De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

19. Ἢν δὲ διὰ πολλοῦ μὴ κυΐσκηται τῶν καταμηνίων ἐπιφαινομένων, ὅταν ᾖ τριταίη ἢ τεταρταίη, στυπτηρίην λείην τρίψας, διεὶς μύρῳ, εἰρίῳ ἀνασπογγίζων προστίθει, καὶ ἐχέτω ἡμέρας τρεῖς· τῇ δὲ τετάρτῃ, χολὴν βοὸς αὔην ἐν ἐλαίῳ ἀναζέσας, καὶ ἄχνην ἀναδεύσας πρόσθες, καὶ ἐχέτω ἐπὶ ἡμέρας τρεῖς· τῇ δὲ ὑστεραίῃ ἐξελέσθω, καὶ τῷ ἀνδρὶ ξυνίτω.

20. Ἢν τὴν γονὴν μὴ δέχηται ἡ γυνὴ τῶν γυναικηΐων κατὰ φύσιν ἐρχομένων, μῆνιγξ ἐπὶ πρόσθεν ἔσται· γίνεται δὲ καὶ ἐξ ἄλλων· γνώσῃ δὲ τόδε τῷ δακτύλῳ εἰ ἅψῃ τοῦ προβλήματος. Πρόσθεμα δὲ ποιῆσαι ῥητίνην καὶ ἄνθος χαλκοῦ, ἐν μέλιτι διεὶς, ὀθόνιον ἀρδαλώσας,

60
πρόσθες ῥάμμα ἐκδήσας ἐκ τοῦ ἄκρου ὡς ἐσωτάτω· ὅταν δὲ ἐξελκύσῃς, τὴν μυρσίνην ἐν οἴνῳ ἀφεψῶν, τῷ οἴνῳ χλιερῷ διανιζέσθω· περιελεῖν δὲ τὸν χιτῶνα ἄμεινον.

21. Εἰσὶ δὲ γυναῖκες αἵτινες λαμβάνουσι μὲν ῥηϊδίως ἐν γαστρὶ, ἐξενεγκεῖν δὲ οὐ δύνανται, ἀλλὰ σφέων τὰ παιδία διαφθείρονται ἅμα τῷ τρίτῳ μηνὶ ἢ τῷ τετάρτῳ, οὐδεμιῆς βίης ἐπιγενομένης, οὐδὲ βορῆς ἀνεπιτηδείου. Καὶ ταύτῃσιν αἴτιόν ἐστιν ἓν τῶν εἰρημένων· καὶ μάλιστα ἐπὴν παραμεθίωσι τῆς αὔξης τῷ ἐμβρύῳ αἱ μῆτραι. Κοιλίη σφιν ταράσσεται, καὶ ἀσθενείη καὶ πυρετὸς σφοδρὸς καὶ ἀσιτίη ἐμπίπτει τῷ χρόνῳ τούτω, ᾧ ἂν τὰ παιδία φθείρωσιν. Ἔστι δὲ καὶ τόδε αἴτιον, ἢν αἱ μῆτραι ἔωσι λεῖαι ἢ φύσει ἢ ἑλκέων αὐτέῃσιν ἐγγενομένων· ἢν γὰρ λεῖαι ἔωσιν, ἔστιν ὅτε οἱ ὑμένες ἀπ’ αὐτέων ἀφίστανται, ἐπὴν τὸ παιδίον ἄρχηται κινέεσθαι, οἱ περιισχόντες αὐτὸ, ἅτε ἡσσόνως ἐχόμενοι τῶν μητρέων ἢ ὡς δεῖ, οἷα λείων ἐουσέων. Εἰδείη δ’ ἄν τις τουτέων ἕκαστα, εἰ ἐρωτῴη ἀτρεκέως ταῦτα· περὶ δὲ τῆς λειότητος, εἰ ἑτέρη γυνὴ ψαύσειε τῶν μητρέων κενεῶν ἐουσέων, οὐ γὰρ ἄλλως διάδηλον γίνεται. Ἢν δὲ ἴῃ

62
τὰ καταμήνια ταύτῃσιν, ἁλέα ἔρχεται. Ἔστι δ’ αὐτέων ᾗσι γίνεται, ὥστε ἐκφέρειν τὰ ἔμβρυα· μελεδαινομένῃσι δὲ ἐλπίδες εἰσὶ τόκου. Ἀμφὶ δὲ τῶνδε ὧδε ἔχει.

22. Ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν τοκήεσσαν ἐθέλῃς γενέσθαι, χρὴ τὰ ἐπιμήνια σκέψασθαι, ἤν τε φλεγματώδεα ἤν τε χολώδεα ᾖ. Γνώσῃ δὲ τῷδε· ψάμμον ὑποβαλεῖν λεπτὴν καὶ ξηρὴν, ὅταν οἱ τὰ ἐπιμήνια γίνηται, καὶ ἐν τῷ ἡλίῳ ἐπιχέαι τοῶ αἵματος, καὶ ἐᾷν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδης ᾖ, ἐν τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν ἔσται, ἢν δὲ φλεγματώδης ᾖ, οἷον μύξαι. Τούτων ὁκότερον ἄν ᾖ, καθῆραι τὴν κοιλίην, ἤν τε ἄνω δέῃ ἤν τε κάτω· ἔπειτα τὰς ὑστέρας καθαίρειν.

23. Ἥν δὲ θέλῃς ξθλλαβεῖν, τοῦ κισσοῦ ἑπτὰ κόκκους, ἢ τῶν φύλλων κατὰ μῆνα πίνειν ἐν οἴνῳ παλαιῷ, παυομένων τῶν ἐπιμηνίων· ἢ σίδιον ἐψήσας ἐν οἴνῳ εὐώδει ἀκρήτῳ, βάλανον ποιήσας, προσθεῖναι ἔς τε μεσμηβρίην· ἢ στυπτηρίην αἰγυπτίην τρίψας λείην, ἐς εἴριον ἐνδήσας προστίθεσθαι, ἦμος ἥλιος δύνῃ, εἶτα ἀφελομένη διανιζέσθω οἴνῳ ε᾽θώδει· ποιέειν δὲ ταῦτα, παυομένων τῶν ἐπιμηνίων.

24. Ἔχει δὲ καὶ τόδε οὕτως· ἐπὴν ἀποκαθαρθέσιν αἱ γυναῖκες, μάλιστα ἐν γαστρὶ λαμβάνουσιν ἱμερωθεῖσαι, καὶ ὁ γόνος σφίρι ῥώννυται, ἢν μιγέωσιν ὅτε χρὴ, καὶ ὁ τοῦ ἀνδρὸς ῥηϊδίως μίσγεται,

64
καὶ ἢν ἐπικρατήσῃ, τῷδε ἠδέλφισται· τότε γάρ μάλιστα τὸ στόμα τῶν μητρέων κέχηνε, καὶ τετανόν ἐστι μετὰ τὰς καθάρσιας, καὶ αἱ φλέβες τὴν γονὴν σπῶσιν· ἐν δὲ τῷ πρὶν χρόνῳ τό τε στόμα τῶν μητρέων μέμυκε μᾶλλον, καὶ αἱ φλέβες πλέαι αἵματος ἐοῦσαι οὐχ ὁμοίως σπῶσι τὴν γονήν. Ἢν δὲ ὁ γόνος ἀποῤῥέῃ διιπετὴς, καὶ μὴ λήγῃ, οὖ μίσγεται ἀσπασίως τῷ ἀνδρὶ, οὐδὲ κυΐσκεται, καὶ ἰξύες ἐπώδυνοι, καὶ πῦρ ἔχει βληχρὸν, καὶ ἀδυναμίη, καὶ ἀψυχίη· καὶ ἔστιν ὅτε αἱ ὑστέραι ἐν τῇ σφέων αὐτέων μὴ εἰσὶν ἕδρῃ. Ἢν μὲν οὖν ὑπὸ πλησμονῆς ἴῃ, ἐᾷν ἄριστον· ἢν δὲ ἡ ὑστέρη χαλάσῃ, δίαιτα χόνδρος, κρέας ὕειον ἢ φάσσης, οἶνος μέλας, ποτήματα ὅσα πρὸς ῥόον γεγράψεται.

25. Νῦν δὲ ἐρέω ἀμφὶ νουσημάτων τῶν ἐν γαστρὶ ἐχουσέων. Φημὶ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ δίμηνον ἢ τρίμηνον καὶ περαιτέρω, ἢν τὰ ἐπιμήνια χωρέῃ αὐτῇ κατὰ μῆνα ἕκαστον, ἀνάγκη λεπτήν τέ μιν γενέσθαι καὶ ἀσθενέα· ἔστι δ’ ὅτε καὶ πῦρ ἐπιλαμβάνει τὰς ἡμέρας ἕως ἂν χωρέῃ τὰ ἐπιμήνια, καὶ ἐπὴν χωρέῃ· καὶ μετὰ τὴν χώρησιν χλωρὴ γίνεται, χωρέει δὲ ὀλίγα. Ταύτῃσι κεχήνασιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ, παραμεθίασί τε τῆς αὔξης τοῦ ἐμβρύου· κατέρχεται γὰρ, ἐπὴν ἐν γαστρὶ ἔχῃ ἡ γυνὴ, ἀπὸ παντὸς τοῦ σώματος αἷμα ἐπὶ τὰς μήτρας κατ’ ὀλίγον, καὶ περιιστάμενον

