De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

50. Ἢν ἐκ τόκου φλεγμήνωσιν αἱ ὑστέραι, πυρετὸς ἴσχει τὸ σῶμα βληχρὸς, καὶ ἀχλύς· ἐκ δὲ τῆς κοιλίης οὐδέκοτε ἐκλείπει τὸ πῦρ· καὶ διψῇ, καὶ τὰ ἰσχία ἀλγέει, καὶ οἰδέει τὴν γαστέρα τὴν νειαίρην ἰσχυρῶς, καὶ ἡ κοιλίη ταράσσεται· ὑποχώρημα δὲ κακὸν καὶ ὀζόμενον, καὶ λάζεται τὸ πῦρ σφοδρὸν, καὶ ἀσιτίη ἔχει, καὶ κατὰ τὸ βρέγμα ὀδύνη, καὶ οὐ δύναται εἰρύσαι τῆς κοιλίης ὁ στόμαχος ποτὰ καὶ σιτία, καὶ ἀδυνατέει πέσσειν· καὶ ἢν μὴ θεραπεύωνται εὐθέως, αἱ πλεῖσται θνήσκουσιν, ἡ κοιλίη δὲ αἰτίη. Τῆς ἀκτῆς οὖν τὰ φύλλα ὡς ἁπαλώτατα ἐν πυρῶν κριμνοῖσιν ἑψήσας σιτανίοισιν, ἀκροχλίερον ῥοφέειν, καὶ διδόναι μελίκρητον καὶ οἶνον ὑδαρέα, καὶ τὸ ἦτρον καταπλάσσειν τοῖσι ψυκτικοῖσι, σιτίον δὲ ὡς ἐλάχιστον προσφέρειν, καὶ τὴν γαστέρα ἵστασθαι, καὶ τὴν κεφαλὴν ἰῆσθαι, ὑποχόνδριον δὲ καταπλάσσειν.

51. Μητρέων ποτόν· ἢν ἀλγέῃ ἐκ τόκου, ὁπόταν ἀλγέῃ τὴν ἕδρην ἢ ἄλλο τι, ἀρκεύθου καρπὸν ἢ λίνου σπέρμα καὶ κνίδης τρίβειν, καὶ διδόναι πίνειν. Ἢν ἐκ τόκου ἀλγέῃ, ῥητίνην τερεβινθίνην καὶ μέλι

110
καὶ οἶνον χλιερὸν διδόναι ῥοφέειν, καὶ ἢν φλεγμήνωσιν αἱ μῆτραι, τοῦτο παύσει. Ἢν δὲ ἀλγέῃ τῶν μητρέων τόπον, ἀμυγδαλῆς τρίψας πικρῆς καὶ ἐλαίης τὰ ἁπαλὰ φύλλα, καὶ κύμινον καὶ δάφνης καρπὸν ἢ τὰ φύλλα, καὶ ἄννησον καὶ ἐρύσιμον καὶ ὀρίγανον καὶ νίτρον, ταῦτα μίξας καὶ τρίψας λεῖα, κολλούρια ποιέειν μητρέων. Ἢν φλεγμήνωσι καὶ ὀδύνη ἔχῃ, ῥόδων φύλλα, κινάμωμον, κασσίην τρίψας ἐν τῷ αὐτῷ λεῖα, ἐπιχέειν· νέτωπον, καὶ ποιήσας φθοΐσκους ὅσον δραχμιαίους, ὀστράκινον κυθρίδιον καινὸν διάπυρον ποιήσας, περικαθίσας, καὶ περιστείλας ἱματίοισι, θυμιῇν ἐς τὰς μήτρας· τοῦτο ὀδύνας παύσει.

52. Ἢν δὲ ἐκ τόκου αἱ ὑστέραι πονήσωσι, βληχρὸν ἔχει τὸ πῦρ, ἔνδοθεν δὲ ἡ κοιλίη ἡ νειαίρη πυριφλεγέθης ἐστὶ, καὶ ἐς τὸ ἰσχίον ἐνίοτε ἀποιδέει, καὶ ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τοὺς κενεῶνας, καὶ τὰ ὑποχωρεῦντα χολώδεα καὶ κάκοδμα· καὶ ἢν μὴ σταθῇ ἡ κοιλίη, ἐξαίφνης θνήσκει. Ὅταν οὖν ὧδε ἔχῃ, χρὴ ψύχειν τὴν κοιλίην, φυλασσόμενον ὅκως μὴ φρίξῃ· πινέτω δὲ, ἢν μὴ ἵστηται, τὸ ἀπὸ τοῦ κρίμνου ἢ ἄρτου, ἢ ἄλητον· ῥοφέειν δὲ, σίδης οἰνώδεος τὸν χυλὸν κεράσας ὕδατι, ἐπίπασσε λέκιθον φακῶν καὶ τοῦτο ἕψει, μίσγων φακὸν καὶ κύμινον καὶ ἅλας καὶ ἔλαιον καὶ ὄξος, τοῦτο διδόναι ῥόφημα ψυχρὸν, καὶ φακῆν ὀξέην, καὶ ἐπιπίνειν

112
οἶνον οἰνώδεα πράμνιον· τῶν δὲ ἄλλων σιτίων ἀπέχεσθαι χρὴ ἔστ’ ἂν ὁ πυρετὸς λυθῇ· ἢν δὲ δοκέῃ, καὶ λούεσθω· ἢν δὲ ἀσθενὴς ᾖ, πίνειν πάλην ἀλφίτων· ἢν δὲ ἀκιδνοτέρη ᾖ, ἐν ὕδατι ψυχρῷ· σιτίον δὲ προσφέρεσθαι κοῦφον, ὅ τι μὴ ἰνήσεται, ὅταν τὸ πῦρ μεθῇ. Ἡ δὲ νοῦσος ὀξέη τε καὶ θανατώδης.

53. Ἢν δὲ φλεγμήνωσιν αἱ ὑστέραι λεχοῖ, πίμπραται ἡ κοιλίη καὶ μεγάλη γίνεται, καὶ πρὸς τὰ ὑποχόνδρια πνὶξ ἔχει. ὅταν ὧδε ἔχῃ, καταπλάσσειν βρύῳ τῷ θαλασσίῳ, ὃ ἐπὶ τοὺς ἰχθύας ἐπιβάλλουσι, κόψαι δὲ ἐν ὅλμῳ· καὶ ξυμμίσγειν ὠμήλυσιν καὶ σποδιὴν κληματίνην καὶ λίνον φώξαντα, ἀλεῖν δὲ ταῦτα καὶ ἀναφορύξαι ὄξει καὶ ἐλαίῳ, ποιέειν δὲ οἷον κυκεῶνα παχύν· ταῦτα ἑψεῖν ἕως οἷον στέαρ γένηται, καὶ τούτῳ καταπλάσσειν ὡς θερμοτάτῳ, καὶ, ἢν χρήζῃ, ἐγκαθιννύσθω.

54. Ἢν δὲ λεχοῖ φλεγμήνωσιν αἱ ὑστέραι, οἰδέουσι, καὶ ὁκόταν τὰ λοχεῖα ἐμμείνῃ, κρύβδην τείνονται, γίνεται δὲ ἐπὴν πυκνωθέωσιν ὑπὸ ψύχεος. Ταύτῃσιν ἢν μὲν ἐπιψύχωνται, ἀλεαίνειν· ἢν δὲ πυριφλεγέες ἔωσιν καὶ τὸ ψῦχος ἀφῇ, προσθετὸν ποιέειν ὅ τι φλεγμασίῃ ἐναντιοῦται, καὶ λούειν, καὶ πυριῇν, καὶ φάρμακα προσάγειν, ὧν ἂν ἐγὼ γράψω, ἕλκειν τε ἀτμίδα ἐς τὸ στόμα καὶ ἐς τὰς ῥῖνας.

114

55. Ἢν δὲ πνίγωσι, φακοὺς ἑψεῖν ἐν ὄξει καὶ ἁλὶ καὶ ὀριγάνῳ πολλῷ, καὶ ὁλκὴν ποιέεσθαι, καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ ἐν τῷ χυλῷ λεπτὸν ἄλητον ῥοφεέτω.

