De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

10. Ὁκόσαι δὲ ξυνοικεῦσαι οὐ δύνανται ἐν γαστρὶ ἔχειν, πυθέσθαι χρὴ εἴ σφιν ἐπιφαίνεται τὰ καταμήνια ἢ οὒ, καὶ εἰ αὐτίκα ἄπεισιν ἡ γονὴ ἢ τῇ ὑστεραίῃ ἢ τῇ τρίτῃ ἢ τῇ ἕκτῃ ἢ τῇ ἑβδόμῃ· ἢν μὲν οὖν φῇ αὐτίκα ἀπιέναι ὅταν εὐνασθῇ, τὸ στόμα οὐκ ὀρθόν ἐστι

42
τῆς μήτρης, ἀλλ’ ἰδνοῦται καὶ οὐ λάζυται τὴν γονήν· ἢν δὲ φῇ δευτέρῃ ἢ τρίτῃ, ἡ ὑστέρη ἐξυγρασμένη ἐστὶ καὶ ἡ γονὴ ἐκπλύνεται· ἢν δὲ ἕκτῃ καὶ ἑβδόμῃ, ἡ γονὴ κατασήπεται, κατασαπεῖσα δὲ ἀπέρχεται. Τοῦ μὲν οὖν ἀρχὴν μὴ προσδέχεσθαι τὴν γονὴν, τῆς ὑστέρης τὸ στόμα θεραπευτέον πρῶτον, ὅκως ὀρθὸν ἔσται· τοῦ δὲ καταπλύνεσθαι δευτεραίῃ καὶ τριταίῃ, ἡ ὑστέρη καὶ ἡ κεφαλή· τοῦ δὲ κατασήπεσθαί τε καὶ ἀπέρχεσθαι, καὶ ἡ ὑστέρη καὶ τὸ σῶμα ἅπαν ἔνυγρον ὄν. Τουτέων ἕκαστα γινώσκειν ὧδε χρή.

11. Ὁκοίης δὲ χρῄζει καθάρσιος, γνώσῃ ὧδε· ὅταν τὰ ἐπιμήνια γίνηται, ῥάκος πτύξας ὅσον σπιθαμῆς, ἐπιτανύσαι ἐπὶ σποδιὴν λεπτήν· κἄπειτα ποιέειν ὡς ἐπὶ τοῦτο ἐπιῤῥυῇ τὰ ἀπιόντα· εἶναι δὲ δύο τὰ τρυχία χωρὶς ἑκάτερα, τὰ μεθ’ ἡμέρην τε καὶ νύκτωρ· καὶ τὰ μὲν ἡμερήσια πλύνειν χρὴ τῇ ὑστεραίῃ, τὰ δὲ νύκτωρ, ὁκόταν αὐτέοισιν ἡμέρη καὶ νὺξ γένηται, ἐπὶ τῇσι σποδιῇσι κειμένοισιν· ἐν δὲ τῇ πλύσει σκέπτεσθαι ὁκοῖα ἅσσα γίνεται τὰ ῥάκεα πλυθέντα, ὅταν ἐν ἡλίῳ τέρσηται· κράτιστον δὲ ἐν σκοταίῳ χωρίῳ. Ἢν μὲν οὖν φλέγμα ᾖ τὸ κωλῦον, μυξώδεα τὰ ῥάκεα ἔσται· ἢν δὲ ἅλμη τε καὶ χολὴ, πυῤῥά τε καὶ ὑποπέλιδνα. Ταῦτ’ οὖν ἐσιδὼν, καὶ γνώμῃ σκεθρῇ βασανίσας, ὅλον τὸ σῶμα ἀθρέειν, ἤν τε πολλῆς καθάρσιος δοκέῃ δεῖσθαι, ἤν τε μὴ, ἀποσκεψάμενος ἐς τὴν χροιὴν καὶ τὴν ἡλικίην καὶ ῥώμην καὶ ὥρην καὶ οἵῃ διαίτῃ χρέονται· ἰητρείη δὲ καὶ τοῦ σώματος παντὸς προνοεῖσθαι, καὶ τὰς ὑστέρας καὶ τὸ στόμα

