύο κοτύλῃσι, καὶ κλύσαι χλιαρῷ. Ἢ σικύης ἐντεριώνην ὅσον διδάκτυλον ἑψήσας ἐν κοτύλῃσι δύο ὕδατος, ἐπὶ τὸ ὕδωρ ἐπιχέας μέλι καὶ ἔλαιον, τούτῳ κλύσαι. Ἢ θαψίης ῥίζης ὅσον δύο πόσιας τρίψας λεῖον, ἐπιχέας τε μέλι καὶ ἔλαιον, διεὶς ὕδατι χλιαρῷ ὅσον δυσὶ κοτύλῃσι, κλύσαι. Ἢ ἐλλεβόρου μέλανος, ὅσον δύο πόσιας διεὶς οἴνῳ γλυκεῖ καὶ ὕδατι, κλίζειν. Ἢ κόκκους κνιδίους ὅσον ἑξήκοντα τρίψας λείους, ἐπιχέας τε μέλι καὶ ἔλαιον καὶ ὕδωρ, κλύσαι. Κλυσμὸς κρατυντήριος, ἢν ἕλκεα ᾖ καθαρά· ὀλύνθους χειμερινοὺς τρίβειν, καὶ ἐπιχέειν ὕδωρ, βρέξον δὲ ὅλην ἡμέρην, καὶ ἔλαιον ἐπίχεε, καὶ κλύσαι. Ἢ σιδίοισι καὶ λωτοῦ πρίσμασιν, ἐν οἴνῳ δὲ μέλανι ἑψεῖν. Ὅταν δὲ ἀκάθαρτα φέρηται, τρύγα καίειν, καὶ οἴνῳ καὶ ὕδατι κλύζειν. Ἢ σιδίῳ. ῥόῳ βυρσοδεψικῆ, μυρσίνης φύλλοισι καὶ βάτου, ἐν οἴνῳ μέλανι ἑψεῖν, καὶ κλύζειν. Κλύσματα πρὸς τὰ παλαιὰ ἕλκεα· χυλῷ κράμβης ἑψημένης κλύζειν· καὶ λινόζωστιν ὁμοίως· καὶ νίτρον παράμισγε ἐρυθρὸν ὀλίγον. Σμύρνης ὀξύβαφον, λιβανωτὸν, σέσελι, ἄννησον, σελίνου σπέρμα, νέτωπον, ῥητίνην, μέλι, χήνειον στέαρ, ὄξος τὸ λευκὸν, μύρον τὸ λευκὸν αἰγύπτιον, ἐν τωὐτῷ τρίβειν ἴσον ἑκάστου λεῖα, εἶτα οἴνῳ διεὶς λευκῷ κοτύλῃσι δυσὶ, χλιηρῶς κλύζειν. Ἢ λινόζωστιν
194
ἑψεῖν ἐν ὕδατι καὶ ἀπηθεῖν. Ἢ σμύρνης ὀξύβαφον, λιβανωτὸν, σέσελι, νέτωπον, ἴσον ἑκάστου, χλιαρῷ κλύζειν. Ἢ ἐλελίσφακον καὶ ὑπερικὸν, ἐν ὕδατι ἑψήσας, κλύζειν τῷ ὕδατι. Ἢ ἀκτῆς καρπὸν καὶ δαφνίδας ἑκατέρων ἐξ ἴσου ἕψε ἐν οἴνῳ, εἶτα τῷ οἴνῳ κλύζε. Ἢ γλήχωνος τῷ ὕδατι κλύσον. Ἢ χηνὸς ἔλαιον ἐν ῥητίνῃ τήξας, ὁμοίως κέδρινον ἔλαιον παραχέας ὀλίγον καὶ μέλιτι διατήξας, κλύζειν χλιερῷ. Ἢ ἀργύρου ἄνθος ἐν οἴνῳ καὶ μέλιτι καὶ κηρῷ τηκτῷ, καὶ κύπειρον καὶ σχοῖνον καὶ κάλαμον, ἅτινα δὴ ἐς μύρον μίσγεται, καὶ ἴριν, βρύον, ἐν οἴνῳ ἑψῶν, κλύζειν. Ἢ σελίνου καρπὸν, ἄννησον, σέσελι, σμύρναν, μελάνθιον ἐν οἴνῳ ἑψῆσαι, ἢ κέδρον κρητικὴν ἐν οἴνῳ ἑψεῖν, καὶ κλύζειν· ἢ κισσὸν κρητικὸν ἐν ὕδατι, ταὐτὸ δρᾷ. Ἢ ἐχέτρωσιν καὶ σμύρναν διεὶς ἐν ὕδατι κλύσαι. Ἢ ἐλατηρίου ὅσον δύο πόσιας ἐν ὕδατι κλύσαι. Ἢ κολοκυνθίδας ἀγρίας δύο ἐν οἴνῳ ἢ ἐν