56. Ὅταν δὲ τάχιστα τέκῃ, πρὶν τὴν ὀδύνην ἔχειν, πρότερον διδόναι τῶν φαρμάκων, ὅσα τὰς ὑστέρας παύει τῆς ὀδύνης, καὶ σιτία διαχωρητικὰ προσφερέσθω. Ἢν δὲ ἡ γαστὴρ θερμαίνηται, ὑποκλύζειν ὅτι τάχος.

57. Ἢν αἱ μῆτραι φλέγματος ἐμπλησθέωσι, φῦσαι ἐγγίνονται ἐν τῇσιν ὑστέρῃσι, καὶ τὰ ἐπιμήνια προέρχεται ἐλάσσονα, λευκὰ, φλεγματώδεα· ἔστι δ’ ὅτε αἷμα λεπτὸν, ἀκραιφνὲς, ὑμένων ἀνάπλεον, καὶ ἔστιν ᾗσιν κυρκανᾶται, καὶ τρὶς τοῦ μηνὸς ἐπιφαίνεται, καὶ τῷ ἀνδρὶ ὑπὸ τῆς ὑγρότητος οὐκ ἐθέλει μίσγεσθαι, οὐδ’ ὀργᾷ τοῦτο δρᾷν, καὶ λεπτὴ γίνεται· ὀδυνῆται δὲ τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς βουβῶνας· καὶ εἰ δάκνοι τὸ ῥέον καὲ ἑλκοῖ τὰ ἀμφίδεα, χρόνιον φάναι τὸ ῥεῦμα. Καὶ ἢν πολὺ ἴῃ, φάκιον ξὺν ἑλλεβόρῳ δοῦναι ἐμέσαι· ἔπειτα ἐς τὰς ῥῖνας ἐγχέαι, καὶ φάρμακον πῖσωιαάτω· σιτίων δὲ εἰργέσθω δριμέων· ἢν δὲ βαρύνηται καὶ ψύχηται καὶ νάρκη ἔχῃ, γάλα διδόναι καὶ οἶνον εὐώδεα· πινέτω δὲ νῆστις ὑπερικὸν, λίνου σπέρμα, ἐλελίσφακον ἐν οἴνῳ εὐώδει ὑδαρεῖ· καὶ κλύσαι τὰς ὑστέρας τῷ ξὺν τῇ τρυγί· καὶ ἢν μὴ ἡλκωμέναι

116
ἔωσι, διαλιπόντα ἡμέρας δύο ἢ τρεῖς, κλύσαι τῷ ξὺν τῷ κόκκῳ· μετὰ δὲ τοῦτο, στρυφνοῖσιν· ἢν δὲ ἡλκωμέναι ἔωσι, νίπτεσθαι τῷ ἀπὸ τῆς μυρσίνης καὶ δάφνης ἀφεψήματι, καὶ ἐγχριέσθω τῷ ξὺν τῷ ἀργυρέῳ ἄνθει. Ἡ δὲ νοῦσος χαλεπὴ, καὶ ὀλίγαι ἐκφεύγουσιν.

58. Ἢν δὲ αἱ κοτυληδόνες φλέγματος περίπλεαι ἔωσι, τὰ ἐπιμήνια γίνονται ἐλάσσονα, καὶ ἢν ἐν γαστρὶ ἴσχῃ, διαφθείρει, ἐπειδὰν ἰσχυρότερον τὸ ἔμβρυον γένηται· οὐ γὰρ ῥώννυται, ἀλλ’ ἀποῤῥεῖ. Γνοίης δ’ ἂν τῷδε· ὑγρὴ γίνεται, καὶ τὸ ἀποῤῥέον μυξῶδες καὶ γλίσχρον οἷα ἀπὸ κοιλίης φέρεται, καὶ οὐ δάκνει, καὶ ἐν τοῖσιν ἐπιμηνίοισιν, ἐπὴν παύσηται τοῦ αἵματος καθαιρομένη, καὶ δύο ἡμέρας καὶ τρεῖς βλένναι ἴασιν ἐκ τῶν ὑστερέων, καὶ φρίκη ἔχει, καὶ θέρμη οὐκ ὀξέη, πλὴν οὐκ ἐκλείπει. Ταύτην κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων καὶ ὑφ’ ὧν ὕδωρ καθαίρεται, καὶ δὶς καὶ τρίς· ἐπὴν δὲ καθαρθῇ, στρυφνοῖσι τὸ λοιπὸν χρήσθω· προστιθέναι δὲ τὰ μαλθακὰ, ὑφ’ ὧν καθαίρεται φλέγμα, καὶ πυριῇν τὰς ὑστέρας τῷ ξὺν τῇ δάφνῃ, καὶ κλύζειν τῷ ξὺν τῷ ὄξει, καὶ θυμιῇν, ἐπὴν παύσηται τὰ ἐπιμήνια, τοῖσιν ἀρώμασι· κἄπειτ’ ἀσιτέειν χρὴ, καὶ ἀλουτέειν, ξυνίτω δὲ τῷ ἀνδρὶ, καὶ σιτία καὶ οἶνον ὀλίγα λαμβάνειν, καὶ ἀλεαίνειν, καὶ ῥήνικας ἀμφὶ τὰ σκέλεα ἑλίσσσειν, καὶ ἐλαίῳ ἀλείφειν.

59. Ἢν δὲ ὕδερος ἐν τῇσι μήτρῃσιν ἐγγένηται, τὰ ἐπιμήνια ἐλάσσονα καὶ πονηρὰ γίνεται καὶ προαπολείπει, καὶ ἡ νειαίρη γαστὴρ οἰδέει, καὶ οἱ μαζοὶ στεῤῥοὶ, οὐ μαλθακοὶ, καὶ τὸ γάλα

118
πονηρὸν, καὶ δοκέει, ἐν γαστρὶ ἔχειν, καὶ ἐν τούτοισι γνώσῃ ὃτι ὕδερος ἐστι· σημαίνει δὲ καὶ ἐν τῷ στόματι τῇσιν ὑστέρῃσι, ψαυούσῃ γὰρ ἰσχνὸν καὶ ὑγρὸν φαίνεται· καὶ ῥῖγος καὶ πῦρ λαμβάνει. Ὅσῳ δ’ ἂν ὁ χρόνος πλείων γίνηται, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας καὶ τοὺς βουβῶνας. Αὕτη ἡ νοῦσος ἐκ τρωσμοῦ γίνεται, καὶ ἐξ ἄλλων δὲ προφασίων, καὶ ὅταν τὰ ἐπιμήνια κρυφθῇ. Λούειν χρὴ πολλῷ καὶ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ἢν ἡ ὀδύνη ἔχῃ ἐπὴν δὲ παύσηται, φάρμακον χρὴ πῖσαι κάτω, καὶ πυριῆσαι τῷ ξὺν τῷ βολίτῳ τὰς ὑστέρας· ἔπειτα προσθεῖναι τὸ ξὺν τῇ κανθαρίδι, καὶ διαλείπειν δύο ἡμέρας ἢ τρεῖς· καὶ ἢν ῥώμη ἴσχῃ, νετώπῳ κλύσαι· καὶ ἢν ἡ γαστὴρ λαπαρὴ γένηται, καὶ οἱ πυρετοὶ παύωνται καὶ τὰ καταμήνια προχωρέῃ κατὰ λόγον, τῷ ἀνδρὶ ξυγκοιμάσθω, καὶ ἐν τοῖσι προσθέτοισι μενέτω, καὶ μεσηγὺς ἡμέρης πινέτω κρήθμον φλοιὸν, γλυκυσίδης τοὺς μέλανας κόκκους πέντε, ἀκτῆς καρπὸν ἐν οἴνῳ νῆστις· καὶ τὴν λινόζωστιν ἐσθιέτω ὡς πλείστην, καὶ σκόροδα ὠμὰ, καὶ ἑφθὰ, καὶ τοῖσι μαλθακοῖσι πρὸς ὕπνον χρήσθω, καὶ πουλύποσι, καὶ τοῖσιν ἄλλοισι μαλθακοῖσι, θαλασσίοισι μᾶλλον ἢ κρέασι· καὶ ἢν τέκῃ, ὑγιαίνει.