66
κύκλῳ περὶ τὸ ἐν τῇσι μήτρῃσιν ἐὸν αὔξει κεῖνο· ἢν δὲ χάνωσιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ, παραμεθίασι τοῦ αἵματος κατὰ μῆνα, ὥσπερ εἴωθε χωρέειν, καὶ τὸ ἐν τῇσι μήτρῃσιν ἐὸν λεπτόν τε καὶ ἀσθενὲς γίνεται. Μελεδαινομένης δὲ τῆς γυναικὸς, ἄμεινόν τε τὸ ἔμβρυον, καὶ αὐτὴ ἡ γυνὴ ὑγιαίνει· ἢν δὲ μὴ μελεδαίνηται, φθείρεται τὸ ἔμβρυον, κινδυνεύει δὲ καὶ αὐτὴ τὸ νούσημα χρόνιον ἔχειν, ἤν οἱ ἡ κάθαρσις πλεῖον τοῦ δέοντος χωρέῃ μετὰ τὴν διαφθορὴν, οἷα τῶν μητρέων μᾶλλον ἐστομωμένων. Καὶ κίνδυνος ἔσται, ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἡ κεφαλὴ φλεγματώδης ᾖ, καὶ καταβαίνῃ τὸ φλέγμα δριμὺ ἐς τὴν κοιλίην, καὶ καταῤῥήσῃ ἀπὸ τῆς κεφαλῆς τὴν κοιλίην, καὶ πὺρ ἐπιλαμβάνει αὐτὴν βληχρὸν, καὶ παλμοὶ ἔστιν ᾗσιν ἀσθενέες, ὑπεκλυόμενοι, ἐπαναδιδόντες, ὀξέες· ἢν δὲ καὶ ἀσιτίη ἔχῃ καὶ ὠδυναμίη, κίνδυνος ἐν τάχει φθαρῆναι τὸ ἔμβρυον, καὶ αὐτὴ ἐν κινδύνῳ ἔσται ἀπενεχθῆναι, ἢν μὴ μελεδαίνηται, ἐπὴν ἀποφύγῃ, ἅτε τῆς κοιλίης εὐρόου ἐούσης, ἀλλ’ αὐτίκα δεῖ καταλαμβάνειν. Πολλοὶ δὲ καὶ ἄλλοι εἰσὶ κίνδυνοι, ἐν οἷσι τὰ ἔμβρυα φθείρονται· καὶ γὰρ ἢν ἡ γυνὴ ἐν γαστρὶ ἔχουσα νοσήσῃ καὶ ἀσθενὴς ᾖ, καὶ ἄχθος βίῃ ἀείρῃ, ἢ πληγῇ, ἢ πηδήσῃ, ἢ ἀσιτίῃσιν ἢ λειποθυμίῃσιν ἔχηται, ἢ πλέονα ἢ ὀλίγην τροφὴν λαμβάνῃ, ἢ διδίσσηται καὶ πτύρηται, ἢ κεκράγῃ ἢ ἀκρατήσῃ· καὶ τροφὴ δὲ αἰτίη φθορῆς καὶ τὸ αἷμα πουλύ. Καὶ αὐταὶ δὲ αἱ μῆτραι ἔχουσι φύσιας ᾗσιν ἐξαμβλέεται,
68
οὖσαι πνευματώδεες, πυκιναὶ, μαναὶ, μεγάλαι, σμικραὶ, καὶ ἀλλὰ ὅσα ἔοικεν. Ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα τὴν κοιλίην ἢ τὴν ὀσφὺν πονέῃ, ὀῤῥωδέειν χρὴ τὸ ἔμβρυον ἀμβλῶσαι, ῥαγέντων τῶν ὑμένων, οἳ αὐτὸ περιέχουσιν. Εἰσὶ δὲ αἳ φθείρουσι τὰ ἔμβρυα, ἢν δριμύ τι ἢ πικρὸν φάγωσι παρὰ τὸ ἔθος ἢ πίωσι, νηπίου τοῦ παιδίου ἐόντος· ἢν γὰρ τῷ παιδίῳ παρὰ τὸ ἔθος τι γένηται, καὶ ἢν σμικρὸν ἔτι ᾖ, θνήσκει, καὶ ἢν τοιαῦτα φάγη ἢ πίῃ ἡ γυνὴ, ὥστε οἱ ἰσχυρῶς ταραχθῆναι τὴν κοιλίην, νηπίου ἐόντος τοῦ παιδίου· ἐπαΐουσι γὰρ αἱ· μῆτραι τοῦ ῥεύματος χωρέοντος ἐκ τῆς κοιλίης. Καὶ ἢν ταλαιπωρήσῃ ἡ γυνὴ πλέονα τοῦ καιροῦ καὶ οἱ ἡ κοιλίη ἑρχθῇ ἢ καὶ μεγάλη γένηται, ἀπογίνεται καὶ οὕτω τὸ παιδίον οἷα θερμανθὲν ὑπὸ τῆς ταλαιπωρίης καὶ πιεζεύμενον ὑπὸ τῆς κοιλίης· κάρτα γὰρ τὰ πολλὰ, σμικρὰ ἐόντα, ἔστιν ἄγυια. Τὰ δὲ καὶ μεγάλα φθείρεται παιδία· ὥστε οὐ χρὴ θαυμάζειν τὰς γυναῖκας, ὅτι διαφθείρουσιν ἄκουσαι· φυλακῆς γὰρ καὶ ἐπιστήμης πολλῆς δεῖ ἐς τὸ διενεγκεῖν καὶ ἐκθρέψαι τὸ παιδίον ἐν τῇσι μήτρῃσι, καὶ ἀποφυγεῖν αὐτὸ ἐν τῷ τόκῳ.