γάλακτι ἑφθῷ ἀποβρέξας ὅσον τέσσαρας κοτύλας, καὶ ἀπηθέειν, καὶ κλύζειν. Ἢ σικύης ἐντεριώνην ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατι κοτύλῃσι τέσσαρσυ, μέλι τε καὶ ἔλαιον ἐπιχέαντα ἐνεργεῖν. Ἢ τῆς θαψίης ῥίζης ὅσον δύο πόσιας ἐν οἴνῳ γλυκεῖ διεὶς σὺν ὕδατος κοτύλῃσι δύο, κλύσαι χλιαρῷ. Ἢ ἐλλέβορον ὅσον δύο πόσιας ἐν οἴνῳ γλυκεῖ διεὶς ὡσεὶ δύο κοτύλῃσιν, ἢ θλάσπιος ὅσον ὀξύβαφον μέλιτι παραμίξας, ὕδατι διεὶς ὅσον δύο κοτύλῃσι, χρῶ χλιερῷ. Ἢ σικύης ὅσον παλαιστὴν, καὶ κνεώρου ὅσον μίαν πόσιν ἑψήσας ὕδατος κοτύλῃσι πέντε, μέλι παραχέας καὶ ἔλαιον κλύσαι.
196
Ἢ κόκκους κνιδίους ὅσον ἑξήκοντα, μέλι, ἔλαιον ὕδατι διεὶς, κλύσαι. Ἢν ἐκ τόκου διαῤῥοίῃ ληφθῇ. πινέτω ἀσταφίδα μέλαιναν, καὶ σίδια γλυκείης ῥοιῆς τὸ ἔνδοθεν, καὶ πιτύην ἐρίφου, ταῦτα διεὶς οἴνῳ μέλανι, καὶ τυρὸν αἴγειον καὶ ἄλφιτα πύρινα ἐπιπάσσειν, καὶ διδόναι πίνειν· τοὺς πυροὺς δὲ ἐπ’ ὀλίγον φῶξαι. Ἢν δὲ ἐκ τόκου αἷμα ἐμέῃ, ταύτῃ ἡ σύριγξ τοῦ ἥπατος τέτρωται· αὕτη πινέτω γάλα ὄνου, ἔπειτα βοὸς, εἰ εὐμαρὲς, τεσσαράκοντα ἡμέρας, καὶ σήσαμον τριπτὸν, ἄχρις ἂν εὖ ἔχῃ· πινέτω τὸ γάλα νῆστις. Ἢν ἐκ τόκου τὴν ἕδρην ἀλγέῃ, ἀρκεύθου καρπὸν. λίνου ῥίζαν ἑψεῖν, καὶ πίνειν ἡμέρας τέσσαρας· καὶ θρίδακος σπέρμα τρίψας σὺν χηνείῳ ἀλείφατι ἐσθίειν. Ἢν δὲ ἐκ τόκου αἱ μῆτραι φλεγμήνωσιν, στρύχνου χυλὸν ἐγχέειν ἢ τεύτλου ἢ ῥάμνου. Ἢν ἐκ τόκου τὸ σκέλος ὑπὸ ὑστερέων χωλωθῇ, ἀνίστασθαι δὲ μὴ δύνηται· πίνειν ὑοσκυάμου καρπὸν ὅσον χηραμίδα ἐν οἴνῳ μέλανι ἡμέρας τρεῖς· παραφέρεται δὲ ὁ πίνων· λύσις, γάλακτος ὀνείου πῖσαι ὅσον κύλικα, ἔπειτα τοῦ φαρμάκου, ὑφ’ οὗ τὸ φλέγμα καθαίρεται· σανδαράκῃ δὲ καὶ κηρωτῇ καὶ λαγωοῦ θριξὶ θυμιήσθω τρεῖς ἡμέρας. Περὶ φλεγμονῆς ἐκ τόκου· ἢν ἐκ τόκου φλεγμήνωσιν αἱ ὑστέραι, στρύχνου χυλὸν ἐγχέαι αἰδοίων ἔσω, ἢ σελίνου, ἢ ῥάμνου, ἢ τεύτλου, ἢ κολοκύντης χυλὸν ἐκπιέσας ἐγχέαι· ἢ αὐτῆς τὸ μέσον καὶ ἁπαλώτατον περιξέσας μακρὸν ἔνθες. Ἢ ἀψινθίου ἐν ὕδατι τρίβειν, εἰρίῳ δὲ ἀνασπογγίζειν, ἢν δὲ φρίξῃ,
198
ἀφαιρέειν. Ἢ κοτυληδόνος φύλλα καὶ πράσα ἑψεῖν ἐν πυρῶν κρίμνοισιν, ἔλαιον ἐπιχέας, δίδου.