60. Ἢν ὕδρωψ γένηται ἐν τῇσι μήτρῃσι, τὰ ἐπιμήνια ἐλάσσω γίνεται καὶ κακίω καὶ διὰ πλέονος χρόνου· καὶ κύει δίμηνον ἢ μικρῷ πλέον· καὶ οἰδέει ἡ κοιλίη, καὶ τὸ ἐπικτένιον, καὶ αἱ κνῆμαι,

120
καὶ ἡ ὀσφύς· ἐπειδὰν δὲ συχνὸς χρόνος γένηται, καὶ ἐν γαστρὶ ἔχῃ, διαφθείρει καὶ ἐκβάλλει, καὶ ὕδωρ ξὺν αὐτῷ ἐκχέεται, καὶ ἡ γυνὴ θνήσκει ὡς ἐπὶ τὸ πουλύ· τὸ δὲ αἷμα φθείρεται, καὶ ὑδεροῦνται. Ταύτην γαλακτοποτέειν, καὶ τῶν μηκώνων πίνειν, ἔστ’ ἂν τὸ ἔμβρυον κινέεσθαι δύνηται· ἔτι δὲ πρὸ τούτου ὡς ἐπιτοπουλὺ διαφθείρεται καὶ ἐξαμβλίσκεται, καὶ αἵματος καὶ ὕδατος ῥέουσιν αἱ μῆτραι· ταῦτα δὲ πάσχει οὐδέν τι μᾶλλον ἐκ πόνου ἢ ἄλλως. Τούτῳ δ’ ἂν γνοίης ὅτι ὕδρωψ ἐστὶν, εἰ ἀφάσσων τῷ δακτύλῳ ὄψει τὸ στόμα αὐτέων ἰσχνὸν καὶ περίπλεον ὑγρασίης. Ἢν δὲ αὕτη τὸ ἔμβρυον μὴ κατ’ ἀρχὰς, ἀλλ’ ἤδη δίμηνον, διαφθείρηταί τε καὶ ἀποπνίγηται, ἥ τε γαστὴρ ἡ νειαίρη ἐπανοιδέει, καὶ ἁπτομένη ἀλγέει ὡς ἕλκος, καὶ πυρετὸς μέγας αὐτὴν καὶ βρυγμὸς λαμβάνει, καὶ ὀδύνη ἰσχυρὴ τοῦ αἰδοίου, καὶ τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ τοὺς κενεῶνας καὶ τὴν ὀσφὺν ὀξέη τε καὶ σπερχνή. Ὅταν οὕτως ἔχῃ, λούειν αὐτὴν θερμῷ, ἢν ἡ ὀδύνη ἔχῃ, καὶ χλιάσματα προσάγειν, πειρεόμενον ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ φάρμακον καθαρθήριον κάτω· διαλιπεῖν δὲ χρόνον, ὅσον αὐτῇ δοκέει ἱκανὸς εἶναι, καὶ κλύσαι, καὶ πυριῆσαι, καὶ τὴν κυκλάμινον ἐν ῥάκει μέλιτι δεύων προσθεῖναι πρὸς τὸ στόμα τῶν μητρέων· καὶ τῆς κυπαρίσσου καταξύσας καὶ τέγξας ἐν ὕδατι, προσθεῖναι ὡσαύτως, ἐλάσσονι δὲ
122
χρόνῳ καὶ διὰ πλέονος τοῦτο, ὅσῳ μᾶλλον δάκνει καὶ ξαίνει, καὶ μήλην ποιησάμενος κασσιτερίνην ἐγκαθιέναι, καὶ τῷ δακτύλῳ ὡσαύτως, καὶ τὰ ποτήματα ὅ τι ἂν μάλιστα προσίηται πιπίσκειν, καὶ ξυγκοιμάσθω τῷ ἀνδρὶ ὡς μάλιστα τῶν καιρῶν παρόντων· ἢν γὰρ ξυλλάβῃ τὴν γονὴν καὶ κυήσῃ, ὑπεκκαθαίρεται καὶ τὰ πρόσθεν ὑπόντα ξὺν αὐτοῖσι, καὶ οὕτως ἂν μάλιστα ὑγιὴς γένοιτο.

61. Ἢν δὲ γυνὴ ὑδρωπιήσῃ, οἷα τοῦ σπληνὸς ὑδατώδεος καὶ μεγάλου ἐόντος, γίνεται δὲ ὁ σπλὴν ὑδατώδης ἀπὸ τοῦδε τοῦ παθήματος, ἐπὴν πῦρ ἔχη καὶ μὴ ἀφίῃ τὴν ἄνθρωπον, καὶ δίψα μιν λαμβάνῃ καρτερὴ, καὶ πίνῃ, καὶ μὴ ἀπεμέῃ· τὸ μὲν γὰρ ἐς τὴν κύστιν διελθὸν διουρέεται, τὸ λοιπὸν δὲ ὁ σπλὴν ἕλκει ἐς ἑωυτὸν ἀπὸ τῆς κοιλίης ἅτε ἀραιὸς ἐὼν καὶ σπογγοειδὴς κείμενός τε κατὰ τὴν κοιλίην· καὶ ἢν τούτων οὕτως ἐχόντων μὴ ἱδρώσῃ, μηδέ οἱ ἡ κύστις διηθῇ, μηδὲ ἡ κοιλίῃ χαλᾷ, διαίρεται ὁ σπλὴν ὑπὸ τοῦ ποτοῦ, καὶ μᾶλλον ἢν ὕδωρ ᾖ τὸ ποτὸν, καί μιν ἤν τις ἐπαφήσαιτο, μαλθακὸς ὡς μνοῦς ἐστιν, ἔστι δ’ ὅτε ἀντιτυπεύμενος· ἀερθεὶς δὲ καὶ ὑπερπιμπλάμενος ἐκδιδοῖ κατὰ τὰς φλέβας τῷ σώματι, καὶ μάλιστα ἐς τὸ ἐπίπλοον καὶ τοῖσιν ἀμφὶ τὴν κοιλίην ἐοῦσι χωρίοισι καὶ τοῖσι σκέλεσιν· ἕτερον γὰρ ἑτέρῳ διεκδιδοῖ ἐν τῷ σώματι, ἐπὴν πλέον ἑκάστῳ τοῦ καιροῦ ᾖ καὶ μὴ δύνηται κατέχειν. Ἐπιγίνεται δὲ ἀπὸ τούτου ὕδρωψ αἰεὶ, ἐπὴν μάθῃ ὁ σπλὴν ἕλκειν ἐς ἑωυτὸν φύσει ἀραιὸς ὢν καὶ μανός. Γίνεται δὲ ἔστιν ᾗσιν ἀρχὴ αὕτη τῆς νούσου