26. Εἰ δὲ γυνὴ ἐν γαστρὶ ἔχουσα τὸ σῶμα φλαύρως ἔχοι, καὶ εἴη χολώδης καὶ ἐπίπονος, καὶ πυρεταίνοι ἄλλοτε καὶ ἄλλοτε, καὶ τὸ στόμα ἐκπικράζοιτο, γλῶσσα χλωρὴ, ὄμματα ἰκτερώδεα, ὄνυχες χολώδεες, οὖρον δριμὺ, ἄλλως τε καὶ εἰ πυρεταίνοι, ταύτῃ ξυμβήσεται,

70
ἐπὴν τέκῃ, τὴν κάθαρσιν χολώδεα εἶναι, καὶ τὸ παιδίον ἀσθενές· καὶ ἢ χολώδεα τὰ λοχεῖα ἢ μέλανά ἐστι κάρτα, καὶ ἐπιπολῆς λῖπος ἐπιγίνεται, καὶ ἔρχεται κατ’ ὀλίγον, καὶ οὐ ταχὺ πήγνυται· καὶ τὸν μὲν πρῶτον χρόνον ῥηϊτέρως οἴσει, ἔπειτα χαλεπώτερον, καὶ ἐπικαθαίρεται ἐλάσσονα τοῦ δέοντος· ἢν γὰρ τὸ σῶμα φλαύρως ἔχῃ, καὶ τὰ λοχεῖά οἱ ἐλάσσονα χωρήσει καὶ πονηρότερα. Πείσεται δὲ ταὐτὰ πάντα καὶ ᾗ τὰ καταμήνια χωρέει χολώδεα, ἐλάσσονα δὲ χρόνον νοσήσει, καὶ κινδύνους τοὺς αὐτοὺς ἕξει ἡ νοῦσος, καὶ σημήϊα, καὶ μεταλλαγάς· ἢ γὰρ ἔμετος ταύτῃσι χολώδης ἢ κατὰ τὴν κοιλίην κάθαρσις γίνεται, καὶ ἑλκοῦνται αἱ μῆτραι. Φυλακῆς δὲ πολλῆς δέεται ἡ γυνὴ, ὅταν τοιοῦτόν τι γένηται, ὅκως μὴ θανεῖται ἢ ἄφορος ἔσται. Ἢν δὲ μηδὲν τουτέων γένηται καὶ μὴ μελεδαίνηται, ἀλλά οἱ τὰ λοχεῖα κρυφθῇ, θνήσκει ἐν τριήκοντα καὶ μιῇ ἡμέρῃ ὡς ἐπιτοπολύ. Ταύτην φάρμακον πῖσαι χοληγὸν, καὶ ἄνησον ἀρήγει, καὶ ὅσα ἐς οὔρησιν· ἐμέειν δὲ, καὶ ἱδρῶτας ἄγειν, καὶ τὴν κοιλίην κλύζειν χυλῷ πτισάνης ἢ μέλιτι καὶ ὠοῖσι καὶ μαλάχης ὕδατι.

27. Ἧσιν ἐν γαστρὶ ἐχούσῃσι περὶ τὸν ἕβδομον ἢ ὄγδοον μῆνα ἐξαπίνης τὸ πλήρωμα τῶν μαζῶν καὶ τῆς γαστρὸς ξυμπίπτει, καὶ οἱ μαζοὶ ξυνισχναίνονται, καὶ τὸ γάλα οὐ φαίνεται, φάναι τὸ παιδίον ἢ τεθνηκὸς εἶναι ἢ ζώειν τε καὶ εἶναι ἠπεδανόν.