79. Χολῆς καθαρτικὰ ἐκ μήτρης· σικύης τὴν ἐντεριώνην λείην τρίψας, καὶ μέλιτι φυρήσας, βάλανον ποιέων, προστίθει· φάρμακον δὲ χρὴ διδόναι καὶ ἄνω καὶ κάτω καθαίρειν, καὶ λούειν τῷ θερμῷ, προστιθέναι δὲ ἄννησον ἢ μελάνθιον. Ἢ κολοκυνθίδος ἀγρίης τὸ ἔνδον λεῖον ποιέειν, καὶ μέλιτι φυρῇν, καὶ προστιθέναι. Ἢ προστιθέναι ἐλατηρίου ὅσον πόσιας τέσσαρας, ξυμμίξας στέαρ χήνειον ἢ αἴγειον, βάλανον εὐμηκεστέρην ποιέειν, καὶ προστιθέναι. Ἢ νίτρον· καὶ κύμινον καὶ σκόροδον καὶ σῦκον, λεῖα πάντα ποιήσας καὶ μέλιτι δεύσας, προστίθεσθαι· θερμῷ δὲ λουέσθω, καὶ ἀπὸ λουτροῦ πινέτω. Ἢ θλάσπιν λείην ποιέων καὶ μέλιτι φυρῶν, προστιθέναι. Ἢ σύκου παλαιοῦ τὸ πῖον ξύσας, ξυμμίσγειν πόσιας ἐλατηρίου δύο, καὶ νίτρον ὅσον τὸ ἐλατήριον, μέλιτι δεύσας, προστίθει. Ἢ πευκεδάνου ὁκόσον τρεῖς κυάθους δίδου πιεῖν. Ἢ ἄννησον καὶ μελάνθιον διεὶς οἴνῳ, δίδου πιεῖν. Ἐλατηρίου πόσιας τέσσαρας μίξαι στέατι μηλείῳ, ἀφελομένη δὲ διανιζέσθω ὕδατι εὐώδει, ἠρέμα στύφοντι. Ἢ ἐλατηρίου πόσιας τρεῖς, ξὺν μηλείῳ στέατι, βάλανον περίπτερον ποιέειν· ἢν δὲ· ἀφέληται, διανιζέσθω ὕδατι εὖ ἱκανῷ. Ἢ θλάσπιος ὅσον πόσιν ξὺν μέλιτι δίδου.