124
καὶ ἄτερ πυρετοῦ, ἢν καῦμα ἐν τῇ κοιλίῃ ἐνστῇ οἷα φλέγματος ἐς αὐτὴν κατιόντος, καὶ ἢν ἡ ἄνθρωπος τὴν δίψαν μὴ κατέχῃ, μηδ’ ἡ κύστις μηδ’ ἡ κοιλίη διηθέωσιν οὖρόν τε καὶ κόπρον κατά γε δίκην, μηδὲ ἐπιτηδείῃ διαίτῃ χρέηται ἡ ἄνθρωπος. Ἢν δὲ ὑδρωποειδὴς ᾖ, ἔρχεται τὰ καταμήνια πολλὰ ἐξαπίνης, ὁτὲ δὲ ὀλίγα, καὶ γίνεται ὁτὲ μὲν ὡς ἀπὸ κρεῶν ὕδωρ, εἴ τις αἱματώδεα ἀποπλύνειεν, ὁτὲ δὲ ὀλίγῳ ἰσχυρότερα, καὶ οὐ πήγνυται, καὶ ἆσθμά μιν λαμβάνει, πρὶν ἢ τὰ καταμήνια χωρέειν, καὶ ὀδύνη ἐν τῷ σπληνὶ, καὶ μᾶλλον ἐπήν τι γλυκὺ φάγῃ, καὶ ἡ γαστὴρ ἐξαείρεται καὶ μεγάλη ἐστί· καὶ ἐπὴν πλέονα τοῦ μάθεος φάγῃ, πονέεται τὴν γαστέρα, καὶ τὴν ὀσφὺν ἀλγέει ἄλλοτε καὶ ἄλλοτε, καὶ πῦρ μιν ἐπιλαμβάνει δι’ ὀλίγου. Ἐπὴν δὲ ἀποκαθαρθῇ, ῥάϊον δοκέει ἔχειν πρὸς τὰ πρόσθεν, ἔπειτα ἐς τωὐτὸ καθίσταται, καὶ ἢν μελεδαίνηται ὡς χρὴ, ὑγιὴς ἔσται· ἢν δὲ μὴ, ὁ ῥόος ἐπιφανεῖται, καὶ διὰ παντὸς τοῦ χρόνου αἰεὶ ῥεύσεται κατ’ ὀλίγον οἷον ἰχὼρ, ἐπιμελείης δὲ πλείονος δέεται. Ἢν δὲ μὴ ὁ ῥόος ἐπιγένηται, ἀλλ’ αἱ μῆτραι ὑπὸ τῶν πρόσθεν παθημάτων ἀερθεῖσαι μὴ χαλάσωσι τὰ ἐπιμήνια, ἥ τε γαστήρ οἱ μεγάλη ἔσται, καὶ βρῖθος ἐνέσται ὡς τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ δοκέει ὡσεὶ παιδίον ἐν τῇ γαστρὶ αὐτῆς κινέεσθαι, ἅτε τῶν μητρέων ὕδατος πλέων ἐουσέων καὶ τοῦ ὕδατος κινεομένου, ἄλλοτε γὰρ καὶ ἄλλοτε κλυδάζεται αὐτῇσι τὸ ὕδωρ ὡς ἐν ἀσκῷ· καὶ ἀλγεῖ ψαυομένη τὸ κάτω τοῦ ὀμφαλοῦ, καὶ αἱ κληἳδες καὶ ὁ θώρηξ καὶ τὸ πρόσωπον καὶ τὰ ὄμματα καταλεπτύνεται, καὶ αἱ θηλαὶ ἀείρονται. Ἔστι δὲ ᾗσι μὲν ἥ τε κοιλίη καὶ τὰ σκέλεα πλήθει ὕδατος, ᾗσι δὲ ἐς θάτερον τουτέων·
126
καὶ ἢν μὲν ἄμφω πλησθῇ, οὐδεμία ἐλπὶς περιγενέσθαι τὴν ἄνθρωπόν ἐστιν· ἢν δὲ θάτερον τούτων, ἐλπίδες ὀλίγαι, ἢν μελεδαίνηται καὶ μὴ λίην τετρυχωμένη ᾖ. Χρονίη δὲ αὕτη ἡ νοῦσος.

62. Γίνεται δὲ πάντα μᾶλλον μὲν τῇσιν ἀτόκοισιν, γίνεται δὲ πολλάκις καὶ τῇσι τετοκυίῃσιν· ἐπικίνδυνα δέ ἐστιν, ὡς εἴρηται, καὶ τοπουλὺ ὀξέα καὶ μεγάλα καὶ χαλεπὰ ξυνιέναι, διὰ τοῦθ’ ὅτι αἱ γυναῖκες μετέχουσι τῶν νούσων, καὶ ἔσθ’ ὅτε οὐδ’ αὐταὶ ἴσασιν τί νοσέουσιν, πρὶν ἢ ἔμπειροι νούσων γένωνται ἀπὸ καταμηνίων καὶ ἔωσι γεραίτεραι· τότε δὲ σφέας ἥ τε ἀνάγκη· καὶ ὁ χρόνος διδάσκει τὸ αἴτιον τῶν νούσων, καὶ ἔστιν ὅτε τῇσι μὴ γινωσκούσῃσιν ὑφ’ ὅτευ νοσεῦσι φθάνει τὰ νοσήματα ἀνίητα γινόμενα, πρὶν ἂν διδαχθῆναι τὸν ἰητρὸν ὀρθῶς ὑπὸ τῆς νοσεούσης ὑφ’ ὅτου νοσέει· καὶ γὰρ αἰδέονται φράζειν, κἢν εἰδῶσι, καί, σφιν δοκέουσιν αἰσχρὸν εἶναι ὑπὸ ἀπειρίης καὶ ἀνεπιστημοσύνης. Ἅμα δὲ καὶ οἱ ἰητροὶ ἁμαρτάνουσιν, οὐκ ἀτρεκέως πυνθανόμενοι τὴν πρόφασιν τῆς νούσου, ἀλλ’ ὡς τὰ ἀνδρικὰ νοσήματα ἰώμενοι καὶ πολλὰς εἶδον διεφθαρμένας ἤδη ὑπὸ τοιούτων παθημάτων. Ἀλλὰ χρὴ ἀνερωτᾷν αὐτίκα ἀτρεκέως τὸ αἴτιον· διαφέρει γὰρ ἡ ἴησις πολλῷ τῶν γυναικηΐων νοσημάτων καὶ τῶν ἀνδρώων.

63. Ἢν δὲ αἱ μῆτραι ἑλκωθέωσιν, αἷμα καὶ πῦα καθαίρεται, καὶ ὀσμὴ βαρέη γίνεται, καὶ ὀδύνη ὀξέη λαμβάνει ἐς τὰς ἰξύας καὶ ἐξ τοὺς βουβῶνας καὶ ἐς τὴν νειαίρην γαστέρα, καὶ ἄνω φοιτᾷ ἡ ὀδύνη ἐς τοὺς κενεῶνας καὶ ἐς τὰς πλευρὰς καὶ ἐς τὰς ὠμοπλάτας,