44
ἰῆσθαι· καὶ ἢν μὲν μεμυκὸς ᾖ, ἀναστομῶσαι· ἢν δὲ λοξωθέωσιν, ἐξιθύνειν χρή· ἢν δὲ ὑγραὶ ἔωσιν, αὐαίνειν, καὶ τἄλλα δρῇν ἐναντίον. Σχεδὸν δὲ πάσῃσιν ἡ πολλὴ θεραπείη ἡ αὐτή ἐστι, πλὴν τοῦ κατασπάσαι τὰ ἐμμήνια· ὅσῃσι γὰρ γίνεται, οὐδὲν δεῖ ταύτῃσι κατασπᾷν, ἀλλ’ ὅ τι κακὸν ἐν τοῖσιν ἐπιμηνίοισιν ἔνι, τοῦτο ἀφαιρέειν χρὴ, ὅταν φλεγματώδεα καὶ ὑμενώδεα ἴῃ καὶ χολώδεα καὶ ἰχωροεὶδέα καὶ λεπτὰ ἢ λευκὰ καὶ θρομβοειδέα, καὶ ὅταν μέλανά τε καὶ ἀνθρακώδεα, ἢ ζοφοειδέα, ἢ δριμέα, ἁλμυρὰ, θολερὰ, πυώδεα. Αὗται πᾶσαι αἱ προφάσιες ὑπεξαιρετέαι· κωλύουσι γὰρ λαμβάνειν ἐν γαστρί. Ὁκόσα μὲν οὖν φλεγματώδεα καὶ ὑμενοειδέα τῶν ἐπιμηνίων ἐστὶ, καὶ αὗται σαρκώδεές εἰσι, ταύτῃσι τὸ στόμα ἔξυγρον, καὶ πτύελον πουλὺ καὶ γλίσχρον, καὶ ἢν ὀξέος γεύηται ἢ δριμέος, τὸ πτύελον ἐν τῷ στόματι πλαδωδέστερόν τε ἔσται καὶ ἄναλτον, καὶ πρὸς πᾶν ὅ τι ἂν φάγωσιν ἢ πίωσιν ὄχλος προσίσταται αὐτέῃσι, καὶ ἀείρεται ἡ κοιλίη καὶ ναυσίη, καὶ ἀλυσμὸς πουλύς· ἀπό τε κεφαλῆς ῥεῦμα καταῤῥέει, καὶ πάντ’ ἐμπλάσσεται, καὶ πολλὴν ὑγρασίην ἐπάγεται, καὶ τὰ ὑποφθάλμια πελιδνὰ καὶ πεφυσημένα. Ταύτας χρὴ ὅλας πυριῇν, καὶ πυκνὰ ἐμέειν καὶ ἀπὸ σιτίων καὶ ἀπὸ νηστείης μαλάσσειν δὲ τὴν κάτω κοιλίην φαρμάκοισι πάμπαν κούφοισιν, ὁκόσα ἥκιστα χολὴν ἄγει, καὶ μονοσιτέειν, καὶ γυμνάζεσθαι συχνὰ, καὶ ὡς ξηροτάτῃ τροφῇ διαιτᾶσθαι, καὶ ποτῷ ἐλαχίστῳ ἀκρητεστέρῳ· κοιλίη δὲ εὔλυτος ἀμείνων διαφυλάσσεσθαι. Τὰς δὲ ὑστέρας χρὴ, ἢν μὴ πρὸς ταύτην τὴν διαίτην ἐνακούωσι, καθαίρειν φαρμάκοισιν ἀδήκτοισι προσθέτοισιν· προπυριῇν δὲ πρὸ τῶν καθαρσίων αἰεὶ, πρότερον μὲν τῇ πυρίῃ τῇ ἐκ τῶν μαράθρων, ἔπειτα δὲ τῇ ἐκ
46
τῶν θυμιημάτων. Τὰς δὲ πυρίας ποιέεσθαι καὶ τὰς προσθέσιας τεκμαιρόμενον ὅκως ἅπαντα πεποιήσεται καὶ κατὰ τρόπον ἔσται, ἐν ᾧ χρόνῳ τὰ ἐπιμήνια εἴη. Ἢν μὲν οὖν καθαρά τε καὶ ἀκραιφνέα καὶ ἔναιμα γίνηται, οὕτως ἴτω παρὰ τὸν ἄνδρα ἐν ἀρχομένοισι τοῖσιν ἐπιμηνίοισιν· ἄριστον δὲ ἐν ἀπολείπουσι καὶ ἔτι ἰόντων μᾶλλον ἢ ἀφανέων. Ὅταν δὲ μέλλῃ ἰέναι παρὰ τὸν ἄνδρα, ὑποθυμιήσθω τι τῶν θυμιημάτων τῶν στυπτικῶν· θυμιήσθω δὲ διὰ τοῦ κανείου καὶ τοῦ καλάμου, ἐπὶ σποδιὴν θερμὴν ἐπιπάσσουσα τὸ φάρμακον· ὅταν δὲ ἐπιπάσσῃ, καὶ τὸ κανεῖον περιθεῖναι καὶ τὸν κάλαμον, καὶ καθεζομένην πυριῆσθαι. Ὁκόταν δὲ δέῃ αὐτὴν θυμιῆσθαι, τῷ μολυβδίῳ χρήσθω, ὡς ἀνεωγμένῳ τῷ στόματι θυμιῆται· εἶτα ὅταν ἀνίστηται, πάλιν ἐν τῇ κλίνῃ προσθέσθω τὸ μολύβδιον· εἶτα ἀφελομένη, αὐτίκα ξυνευναζέσθω τῷ ἀνδρὶ, καὶ ἢν τὰ ἀπὸ τοῦ ἀνδρὸς μὴ δῆλά οἱ ᾖ, ἐκτείνασα τὰ σκέλεα καὶ ἐπαλλάξασα ἠρεμείτω. Νηστείη δὲ ὄφελος ἐν ταύτῃ τῇ ἡμέρῃ, πλὴν κυκεῶνα, ἢν ἐθέλῃ, ἄναλτον ἐφ’ ὕδατι· τοῦτο δὲ πιέειν τότε, ὁκόταν μέλλῃ θυμιῆσθαι. Ἢν δὲ ξυγγενομένη τῷ ἀνδρὶ κατάσχῃ τῇ ὑστεραίῃ τὴν γονὴν καὶ μηδὲ ἐς τὴν ἑτέρην ἀπίῃ ἡμέρην, σιτίων μὲν εἴργεσθαι καὶ λουτρῶν, πίνειν δὲ ἄλφιτον ἐν ὕδατι ἄναλτον καὶ δὶς καὶ τρὶς τῆς ἡμέρης. Αὕτη δὲ ἡ δίαιτα ἔστω ἡμέρας ἓξ, ἀμείνων δὲ καὶ ἑπτὰ, ἢν μὴ ἀπίῃ τὰ ἀπὸ τοῦ ἀνδρὸς ὅταν ξυγγένηται. Ἀλουτείτω δὲ πάντα τὸν χρόνον, καὶ ἀκινητέειν ἐπιτηδευέτω· ἢν δὲ βούληται περιπατεῖν, περιπατείτω ἐν ὁμαλῷ χωρίῳ καὶ λείῳ, πρὸς ἄναντες δὲ μηδὲν, μηδὲ κάταντες· καθέζεσθαι δὲ ἐπὶ μαλθακὰ, ἢν ξυλλάβῃ· τὴν δ’ ἄλλην δίαιταν τὴν
48
αὐτὴν ποιέεσθαι μέχρις ἡμερέων τριήκοντα. Ἀλουτεέτω δὲ, ἢ καὶ, ὅτε δέοι, λουθῆναι ὀλίγῳ καὶ μὴ λίην θερμῷ· τὴν δὲ κεφαλὴν μὴ βρέχειν. Σιτίοισι δὲ χρεέσθω καὶ ἄρτοισι καὶ μάζῃ, ἤν γε βούληται· κρεῶν δὲ φάσσῃ καὶ τοῖσι παραπλησίοισι, θαλασσίων δὲ ὁκόσα κοιλίην ἵστησιν· εἴργεσθαι δὲ λαχάνων δριμέων· οἴνῳ δὲ μέλανι χρεέσθω, κρέασι δὲ ὀπτοῖσι μᾶλλον ἢ ἑφθοῖσι, καὶ τῶν ἡμέρων καὶ τῶν θηρείων.