80. Κλυσμὸς, ἢν χολώδης ᾖ· ἐλατηρίου ὅσον δύο πόσιας ὕδατι διεὶς, ἐπιχέαι ἔλαιον ναρκίσσινον, καὶ κλύζειν χλιερῷ. Ἢ κολοκυνθίδας

200
ἀγρίας δύο ἀποβρέξας ἐν οἰνογάλακτι ἑφθῷ ὅσον τέσσαρας κοτύλας, μίαν ἀπηθέειν, καὶ ξυμμίσγειν ἔλαιον ναρκίσσινον, καὶ κλύζειν. Ἄλλος κλυσμὸς, χολώδης καὶ φλεγματώδης· σικύης ἐντεριώνης ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατι ποτῷ τέσσαρσι κοτύλῃσι, καὶ μέλι μίξας καὶ ἔλαιον ἄνθινον, κλύζειν. Φλέγμα καὶ χολὴν καθαῖρον· κόκκους κνιδίους ἑξήκοντα, μέλι τε καὶ ἔλαιον ἄνθινον μίξας, κλύζειν ἐν ὕδατι. Ἢ κνῆστρον ἑψήσας ἐν ὕδατι ποτῷ ἐν πέντε κοτύλῃσιν, ἀποχέας δύο κοτύλας, ξυμμίξαι μέλι καὶ ἐλαιον ἄνθινον σὺν ναρκισσίνῳ, καὶ κλύσαι. Κλυσμοὶ καθαρτήριοι· ὄλυνθοι χειμερινοὶ καυθέντες, καὶ βραχέντες ἐν ὕδατι· ἀποχέαι δὲ τὸ ὕδωρ, καὶ ἔλαιον ξυμμίσγειν, καὶ κλύζειν, καὶ μετακλύζειν σιδίοισι, κικίδι, λωτοῦ πρίσμασιν, ἐν οἴνῳ δὲ μέλανι χρὴ ἑψεῖν. Ἢ τρύγα καίων χρῆσθαι σὺν ὕδατι, μετακλύζειν δὲ τοῖσι τῆς μυρσίνης φύλλοισι καὶ ῥόῳ τῇ βυρσοδεψικῇ, ἑψεῖν δὲ οἴνῳ μέλανι εὐώδει· μετακλύζειν δὲ καὶ σχοίνου φύλλα καὶ ὑπερικὸν καὶ ἐλελίσφακον ἑψήσαντα σὺν οἴνῳ μέλανι εὐώδει, ἢ κράμβης ὕδατι, κἀν τῷδε ἑψεῖν λινοζωστιν, νίτρου ἐρυθροῦ ὀλίγον, καὶ κλύζειν. Ἐλατηρίου ὅσον πόσις, ξὺν ναρκισσίνῳ ἐλαίῳ, ἢ ἀνθίνῳ, καὶ κλύσαι χλιαρῷ. Ἢν δὲ χολώδης ᾖ, κολοκυνθίδας δύο ἀποβρέξαι ἐν γάλακτι ὀνείῳ ἑφθῷ ὅσον τέσσαρσι κοτύλῃσι, καὶ ἀπηθήσαντα κλύσαι, ξυμμῖξαι δὲ ἔλαιον ναρκίσσινον ἢ ἄνθινον. Ἢ τὸ διὰ τῆς σικύης· τῆς ἐντεριώνης ὅσον παλαιστὴν ἑψεῖν ἐν ὕδατι ποτῷ τέσσαρσι κοτύλῃσι, καὶ μέλι παραχέαι, καὶ ἔλαιον ἄνθινον· οὗτος ὁ κλυσμὸς φλεγματώδει καὶ χολώδει ξυμφέρει.
202
Κλύσμα ἕλκον φλέγμα· κόκκον τρίβειν καὶ τοῦ μανδραγόρου ξὺν ὕδατι.

81. Κάθαρσις παμπόλλη τε καὶ παντοίη ὑπὸ τούτου γίνεται· σκορόδου μώλυζαν, νίτρον, σύκου τὸ ἔνδον τὸ πῖον, ἴσον τρίψας λεῖα; ὁκόσον κικίδα ποιέειν τὸ μέγεθος, καὶ προστιθέναι. Ἢ κυμίνου φύλλα ἐν οἴνῳ τρίψας, ἐν εἰρίῳ πρόσθες. Ἢ γῆς λευκῆς ὅσον πόσιν. Ἢ λευκὴν ῥίζαν τρίβειν λείην, καὶ μέλι ἐπιχέας καὶ ἀναζέσας, βάλανόν τε ποιήσας, προστίθει. Ἢ ὀπὸν σιλφίου μετὰ σύκων μαλάσσειν, καὶ βάλανον ποιέειν· ἀγαθὸν δὲ καὶ σικύης σπέρμα τρίβειν ὁμοίως. Ἢ χολὴν ταύρου καὶ νίτρον ἐρυθρὸν καὶ νέτωπον καὶ κυκλάμινον, τούτων ὅσον κικίδα, τῆς δὲ κυκλαμίνου πλέονα μοῖραν, μέλιτι ξυμμίξασα, ἡ θεραπευομένη προστιθέσθω. Προσθετόν· κυκλαμίνου τὴν κεφαλὴν καθαίρειν ὕδατι, τρῖψαι, καὶ ἐς ἄχνην ἀναφορύξαντα προστιθέναι. Ἢ σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου ξὺν μέλιτι ὁμοίως. Ἢ κόκκους ἐκλέψαντα ὅσον τρεῖς ἰνδικοῦ φαρμάκου, τοῦ τῶν ὀφθαλμῶν, ὃ καλέεται πέπερι, καὶ τοῦ στρογγύλου, τρία ταῦτα λεῖα τρίβειν, καὶ ὁἴνῳ παλαιῷ χλιηρῷ διεὶς, βαλάνιον περὶ πτερὸν ὄρνιθος τιθέναι, καὶ ὧδε προσάγειν. Ἢ τιθυμάλλου ὀπὸν μέλιτι ἀναδεύσας, ἢ σκίλλης ῥίζην ὅσον ἑξαδάκτυλον ἑλίξας δύο δακτύλους ἐν εἰρίῳ, πρόσθες. Ἢ αὐτὴν τὴν σκίλλαν ἄνευ ῥίζης τρίβειν, καὶ ὡσαύτως ἑλίσσειν εἰρίῳ, εἶτα προστιθέναι.