128
ἐνίοτε δὲ καὶ ἐς τὰς κληἳδας ἀφικνέεται, καὶ δάκνεται, καὶ κεφαλὴν ἀλγέει σφοδρῶς, καὶ παρανοεῖ· τῷ δὲ χρόνῳ ἀνοιδίσκεται πᾶσα. καὶ ἀσθενείη μιν λαμβάνει, καὶ ἀψυχίη, καὶ πυρετὸς λεπτὸς, καὶ περίψυξις· οἰδίσκεται δὲ μάλιστα τὰ σκέλεα. Ἡ δὲ νοῦσος λαμβάνει ἐκ τρωσμοῦ, ἥτις ἂν διαφθείρασα τὸ παιδίον ἐγκατασαπὲν μὴ ἐκκαθαρθῇ, καὶ τὸ στόμα πῦρ ἔχει· λαμβάνει δὲ καὶ ἐκ τῶν ῥόων, καὶ ἢν ἐπὶ σφέας δριμέα ᾖ καὶ χολώδεα, δάκνει. Ἢν οὕτως ἐχούσῃ ἐπιτυγχάνῃς, ἐπὴν μὲν αἱ ὀδύναι ἔχωσι, λούειν τε πολλῷ καὶ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ὅκου ἂν ἡ ὀδύνη ἔχῃ· καὶ ἢν μὲν ἄνω αἱ ὀδύναι ἔωσιν, ἢν μὲν ἰσχυρὴ ἡ γυνὴ ᾖ, πυριήσασθαι ὅλην καὶ φάρμακον δοῦναι κάτω πιεῖν· καὶ ἐπὴν ὥρη ᾖ τοῦ ἔτεος, ὀῤῥὸν ἀφεψῶν, διδόναι ἐπιπίνειν ἡμέρας πέντε, ἢν δυνατὴ ᾖ· ἢν δὲ μὴ ἦ ὀῤῥὸς, ὄνου γάλα ἑψεῖν, καὶ διδόναι πίνειν ἡμέρας τρεῖς ἢ τέσσαρας· μετὰ δὲ τὴν γαλακτοποσίην, ὕδατι ἀνακομίσαι αὐτὴν καὶ σιτίοισιν ἐπιτηδείοισι, κρέασι μηλείοισιν, ἁπαλοῖσι, νέοισι, καὶ ὀρνιθείοισι, καὶ τευτλίῳ, καὶ κολοκύντῃ· ἀπεχέσθω δὲ τῶν ἁλμυρῶν καὶ δριμέων καὶ τῶν θαλασσίων πάντων καὶ κρεῶν χοιρείων καὶ βοείων καὶ αἰγείων· ἄρτους δὲ ἐσθιέτω· ἢν δὲ ἀψυχίαι ἔχωσι καὶ μὴ ἰσχύῃ καὶ περιψύχηται, ῥόφημα λαμβάνειν. Εἰσὶ δέ τινες, οἳ ταύτῃσι κεφαλὴν ἀλγεούσῃσι πιπίσκουσι γάλα, ὅτι κεφαλὴν ἀλγέουσιν, οἱ δὲ ὕδωρ, ὅτι λειποθυμέουσι· τἀναντία δὲ οἴομαι· εἰ κεφαλὴν ἀλγέοιεν καὶ φρενῶν εἴη ἅψις, ἀρμόσσον ὕδωρ, ὅτε δὲ δάκνεται καὶ δριμέα ἐστὶ, γάλα ταύτῃσιν εὐμενές. Ἐπὴν δέ σοι δοκέῃ ἰσχύειν, κλύζειν τὰς ὑστέρας, πρῶτα μὲν τῷ ἀπὸ τῆς τρυγὸς, μετὰ δὲ ταῦτα διαλιπὼν
130
ἡμέρας τρεῖς ἢ τέσσαρας κλύζειν τῷ ξὺν τῷ κραμβίῳ χλιερῷ, καὶ αὖθις διαλιπὼν ἡμέρας τρεῖς κλύσαι τῷ ξὺν τῷ πικερίῳ· καὶ ἢν ταῦτα ποιήταντι ὑγιάζωνται αἱ ὑστέραι, κλύσαι τῷ ξὺν τῷ σιδίῳ· ἐπὶ δὲ τὰ ἕλκεα ἐπιχρίειν ἀργύρεον ἄνθος, καὶ κικίδα, καὶ σμύρναν, καὶ λιβανωτὸν, καὶ τοῦ αἰγυπτίου ἀκάνθου τὸν καρπὸν, καὶ οἰνάνθην τὴν ἀγρίην, καὶ χρυσοκόλλην, καὶ λεπίδα, καὶ λωτοῦ πρίσματα, καὶ κρόκον, καὶ στυπτηρίην αἰγυπτίην κατακεκαυμένην· τούτων ἓν ἔστω ἴσον ἑκάστου, τὴν δὲ στυπτηρίην καὶ τὴν κικίδα καὶ τὸν κρόκον ποιῆσαι μίαν μοῖραν πάντων· τρίψας δὲ καὶ ξυμμίξας πάντα λεῖα, διεῖναι ἐν οἴνῳ λευκῷ γλυκεῖ· ἔπειτα ἑψεῖν, ἔστ’ ἂν παχὺ γένηται οἷόν περ μέλι· τούτῳ δὲ ἐπαλείφειν δὶς τῆς ἡμέρης διδόναι, νιψαμένην ὕδατι χλιερῷ· ἑψεῖν δὲ ἐν τῷ ὕδατι καὶ κισθὸν καὶ ἐλελίσφακον. Καὶ ἐπήν σοι δοκέῃ ταῦτα ποιέοντι ῥᾴων εἶναι, προπιεῖν γάλα ἑφθὸν αἴγειον μίην ἡμέρην, ἔπειτα διδόναι γάλα βόειον, τὸν αὐτὸν τρόπον οἷον ἐπὶ τῇσι προτέρῃσι· μετὰ δὲ τὴν γαλακτοποσίην παχῦναι σιτίοισιν ὡς μάλιστα, καὶ ποιέειν ὅκως ἐν τῇ γαστρὶ ἔχῃ· ὑγιὴς γὰρ γενήσεται. Ὡς δὲ τὰ πολλὰ ἐκ τῆς νούσου ταύτης ἐκφεύγουσι, καὶ ἄτοκοι γίνονται· αἱ δὲ γεραίτεραι οὐ πάνυ τι. Πίνειν δὲ μετὰ τὰ φάρμακα λίνου σπέρμα ἀποπεφωσμένον, καὶ σήσαμον, καὶ κνίδης καρπὸν, καὶ γλυκυσίδης ῥίζαν τὴν πικρὴν τρίβων ἐν οἴνῳ εὐώδει μέλανι κεκρημένῳ.

64. Ἢν αἱ μῆτραι ἑλκωθέωσι, καὶ αἷμα καὶ πῦον ῥέει καὶ ἰχώρ· σηπομένων γὰρ τῶν μητρέων, νόσημα ἀπ’ αὐτέων γίνεται, καὶ ἡ γαστὴρ ἡ νειαίρη ἐπαείρεται, καὶ λεπτὴ γίνεται, καὶ ἀλγέει ψαυομένη,

132
ὡς ἕλκος, καὶ πῦρ ἔχει καὶ βρυγμὸς αὐτὴν, καὶ ὀδύνη ὀξέη καὶ σπερχνὴ ἔς τε τὰ αἰδοῖα καὶ ἐς τὸ ἐπίσειον καὶ ἐς τὴν γαστέρα τὴν νειαίρην καὶ ἐς τὸν κενεῶνα καὶ ἐς τὰς ἰξύας· ἡ δὲ νοῦσος λαμβάνει μάλιστα μὲν ἐκ τόκου, ἢν αὐτῇσί τι διακναισθὲν ἐνσαπῇ, καὶ ἔκ τρωσμοῦ, καὶ ἄλλως ἀπὸ ταυτομάτου. Ταύτῃσιν ἢν ἐπιτυγχάνῃς, λούειν ἐν ὕδατι πολλῷ καὶ θερμῷ, καὶ ὅκου ἂν ἡ ὀδύνη ἔχῃ, τὰ χλιάσματα προστιθέναι καὶ σπόγγον ἐξ ὕδατος θερμοῦ, καὶ κλύζειν, τὰ δριμέα καὶ τὰ στρυφνὰ ἀπεχομένην· τῶν δὲ μαλακωτέρων διάμισγε ὅκως ἂν δοκέῃ σοι καιρὸς εἶναι· τοῦ τε λίνου τὸν καρπὸν κόψας καὶ τῆς ἀκτῆς, ξυμμίξας δὲ ἐν μέλιτι καὶ ποιήσας φάρμακον, τούτῳ χρῶ· λοῦσον δὲ ὕδατι θερμῷ, καὶ λαβὼν σπόγγον ἢ εἴριον μαλθακὸν βάπτων ἐς θερμὸν ὕδωρ διακάθαιρε τά τε αἰδοῖα καὶ τὰ ἕλκεα· εἶτα ἐς οἶνον ἄκρητον ἐμβάπτων πάλιν τὸν σπόγγον ἢ τὸ εἴριον τὸν αὐτὸν τρόπον χρῶ· ἔπειτα τῷ φαρμάκῳ τούτῳ ἐνάλειφε, ὁσάκις ἂν δοκέῃ σοι καιρὸς εἶναι· ἔπειτα ῥητίνην καὶ στέαρ ὕεισν μίξας ὁμοῦ τῷ φαρμάκῳ, διαλείφειν τῷ δακτύλῳ πολλάκις μεθ’ ἡμέρην καὶ τῆς νυκτός· μετὰ δὲ ταῦτα λίνου σπέρμα φώξας καὶ κόψας καὶ σήσας, μήκωνα λευκὴν κόψαι ἐν ἀλφίτοισι καὶ σῆσαι, καὶ τυρὸν αἴγειον ὀπτᾷν περιξύσας τὸ ῥῦπος καὶ τὴν ἅλμην, καὶ τὸ πικέριον ξυμμίξαι καὶ πάλην ἀλφίτου, εἶτα ἓν τοῦ φαρμάκου μέτρον καὶ τοῦ τυροῦ καὶ τοῦ ἀλφίτου ποιῆσαι, καὶ τοῦτο διδόναι πίνειν ἐξ ἠοῦς νήστει ἐν οἴνῳ αὐστηρῷ κεκρημένῳ ἐς δὲ τὴν ἑσπέρην μίσγων καὶ παχὺν κυκεῶνα διδόναι, καὶ τῶν γυναικείων ὅ τι ἂν μάλιστα προσδέχηται πιπίσκειν. Καὶ μέχρι μὲν ἂν τὸ αἷμα πουλὺ
134
ῥέῃ, καὶ ὀδύναι ὀξέαι ἔχωσι καὶ ὀλίγον χρόνον διαλείπωσι, ταῦτα ποιέειν· ἐπὴν δὲ τὸ ἕλκος ἔλασσον ᾖ, καὶ ὀδύναι βληχραὶ προσλαμβάνωσι καὶ διὰ πλέονος χρόνου, φάρμακα πιπίσκειν, ὑφ’ ὧν μέλλλει καθαίρεσθαι κάτω μᾶλλον ἢ ἄνω, διαλείπων χρόνον ὁκόσον ἂν δοκέῃ καιρὸς εἶναι καὶ πυριῇν βληχρῇσι πυρίῃσιν, ἀνακαθίζοντα ὑψόθι, ἢν δοκέῃ ἑκάστοτε καιρὸς εἶναι. Ταῦτα ποιέουσα ὑγιὴς γίνεται ἡ δὲ νοῦσος βληχροτέρη καὶ θανατώδης, καὶ διαφεύγουσιν, αὐτὴν παῦραι.