12. Καὶ ταύτην, ἢν μὲν ξυλλάβῃ, οὕτω χρὴ ποιέειν· ἢν δὲ μὴ ξυλλάβῃ, ἀλλ’ οἴχηται δευτεραῖα ἢ τριταῖα τὰ τοῦ ἀνδρὸς ῥεόμενα παμπόλλῃ ὑγρασίῃ, δῆλον ὅτι ὑγρότεραί εἰσιν αἱ ὑστέραι. Θεραπεύειν οὖν χρὴ κατὰ τὸν ὑφηγημένον τρόπον, μέχρις ἂν ξηραὶ γένωνται· ὁκόταν δὲ δοκέωσι ξηραὶ εἶναι, ἰητρείη ἥδε ἀρίστη, φάρμακον μαλθακτήριον κατόπιν τε καὶ ἐς τοὔμπροσθεν, ἄχρις οὗ αὗται κατὰ φύσιν γένωνται· καὶ αὖθις ἴτω παρὰ τὸν ἄνδρα, ὅταν τὰ ἐπιμήνια μηκέτι πολλὰ ᾖ, ἀλλ’ ὀλίγα καὶ εὔχροα, καὶ ὀργᾷ. Καὶ ἐν τῇσιν ἄλλῃσιν ἡμέρῃσιν ἱμεροῦσθαι χρὴ τοῦ ἀνδρὸς, ἢν ἄριστα ἔχωσιν αἱ ὑστέραι. Ὅταν δὲ ξυγγένηται ἐν τῇσιν ἡμέρῃσι τῇσιν εἰρημένῃσιν, ἢν εὐτρεπισθῶσιν αἱ ὑστέραι, ἢν κατάσχῃ τὴν γονὴν ἡμερέων δέκα ἢ δυοκαίδεκα, μὴ ἰέναι ὡς τὸν ἄνδρα. Ἢν δὲ μὴ ξυλλάβῃ, ὑγιέες δὲ ἔωσιν αἱ μῆτραι, γίνεται γὰρ δὴ καὶ τοῦτο πολλῇσιν, ἐπειδὰν ἀκιδναὶ αἱ μῆτραι, εὔτροφοι ἐοῦσαι, ὑπὸ πάθεος γένωνται