82. Κλυσμὸς, ἢν φλεγματώδης γυνὴ ᾖ ἐλλεβόρου δύο πόσιας

204
ἐν οἴνῳ διιέναι γλυκεῖ, ὅσον δύο κοτύλας, καὶ κλύζειν μίσγοντα. Ἢν καθάρσιος δέηται, πράσα δεῖ ἑψεῖν, ἢ ἀκτῆς καρπὸν, ἢ ἄννησον, λιβανωτὸν, σμύρναν, οἶνον, ταῦτα πάντα τρίβειν, καὶ τῷ χυλῷ τουτέων κλύζειν. Ἢ κράμβην ἑψήσας ἐν ὕδατι, ἐν τῷ χυλῷ ταύτης ἕψει τὴν λινόζωστιν, καὶ σμικρὸν ἀποχέας ἀπόκλυζε. Ἢ κνήστρου πόσιν ἐν μέλιτι διεὶς ἐνιέναι.

83. Σκέπτεσθαι δὲ χρὴ τὰ ἐπιμήνια, ἤν τε χολώδεα ἤν τε φλεγματώδεα ᾖ· ψάμμον ἐς τὸν ἥλιον ὑποβάλλειν λεπτὴν, ξηρὴν, καὶ ὅταν τὰ καταμήνια ἴῃ, τοῦ αἵματος ἐπιχέαι, καὶ ἐῇν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδεα ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται· ἢν δὲ φλεγματώδεα, οἷον μύξαι ὁρῶνται· ἢν οὖν φλεγματώδεα ᾖ, κνήστρου ὅσον πόσιν διιέναι ξὺν μελικρήτου κοτύλῃ, καὶ κλύσαι.

84. Καθαρτικὸν μαλθακὸν ὕδωρ ἄγει καὶ δέρματα καὶ ἰχῶρα ὕφαιμον, καὶ καταμήνια κατασπᾷ, ἢν μὴ πουλυχρόνια ᾖ, καὶ ὑστερῶν στόμα μαλθάσσει· μύρον ναρκίσσινον καὶ κύμινον ὃ ἐσθίεται, σμύρναν τε καὶ λιβανωτὸν, ἀψίνθιον, κύπριον ἅλας, ῥόδινον ἄλειφα, τούτων τὸ ἴσον τῶν ἄλλων ἑκάστου, τοῦ δὲ ναρκισσίνου τέσσαρας μερίδας, ἐπικτένιον ὠμοῦ λίνου ξυμμίξας, πάντα τρῖψον καὶ ποίησον βάλανον, περὶ πτερῷ ῥάκος λεπτὸν περιθεὶς, καταδῆσαι, καὶ ἐμβάψαι ἐς ἄλειφα λευκὸν αἰγύπτιον, καὶ προστιθέναι, καὶ ἐῇν ὅλην τὴν ἡμέρην· λουσαμένη δὲ καὶ ἀφαιρευμένη διανιζέσθω τῷ