65. Ἢν δὲ ἑλκωθέωσι, σφοδρῶς, αἷμα καὶ πῦον καθαίρεται, καὶ ὀδμὴ γίνεται βαρέη, καὶ ὁκόταν ἡ ὀδύνη προσλάβῃ, ὡς ὑπὸ ὠδῖνος τὸ πλῆθος τὰ περὶ τὸν ῥόον γίνεται, καὶ, ὁκότανιὁ χρόνος ᾖ, τὰ σκέλεα καὶ οἱ πόδες οἰδέουσι, καὶ ἰῶνται οἱ ἰητροὶ ὡς ὕδρωπα· τὸ δὲ οὐ τοῖον. Ταύτην ἢν λάβῃς, λούειν πρῶτα θερμῷ, καὶ χλιαίνειν, καὶ κλύζειν δριμέσι καὶ μαλθακοῖσι καὶ στρυφνοῖσιν, ὕδατί τε καὶ οἴνῳ καὶ πουλύκαρπον καὶ πουλύκνημον καὶ μέλι ἑψῶν ὁμοῦ, εἶτα εἴριον ἐς τοῦτο βάπτων, διαχρίειν τὰ αἰδοῖα, καὶ ῥητίνην καὶ μέλι καὶ συὸς ἔλαιον ἐγχρίειν καὶ πιπίσκειν λίνου καρπὸν, καὶ σήσαμον φώξας καὶ βούτυρον καὶ τυρὸν αἴγειον καὶ ἄλφιτον ἐφ’ ἅπασι πιπίσκειν ἐν οἴνῳ νῆστιν, ἐς ἑσπέρην δὲ μέλι ἐπιχέων πουλύ καὶ ἕως μὲν ἂν τὸ αἷμα καθαίρηται, καὶ ὀδύναι ὀξέαι ἔχωσι, καὶ ὀλίγον διαλείπωσι, τοῦτο ποιέειν· ὅταν δέ οἱ ἔλασσον ἴῃ καὶ ὀδύναι βληχρότεραι ἴσχωσι διὰ πλέονος χρόνου, φάρμακον πιπίσκειν κάτω, καὶ διαλείπειν. Ταῦτα ποιέουσα, ὑγιὴς γίνεται γενεὴ δὲ οὐκ ἔτι.

136

66. Ὅσα δὲ ἑλκώματα γίνεται ἐν τῇσιν ὑστέρῃσιν ἀπὸ τρωσμοῦ ἢ ὑπ’ ἄλλου τινὸς, ταῦτα χρὴ ἀποσκεπτόμενον εἰς τὸ οὖλον σῶμα θεραπεύειν πάντα, ὁκοίης ἂν δοκέῃ δέεσθαι θεραπείης, ἤν τέ σοι δοκέῃ ἐξ ἅπαντος τοῦ σώματος ἡ ἄνθρωπος θεραπευτέη εἶναι, ἤν τε ἀπ’ αὐτέων. Γνώσῃ δὲ εἰ ἀπ’ αὐτέων τῶν ὑστερέων ἐστὶν ὧδε· τὰ μὲν ἀπ’ αὐτέων τῶν ἑλκωμάτων τὴν κάθαρσιν παρέχει πυοειδέα τε καὶ ξυνεστηκυίην, τὰ δὲ μὴ ἀπ’ αὐτέων λεπτήν τε καὶ ἰχωροειδέα. Ὅσα μὲν οὖν ἐστι λεπτὰ τῶν ῥευμάτων, ταύτας μὲν χρὴ θεραπεύειν ἐν φαρμάκῳ, καὶ διδόναι καὶ ἄνω καὶ κάτω, πρῶτον δὲ ἄνω· καὶ ἢν μὲν μετὰ τὴν φαρμακείην τὰ ῥεύματα ἐλάσσω γίνηται καὶ εὐπετέστερα ᾖ, διαλείποντα αὖθις φαρμακεύειν τὸν αὐτὸν τρόπον· μετὰ δὲ τὴν φαρμακείην διαιτῇν διαίτῃ τοιαύτῃ, ἐν ὁποίῃ ἂν εἴη μάλιστα ξηροτάτη ἡ ἄνθρωπος· ἔσται δὲ, ἢν αὐτὴν πυριῇς δι’ ἡμέρης τρίτης ἢ τετάρτης ὅλον τὸ σῶμα, καὶ ἐμέτους ποιέῃς ἐκ τῶν πυριέων εὐθύς· μετὰ δὲ τοὺς ἐμέτους καὶ τὰς πυρίας διαιτῇν ἀλουσίῃσί τε καὶ ὀλιγοποσίῃσι καὶ ἀρτοσιτίῃσιν· ποτῷ δὲ μηδενὶ, ἀλλ’ ἢ οἴνῳ ἀκρήτῳ μέλανι, λαχάνῳ δὲ μηδενί· ὅταν δὲ τὸν ἔμετον παρασκευάζῃς, τότε χρὴ λαχάνων πολλῶν καὶ δριμέων ἐμπιπλάναι καὶ σιτίων πολλῶν καὶ ὄψου ὁκοίου ἂν βούλωνται, καὶ οἴνου πολλοῦ ἐμπιπλάναι ὑδαρέος, καὶ λούειν ἐκ τῶν πυριῶν πολλῷ θερμῷ. Αὕτη μὲν ἡ θεραπείη τῶν τοιουτοτρόπων ῥευμάτων· ἄμεινον δὲ ἄμφω φαρμακεύειν, καὶ ἐμέειν καὶ ἄνω ἕλκειν· δίαιτα δὲ ξηραντικὴ κρέσσων καὶ ἀλουσίη. Τὰς δὲ ὑστέρας χρὴ θεραπεύειν ὧδε· πρῶτα