50
ἢ ὑπὸ φαρμακείης τε καὶ πυρίης πολλῆς, οὐ δύνανται φέρειν τὴν γονὴν, πρὶν ἢ ἐθάδες γίνωνται καὶ ἰσχύωσιν· γνωστὸν δὲ τοισίδ’ ἐστὶν ὧδε· ὁκόταν ἀπίῃ οἱ, ἄπεισι δὲ δευτεραίῃ ἢ καὶ τριταίῃ καὶ ἔτι ἀνωτέρω, ἀπέρχεται δὲ παχέα τε καὶ ξυνεστεῶτα οἷον βλένναι, ἢν μὴ κακόν τι ᾖ καὶ διὰ νοῦσον ἑτέρην ὑστερέων ἡ γονὴ ἀπαλλάσσηται. Ὅταν οὖν τοιαῦτα φανθῇ, θεραπηΐης μὲν ἀπόχρη ὑστερέων· τοῦ δ’ ἄλλου σώματος ἐπιμελείην ἔχειν, ὡς εὐεξίη τοιαύτη οἱ ᾖ, ὡς ξυνεσταλμένον τε ἅμα τὸ σῶμα εἶναι καὶ εὔογκον, λουτροῖσιν ὀλίγοισι, πόνοισι πρηέσι πλέοσι· δριμέων καὶ ἁλμυρῶν εἴργεσθαι· ἐμέτοισι χρῆσθαι πρὸ τῶν ἡμερέων ὧν μεμαθήκει τὰ ἐπιμήνια γίνεσθαι, καὶ αὖθις λιμοκτονέεσθαι, καὶ τἄλλα ἐπιτελεῖν ἅσσα εἴρηται. Αὕτη μὲν θεραπηΐη ἀμφὶ τῶνδε.