206
ὕδατι τῷ εὐώδει. Ἕτερον καθαρτικὸν, ὕδωρ ἄγει καὶ δέρματα καὶ μύξας καὶ ἰχῶρα ὕραιμον· σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου, ταῦτα ξυμμίξας καὶ μέλιτι φυρήσας καὶ ἐς ῥάκος ἐνθεὶς προσθεῖναι, ἡμέρην δὲ ὅλην ἐντίθεσθαι, εἶτα λουσαμένη καὶ ἀφελομένη διανιζέσθω ὕδατι τῷ εὐώδει. Ἄλλο· ἅλες, κύμινον, χολὴν ταύρου μέλιτι ἀναφυρέειν, καὶ προστίθεσθαι, λουσαμένην, ἀφαιρεομένην, τῷ εὐώδει ὕδατι διανίζεσθαι. Ἢ σίλφιον σύκῳ μῖξαι καὶ προστίθεσθαι, εἶτα διανίψαι μύρῳ ῥοδίνῳ. Ἢ κόκκους ἐκλέψαντα ἑψεῖν, καὶ βάλανον ποιέειν, ἐπὴν δ’ ἀφέληται, προστιθέσθω ῥόδινον. Ἢ σκόροδον καὶ νίτρον ἐρυθρὸν καὶ σῦκον, τούτων ἑκάστου ἴσον μίξας μέλιτι, δοῦναι προστίθεσθαι, κἀπειδὰν ἀφέληται, ἐλάφου στέαρ προστίθεσθαι, τήξας ἐν οἴνῳ. Ἢ πεπέρεος κόκκους πέντε ξὺν ἐλατηρίῳ ὀλίγῳ μῖξαι, παραστάζειν δὲ γυναικὸς γάλα ἐν εἰρίῳ, ἐς μύρον ἀποβάψασα, προστίθεσθαι δὲ ἀφελομένην ὡσαύτως. Ἢ σύκου τὸ πιότατον ξὺν ἐλατηρίου πόσει καὶ νίτρου ἐρυθροῦ τὸ ἴσον καὶ μέλιτος ἴσον, ὡσαύτως. Ἢ χολὴν ταύρου καὶ νίτρον ἐρυθρὸν, νέτωπον, κυκλαμίνου ὅσον κικίδα ἐν μέλιτι. Ἢ χολὴν ταύρου, ἐς αἰγύπτιον ἔλαιον βάψασα προστιθέσθω, καὶ ἀφελομένη, ῥοδίνῳ. Ἢ σικύης τῆς μακρῆς τὴν ἐντεριώνην τὸ σπέρμα ἐξελὼν ξὺν γάλακτι γυναικὸς κουροτρόφου, καὶ σμύρναν ἄκρητον καὶ μέλι ὀλίγον καὶ μύρον αἰγύπτιον, τρίβειν, καὶ προστιθέναι. Ἢ τὴν ἐντεριώνην τῆς σικύης αὐῆναι, κόψαι δὲ ἄνευ τοῦ σπέρματος καὶ μέλι ἐμβαλεῖν, καὶ ἀναζέσαι, καὶ βάλανον ποιέειν εὐμήκεα, καὶ βάπτειν ἐς ἔλαιον λευκόν. Ἢ τὴν ἀγρίην κολοκύντην
208
λοκύντην ὡσαύτως· καὶ ἐλατηρίου τρεῖς πόσιας ἐν σταιτὶ τρίβειν, καὶ βάλανον ποιέειν. Ἄλλο ὁμοίως· κόκκους ἐκλέψας, τρῖψον ὅσον πόσιν, ἑψῆσαι, καὶ μέλι περιχέαι, καὶ προσθέσθαι, ἢ ῥόδινον ἄλειφα καὶ προσθέσθω· ὅσαι δὲ βάλανον προστίθενται, ἐμπήξαντα χρὴ τὸ πτερὸν ἐς τὴν βάλανον, ἔπειτα ῥάκος περιθεῖναι λεπιὸν ἐν εἰρίῳ, βάψασα ἐς ἄλειφα αἰγύπτιον προστίθεσθαι· ἄγει δὲ μάλιστα, καὶ δέρματα ἀφαιροῦνται. Προσθετὰ καθαρτικὰ ἰσχυρὰ, ὕδωρ ἄγειν δυνάμενα καὶ μύξας καὶ δέρματα μᾶλλον τῶν πρόσθεν· τοῦ πεπέρεος κόκκους τέσσαρας τῶν μεγίστων, ἢ δέκα τῶν μικρῶν, ἐλατηρίου πόσει ξυμμίξας, τρῖβε λεῖα, παραστάζων γυναικὸς γάλα, καὶ μέλι ὀλίγον, ἀναφυρήσας τοῦτο, ἐς εἴριον μαλθακὸν καθαρὸν περὶ πτερὸν περιελίξας ῥάκεα, καὶ καταλαβὼν προστιθέναι, ἐς λευκὸν ἄλειφα αἰγύπτιον βάπτων· προσκείσθω δὲ ἡμέρην, καὶ ἐπειδὰν ἀφέληται, προστιθέσθω τὸ στέαρ τοῦ ἐλάφου. Προσθετὰ καθαρτικὰ, ἢν μὴ ποτὰ καθαίρῃ· λινόζωστιν τρίψας καὶ σμύρναν, προστιθέναι. Προσθετὰ ὁμοίως καθαρτικὰ, χορία δυνάμενα ἐκβαλεῖν, καὶ καταμήνια κατασπᾷν, καὶ ἔμβρυον ἀπόπληκτον ὑπεξαγαγεῖν· κανθαρίδας πέντε ἀποτίλας καὶ τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον παραθαλάσσιον κόψας τῇσι ῥίζῃσι καὶ τοῖσι φύλλοισι καὶ τὸ χλωρὸν τὸ ἔξω, τρίψας ἴσον ὄγκον καὶ σελίνου σπέρματος καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ, καὶ ἐν ὕδατι θερμῷ καθιννύσθω, καὶ μελίκρητον ὑδαρὲς πινέτω καὶ οἶνον γλυκὺν καὶ τοῦ τετριμμένου
210
ὅσον στατῆρα αἰγιναῖον ἐν οἴνῳ γλυκεῖ πίνειν· ἐπὴν δὲ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ ἀσταφίδας ἑψήσας ἐν ὕδατι καὶ ψύξας, διδόναι πιεῖν· ὅταν ἡ σταγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ καθήσθω, καὶ οἶνον πινέτω γλυκύν. Πάσης νούσου, δυνάμενον καὶ ἀναστομῶσαι καὶ καθῆραι· σμύρναν ὀλίγην καὶ ἐλελίσφακον καὶ ἄννησον τρίψας χρῶ.