138
μὲν πυριῇν ὕδατι ἀκτῆς ἀφεψῶντα τὰ φύλλα· ἔπειτα μετὰ τὴν πυρίην κλύζειν ἐκ τῆς ἰλύος τῷ σμήγματι· ἢν μὲν σηπεδὼν ἐν τοῖς ἕλκεσιν ᾖ καὶ τὰ ἀπιόντα δυσώδεα, ἀκρητεστέρῳ τῷ σμήγματι ἢν δὲ μηδὲν ᾖ τοιοῦτον, ὑδαρεστέρῳ μετὰ δὲ τὴν ἰλὺν, ὕδατι ἐν δὲ τῷ ὕδατι ἐναφεψεῖν μυρσίνην καὶ δάφνην καὶ ἐλελίσφακον μετὰ δὲ τοῦτο οἴνῳ κλύζειν ἀκρήτῳ λευκῷ χλιαρῷ. Ὁκόταν δὲ δάκνηται ἤδη ὑπὸ τῶν κλυσμάτων, τότε ἤδη καθαρά ἐστι τὰ ἕλκεα· κλύζειν οὐν χρὴ ὑδαρεστέρῃ τῇ ἰλύϊ καὶ οἴνῳ μέλανι μετὰ δὲ τὸν οἶνον πιμελὴν ὑὸς τήξαντα νεηρὴν, ἐλαιον παραμίξαντα, ἢν μὲν ᾖ, χηνὸς, ἢν δὲ μὴ, ἄλλου του, μάλιστα ὄρνιθος, εἰ δὲ μὴ, τὸ ἐκ τῶν ἐλαιῶν παλαιὸν, τούτῳ χλιαρῷ κλύζειν, μετὰ δὲ τῷ οἴνῳ ἐςιἕτερον κλυστῆρα ἐγχέαντα· ἐς δὲ τὸ στόμα, κἢν ᾖ εἱλκωμένον, κἢν μὴ, μοτοὺς ποιεῦντα τῶν μαλθακτηρίων προστιθέναι, καὶ ἢν καῦμα παρέχωσι προσκείμενοι, ἀφελομένην τὴν γυναῖκα κελεύειν νίψασθαι ὕδατι χλιαρῷ τοιούτῳ οἵῳ περ ἐκλύζετο. Ἢν δὲ πρὸς τὴν δίαιταν τήνδε τὰ ῥεύματα μὴ ἀπαλλάσσηται, ἐλάσσω δὲ γίνηται καὶ δάκνηται σφοδρῶς, καὶ τὰ ἀποῤῥέοντα χολή τε εἴη καὶ ἅλμη, καὶ μὴ μόνον τὰ ἔνδον, ἀλλὰ καὶ τὰ ἔξω ἑλκοῖ, μεταβάλλειν χρὴ τὴν δίαιταν, καὶ ἐξυγραίνεινι πᾶσαν, ὅκως τὰ ῥεύματα ὡς ὑδαρέστατα ἔσται καὶ ἥκιστα δηκτικὰ λουτροῖσι θερμοῖσι πουλλοῖσι, μάζῃ, λαχάνοισιν ἑφθοῖσιοπᾶσι λιπαροῖσιν, ἰχθύσι τοῖσι σελάχεσι, σὺν κρομύοισι. καὶ κορίοισιν ἕψοντα ἐν ἅλμῃ γλυκείῃ, ἑψεῖν δὲ λιπαρῶς, κρέασιν ἑφθοῖσι πᾶσι, πλὴν βοὸς καὶ αἰγὸς, διέφθοισιν ἐν ἀνήθοισι καὶ μαράθροισιν, οἴνῳ·
140
μελιχρόῳ, κιῤῥῷ, ὑδαρεῖ, πλέονι, γαλακτοποσίῃ μετ’ οἴνου γλυκέος· τὰ δ’ ἄλλα περὶ τῶν κλυσμάτων ποιέειν κατὰ τὸν ὑφηγημένον λόγον. Αὕτη μὲν νῦν τῶν τοιούτων ἡ θεραπείη. Ὅσα δὲ πυοειδέα τε καὶ ξυνεστεῶτα ἄπεισι, τούτων τὸ μὲν οὖλον σῶμα οὐδὲν δεῖ κινέειν, κλύζειν δὲ καὶ ἀπὸ τούτων τὴν θεραπείην πᾶσαν ποιέεσθαι, κλύζειν δὲ τοῖσιν αὐτέοισι κλύσμασιν οἷσι πρόσθεν εἴρηται τὸν αὐτὸν τρόπον. Γεγράψεται δὲ καὶ ἄλλα κλύσματα. Ἑλκέων ἴησις· ἐλάφου στέαρ χλωρὸν προσθετόν· κλύζειν δὲ χρὴ αὐτίκα οἴνῳ σιραίῳ, κράτιστον δὲ ψιμυθίῳ, ἢν ἕλκεα ᾖ, καὶ ἐλαίῳ ναρκισσίνῳ· σιτίοισι δὲ μαλθακωτάτοισι χρῆσθαι καὶ μὴ δριμέσιν. Ἢν δὲ ῥερυπωμένα ᾖ καὶ νέμηται, καὶ τὸν πελαστάτω χῶρον διακναίῃ, καθαίρειν, καὶ νέην σάρκα φύειν, καὶ ἐς ὠτειλὰς ἄγειν τὴν σάρκα, ῥηϊδίως γὰρ ἀναχαλᾶται καὶ κακοήθεα οὐ γίνεται, καὶ λούειν συχνῶς.

67. Ἢν δὲ γυνὴ ἐκ τρωσμοῦ τρῶμα λαβῃ μέγα, ἢ προσθέτοισι δριμέσιν ἑλκωθῇ τὰς μήτρας, οἷα πολλὰ γυναῖκες ἀεὶ δρῶσί τε καὶ ἰητρεύουσι, καὶ τὸ ἔμβρυον φθαρῇ, καὶ μὴ καθαίρηται ἡ γυνὴ, ἀλλά οἱ αἱ μῆτραι φλεγμήνωσιν ἰσχυρῶς καὶ μεμύκωσι καὶ τὴν κάθαρσιν μὴ οἷαί τε ἔωσι παραμεθιέναι, εἰ μὴ τὸ πρῶτον ἅμα τῷ ἐμβρύῳ, αὕτη ἢν μὲν ἰητρεύηται ἐν τάχει, ὑγιὴς ἔσται, ἄφορος δέ. Ἢν δέ οἱ ῥαγῇ αὐτόματα τὰ λοχεῖα καὶ τὰ ἕλκεα ὑγιανθῇ, καὶ ὧδε ἄφορος ἔσται. Ἢν δέ οἱ ἡ μὲν κάθαρσις γένηται, τὰ δὲ ἕλκεα μὴ μελεδαίνηται,

142
δαίνηται, κίνδυνος σηπεδοκώδεα εἶναι. Ἢν δέ οἱ ἡ κάθαρσις ἵῃ τετρυχωμένῃ, θνήσκει. Κἢν ἐν τῷ τόκῳ κάρτα ἑλκωθέωσιν αἱ μῆτραι τοῦ ἐμβρύου μὴ κατὰ φύσιν ἰόντος, πείσονται τὰ αὐτὰ τῇ ἐκ διαφθορῆς ἑλκωθείσῃ τὰς μήτρας, καὶ μεταλλαγὰς καὶ τελευτὰς τὰς αὐτὰς ἡ νοῦσος ἴσχει, ἤν τε ἐκ διαφθορῆς ἤν τε ἐκ τόκου αἱ μῆτραι ἑλκωθῶσι, καὶ εἰ τὰ λοχεῖα πάντα παρήϊσαν, ἧσσον πονήσει, εἰ μὴ μεγάλα ἕλκεα εἴη, καὶ μελεδαινομένη ἐν τάχει ὑγιαίνει. Χρὴ δὲ τῇ μελέτῃ προσέχειν ἐν τάχει, ἢν ἕλκεα ἐν τῇ μήτρῃ ἐνῇ· ἅτε γὰρ ἐόντα ἐν ἁπαλῷ αὔξεται, καὶ σαπρὰ ταχὺ γίνεται. Ἰῆσθαι δὲ τὰ ἕλκεα, ὡς καὶ τὰ ἐν τῷ ἄλλῳ σώματι, καὶ ἀφλέγμαντα χρὴ ποιέειν καὶ ἀνακαθαίρειν καὶ ἀναπιμπλάναι καὶ ἐς ὠτειλὰς ἄγειν· διδόναι δὲ ὕδωρ, οἶνον δὲ μὴ, σιτία ἀφαυρότερα, πολλὰ δὲ μή.