13. Ὅσῃσι δὲ, ὅταν ξυγγένωνται, αὐτίκα διαῤῥέει τὰ ἀπὸ τοῦ ἀνδρὸς, ταύτῃσι τὸ στόμα τῶν ὑστερέων πρόφασις. Θεραπεύειν δὲ δεῖ οὕτως· ἢν μὲν σφόδρα μεμυκὸς ᾖ, ἀναστομῶσαι τοῖσι δαιδίοισι καὶ τοῖσι μολιβδίοισι· πυριῇν δὲ μαλθακῇ πυρίῃ, τῇ ἐκ τοῦ μαράθρου, καὶ καθαίρειν προσθέτοισιν ὅσα λεπτύνει τὰς ὑστέρας καὶ ἐς ἰθὺ καθίστησι· μετὰ δὲ τὰς καθάρσιάς τε καὶ τὰς πυρίας κλύζειν τοισίδε ἅσσα ἐναντία τῇ προφάσει. Ὅσῃσι δὲ τὸ στόμα ἀπεστραμμένον ἐστὶ καὶ προσπεπτωκὸς πρὸς τὸ ἰσχίον, γίνεται γὰρ καὶ τοιαῦτα διακωλύοντα τὴν ὑστέρην τὴν γονὴν προσδέχεσθαι, ὅταν οὖν τι τοιοῦτον ξυμβῇ, πυριῇν χρὴ τῇσιν εὐώδεσι τῶν πυριῶν· μετὰ δὲ τὴν

52
πυρίην παραφασσαμένην τῷ δακτύλῳ ἀποσπᾷν τοῦ ἰσχίου· ὅταν δὲ ἀποστήσῃ, ἐξορθοῦν τοῖσι δαιδίοισι καὶ τῷ μολιβδίῳ κατὰ τὸν ἔμπροσθεν λόγον· ὅταν δὲ ἐξωρθωμέναι τε καὶ ἀνεστομωμέναι γένωνται, προσθέτοισι μαλακοῖσι καθαίρειν, καὶ τἄλλα ποιέειν κατὰ τὸν ὑφηγημένον λόγον. Ὅταν ἀνεστομωμέναι μᾶλλον τοῦ δέοντος αἱ ὑστέραι ἔωσι, καθάρσιος δέονται· μετὰ δὲ τὰς καθάρσιας, κλυσμῶν καὶ θυμιημάτων. Ἢν δὲ ἐγγύτερον ἔωσι τοῦ δέοντος, ἐμέτων δέονται αἱ ὑστέραι καὶ πυρίης δυσώδεος, μέχρις ὅτου ἐς χώρην ἔλθωσι· τῇ διαίτῃ δὲ τῇ ὑφηγημένῃ χρῆσθαι. Ἢν δὲ τὸ στόμα πιμελῶδες ᾖ καὶ πάχετον, καὶ διὰ τοῦτο μὴ κυΐσκηται, νᾶπυ ἑφθὸν ἐσθίειν νῆστιν, καὶ ἄκρητον ἐπιπίνειν· πρόσθετον δὲ νίτρον ἐρυθρὸν καὶ κύμινον καὶ ῥητίνην· ἄριστον δ’ ἐν ὀθονίῳ· ἢ νίτρον ξὺν σμύρνῃ καὶ ῥητίνῃ καὶ κυμίνῳ καὶ μύρῳ λευκῷ· ἢ ἐλάφου κέρας καῦσαι καὶ μίξαι ὠμήλυσιν διπλασίην, ἐν οἴνῳ ἐπὶ ἡμέρας τέσσαρας πινέτω. Ἢν δὲ μὴ ῥηΐζῃ, πράσα ἑψεῖν καὶ ἀμφικαθίζεσθαι· ἢ φηγὸν τρίβουσα προστιθέσθω· σκόροδά τε τρώγειν νεαρὰ, καὶ μελίκρητον ἐπιπίνουσα ἐμεέτω.