85. Καθαρτικὸν δυνάμενον ἄτοκον καθῆραι, ἢν τὸ στόμα τῆς μή. τρης ὀρθῶς ἔχῃ· πυριῇν βόλβιτον ξηρὸν κόψας καὶ διασήσας τέσσαρας χοίνικας, ὄξους δὲ κοτύλας δέκα, καὶ οὔρου βοείου ἕτερον τοσοῦτον, καὶ θαλάσσης κοτύλας εἴκοσι, πυριῇν δὲ βληχρῇσι πουλὺν χρόνον, εἶτα λουσαμένη φάκιον πιοῦσα καὶ μέλι καὶ ὄξος ξυμμίξασα ἐμεσάτω, καὶ ῥοφέειν ἄλευρον δοῦναι, καὶ ἐπιπιεῖν οἶνον εὐώδεα. παλαιὸν ἐξηθριασμένον, σίτου δὲ μὴ γευέσθω τῇ ἡμέρῃ ταύτῃ, τῇ δὲ δευτέρῃ κόκκον δοῦναι κατάποτον, τῇ δὲ τρίτῃ δοῦναι διουρητικὸν, ἀσταφίδας καὶ ἐρεβίνθους λευκοὺς; δύο χοίνικας τῶν ἐρεβίνθων, χοίνικα δὲ τῶν ἀσταφίδων, καὶ ἐπιχέαι ὕδατος τρία ἡμίχοα; ἔπειτα ἀποχέας, πρὸς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν, καὶ τοῖσι προσθέτοισι χρέεσθαι.

86. Καθαρθικὸν καταμηνίων· τὸ βόλβιτον πλάσαι οἷον σκαφίδα, φυρῇν δὲ ξυμμίσγων τῆς κυπαρίσσου τὰ πρίσματα, ξηραίνειν δὲ ἐν τῷ ἡλίῳ, καὶ ἐς τοῦτο τὰ θυμιήματα ἐμβάλλειν.

212

87. Ἔγχυτον καθαρτικὸν, ἢν μὴ ἴῃ τὰ καταμήνια· ἀκάνθης λευκῆς τὰ φύλλα τρίψας καὶ ἐξηθήσας καὶ ἐπιχλιήνας ἐγχέειν.