68. Ὁκόσα δὲ τρωσμῶν γινομένων μὴ ἀπαλλάσσεσθαι δύναται μεζόνων ὅλων τε ἢ τῶν μελέων τῶν ἐμβρύων ἐόντων, ἢ ἐλασσόνων καὶ πλαγίων καὶ ἀδυνάτων, τὰ τοιαῦτα ἢν μὲν κατὰ φύσιν ἴῃ, διδόναι τῶν φαρμάκων τι ὧν ἐγὼ φράσω, προλούοντα θερμῷ παμπόλλῳ· κἢν ἐθέλοντα προϊέναι μὴ εὐλύτως ἀπίῃ κατὰ φύσιν ἐόντα, τῇσι τοιαύτῃσι τοῦ πταρμικοῦ προσφέρειν, ἐπιλαμβάνειν δὲ τὸν μυκτῆρα καὶ πτάρνυσθαι, καὶ τὸ στόμα πιέζειν, ὅκως ὁ πταρμὸς ὅτι μάλιστα ἐνεργήσει. Χρῆσθαι δὲ καὶ σεισμοῖσι· σείοις δ’ ἂν ὧδε· κλίνην λαβεῖν ὑψηλὴν ῥωμαλέην καὶ ὑποστορέσαντα ἀνακλίνειν τὴν γυναῖκα

144
ὑπτίην, τὰ δὲ στήθεα καὶ τὰς μασχάλας καὶ τὰς χεῖρας προσκαταλαμβάνειν ταινίῃ ἢ ἱμάντι πλατεῖ μαλθακῷ πρὸς τὴν κλίνην καὶ ζωννύειν, καὶ τὰ σκέλεα ξυγκάμψαι καὶ κατέχειν τοῖν σφυροῖν· ὅταν δὲ εὐτρεπίσῃς, φρυγάνων φάκελον μαλθακῶν ἤ τι τῷδε ἐοικὸς εὐτρεπίζειν ὅσον τὴν κλίνην οὐ περιόψεται ἐπὶ τὴν γῆν ῥιπτευμένην, ὥστε ψαῦσαι τοῖσι πρὸς κεφαλὴν ποσὶ τῆς γῆς· καὶ κελεύειν αὐτὴν λαβεσθαι τῇσι χερσὶ τῆς κλίνης, καὶ μετέωρον πρὸς κεφαλὴν τὴν κλίνην ἔχειν, ὡς κατάῤῥοπος ᾖ ἐπὶ πόδας, φυλασσόμενος ὅκως μὴ προπετὴς ἔσται ἡ ἄνθρωπος· ὅταν δὲ ταῦτα ἐνεργῆται καὶ μετάρσιος ᾖ ἡ κλίνη, ἐκ τῶν ὄπισθεν ὑποθεῖναι τὰ φρύγανα, κατορθοῦσθαι δὲ ὡς μάλιστα, ὅκως οἱ πόδες μὴ ψαύσουσι τῆς γῆς, ῥιπτεομένης τῆς κλίνης, καὶ τῶν φρυγάνων ἔσωθεν ἔσονται, αἴρειν δὲ ἐξ ἑκατέρου τοῦ ποδὸς ἄνδρα τῇδε καὶ τῇδε, ὡς κατ’ ἰθὺ πεσεῖται ἡ κλίνη ὁμαλῶς καὶ ἴσως καὶ μὴ σπασμὸς ᾖ· σείειν δὲ ἅμα τῇ ὠδῖνι μάλιστα· καὶ ἢν μὲν ἀπαλλάσσηται, αὐτίκα πεπαῦσθαι, εἰ δὲ μὴ, διαλαβόντα σείειν, καὶ αἰωρέειν ἐπὶ τῆς κλίνης φερομένην. Ταῦτα μὲν οὖν οὕτω ποιέεται, ἢν ὀρθά τε καὶ κατὰ φύσιν ἀπαλλάσσηται. Χρὴ δὲ κηρωτῇ ὑγρῇ προχρίειν, ἐπὶ πάντων δὲ τῶν ἀμφὶ τὴν ὑστέρην τοιῶνδε παθέων ἄριστον τόδε, καὶ μαλάχης ὕδωρ καταιονᾷν, καὶ βουκέρας, ἢ πτισάνης πυρίνης μᾶλλον χυλός· χρὴ δὲ ἄχρι βουβῶνος ἕδρην καὶ αἰδοῖον πυριῇν, καὶ ἐνίζεσθαι δὲ, ὅταν αἱ ὠδῖνες σφόδρα ὀχλέωσι μάλιστα, καὶ μηδὲν ἐν νόῳ ἕτερον ἔχειν. Τὴν δὲ ἰητρεύουσαν τὰ στόματα μαλθακῶς ἐξανοίγειν, καὶ ἠρέμα τοῦτο δρᾷν, ὀμφαλὸν δὲ ξυνεφέλκεσθαι τῷ ἐμβρύῳ.

146

69. Ὅσα δὲ δίπτυχα πτύσσεται καὶ ἔγκειται ἐν τῷ στόματι τῶν ὑστερέων, ταῦτα δὲ, ἤν τε ζώοντα ἤν τε τεθνεῶτα ᾖ, προώσαντα ὀπίσω πάλιν στρέφειν, ὅκως κατὰ φύσιν ἴῃ ἐπὶ κεφαλήν. Ὅταν δὲ ἀπωθέειν βούλῃ ἢ στρέφειν, ἀνακλίναντα χρὴ ὑπτίην ὑπὸ τὰ ἰσχία ὑποστορέσαι τι μαλθακὸν, καὶ ὑπὸ τοὺς πόδας τῆς κλίνης, ὅκως ὑψηλότεροι ἔσονται οἱ πρὸς ποδῶν πόδες συχνῷ, ὑποτιθέναι χρή τι· καὶ ἀνωτέρω δὲ τὰ ἰσχία τῆς κεφαλῆς ἔστω, προσκεφάλαιον δὲ μηδὲν ὑπέστω τῇ κεφαλῇ· προμηθεομένοισι δὲ ταῦτα· ὅταν δὲ ἀπώσηται τὸ ἔμβρυον καὶ περιδινῆται τῇδε καὶ τῇδε, κατὰ φύσιν καθίστασθαι καὶ τὴν κλίνην καὶ τὰ ἰσχία, ὑπεξελὼν τὰ ὑπὸ τοὺς πόδας τῆς κλίνης καὶ τοὺς λίθους καὶ τὸ ὑπὸ τῶν ἰσχίων· πρὸς κεφαλὴν δὲ ὑποθεῖναι ὑποκεφάλαιον· τὰ τοιαῦτα τούτῳ τῷ τρόπῳ θεραπεύειν. Ὅσα δὲ ζῶντα τῶν ἐμβρύων τὴν χεῖρα ἢ τὸ σκέλος ἔξω προβάλλεται ἢ καὶ ἄμφω, ταῦτα χρὴ, ὅταν τάχιστα προσημήνῃ, εἴσω ἀπωθέειν τῷ προειρημένῳ τροπῳ, καὶ στρέφειν ἐπὶ κεφαλὴν, καὶ ἐς ὁδὸν ἄγειν. Καὶ ὅσα πτύσσεται τῶν ἐμβρύων πεπτηότα ἢ ἐς τὸν κενεῶνα ἢ ἐς ἰσχίον ἐν τῷ τόκῳ, χρὴ ταῦτα ἀπορθοῦσθαι, καὶ στρέφειν, καὶ προσκαθίννυσθαι ἐς ὕδωρ θερμὸν, ἄχρις ἂν ἰαίνηται.