88. Κατάχριστον καθαρτικὸν ὥστε μήτρας ἐκκαθαίρειν· πράσου σπέρμα καὶ καρδάμου τρίψας, ἐν οἴνῳ τε διεὶς καὶ γάλακτι ἑφθῷ, διαχρίειν τὴν νειαίρην γαστέρα. Κατάχριστον μαλθακτήριον, ὕδωρ δὲ ἄγει καὶ μύξας καὶ δέρματα, καὶ λοχεῖα φέρει, καὶ οὐχ ἑλκοῖ· σμύρνης ὡς ἀρίστης ἥμισυ, καὶ ἁλὸς χόνδρον ὁμοίως, πίσσαν ἡδυντὴν φλάσας, μίξας τε λεῖα, ἔστω δὲ τὸ τῆς σμύρνης τὸ ἥμισυ τοῦ ἁλὸς καὶ τῆς πίσσης, ἐμβαλεῖν δ’ ἐς ῥάκος τῆς πεφλασμένης μέγεθος ὅσον κικίδα μεγάλην· δύο δὲ ἔστω, ὡς τὸ μὲν ἡμέρης ἔχειν, τὸ δὲ εὐφρόνης, ἔστ’ ἂν κατατακῇ· λουέσθω δὲ θερμῷ, εἶτα ἀφαιρέουσα διανιζέσθω ὕδατι εὐώδει.

89. Καθαρτικὸν ἄτοκον καθῆραι ἢν τὸ στόμα ὀρθῶς ἔχῃ· ἢν ἄτοκον θεραπεύῃς, βόλβιτον αὖον ἡλίου διασήσας ὅσον τέσσαρας χοίνικας ἀττικὰς, ὄξους δὲ κοτύλας δέκα καὶ ὀροβίου χοίνικα καὶ θαλάσσης κοτύλας εἴκοσι, πυριῆσαι ἀλέα πουλὺν χρόνον· ἔπειτα φακίον ποιῆσαι, καὶ μέλι καὶ ὄξος μῖξαι, καὶ ἐμεέτω, καὶ ῥοφεέτω ἄλητον, καὶ ἐπιπινέτω οἶνον εὐώδεα· σίτου δὲ μὴ ἁπτέσθω ταύτῃ τῇ ἡμέρῃ· τῇ δ’ ὑστεραίῃ κόκκον δοῦναι κατάποτον· τῇ δὲ τρίτῃ διουρητικὸν, ἐὰν δὲ βούλῃ, λευκὴν σταφίδα καὶ ἐρεβίνθους

214
λευκοὺς δύο χοίνικας, ἐπιχέας ὕδατος τρία ἡμίχοα, ἀφελεῖν δὲ τὸ ἥμισυ, εἶτα ἐς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν ἐκ τούτου κατ’ ὀλίγον, καὶ τοῖσι προσθέτοισι χρέεσθαι. Ἢν βούλῃ γυναῖκα κυῆσαι, καθῆραι αὐτὴν καὶ τὰς μήτρας, ἔπειτα δίδου ἄνηθον ἐσθίειν νήστει, καὶ οἶνον ἐπιπίνειν ἄκρητον, καὶ προστιθέναι νίτρον ἐρυθρὸν καὶ κύμινον καὶ ῥητίνην μέλιτι δεύσας, ἐν ὀθονίῳ πρόσθες· καὶ ὅταν τὸ ὕδωρ ἀποῤῥυῇ, τοὺς μέλανας πεσσοὺς προστιθέσθω μαλθακτήριον, καὶ τῷ ἀνδρὶ ξυνέστω. Ἢν δὲ τὸ στόμα μεμύκη, προστιθέσθω καὶ ὀπὸν συκῆς, μέχρι ἂν ἀναστομωθῇ· καὶ ὕδατι αὐτίκα ἀπονίζεσθαι· ἵρηκος δὲ ἄφοδον τρίβειν ἐν οἴνῳ γλυκεῖ καὶ πίνειν νῆστιν, καὶ τηνικαῦτα ξυνευναζέσθω τῷ ἀνδρί. Ἢ ὁκόταν τὰ καταμήνια παύηται, χηναλώπεκος ἄφοδον ἐν ῥοδίνῳ μύρῳ τρέβειν, καὶ τὸ αἰδοῖον χρίεσθαι, καὶ ξυνευνάζεσθαι.