14. Ὅσῃσι δὲ ἐμμένει καὶ ἐνσήπεται καὶ ὄχλον ποιέει, ἀνδραφάξιος ἀγρίης καρπὸν ἢ χυλὸν ξὺν μέλιτι ἢ ξὺν κυμίνῳ ἐκλεικτὸν διδόναι.

15. Ὅταν δὲ δύσοδμα ἔῃ, καὶ οὐ κυΐσκηται, ἀνδράχνην καὶ χηνὸς ἔλαιον μίσγειν καὶ προστιθέναι.

54

16. Ὅσῃσι δὲ ἑκταῖα καὶ ἑβδομαῖα τὰ ἀπὸ τοῦ ἀνδρὸς κατασηπόμενα χωρέει, ταύτῃσιν εἰκὸς γίνεσθαι ὑπ’ ἀμφοῖν ἐπιῤῥοῇ, χολῆς καὶ ἅλμης· θεραπεύειν δὲ χρὴ ὧδε ἐλλεβόρῳ ἢ σκαμμωνίῃ καὶ πεπλίῳ· καθαίρουσι γὰρ ἄνω τε καὶ κάτω φλέγμα τε καὶ χολὴν, καὶ φύσας ἄγει· πρὸ δὲ τῶν καθαρσίων τῇσι πυρίῃσι χρῆσθαι τῇσιν ἐκ τῶν θυμιημάτων· ὅταν δὲ πυριήσῃς, καθαίρειν προσθέτοισι τὸν αὐτὸν τρόπον ὡς ἐν τῇσι πρόσθεν, καὶ μετὰ τὰς πυρίας καὶ καθάρσιας τοῖσι μαλθακτηρίοισι χρέο, καὶ τὸ ἐκ τῆς λινοζώστιος πρόσθετον, καὶ ἀρτεμισίης ποίης καὶ ἀνεμώνης καὶ ἐλλεβόρου λευκοῦ ἢ μέλανος. Τὰ μὲν τῶν φαρμακηΐων ταύτῃσιν ὧδε χρή· τὴν δὲ δίαιταν ἀποσκεπτόμενον τῆς ἀνθρώπου ἐς τὸ οὖλον σῶμα ποιέειν, ἤν τε αὐχμηροτέρη δοκέῃ εἶναι, ἤν τε σαρκωδεστέρη· κἢν μὲν αὐχμηροτέρη, λουτροῖσι πλείοσι καὶ ἑφθοῖσι πᾶσι τοῖσιν ὄψοισιν, εἴτε θαλασσίοισιν εἴτε κρέασιν, οἴνῳ δὲ ὑδαρέϊ, λαχάνοισιν ἑφθοῖσι καὶ λιπαροῖσι πᾶσι καὶ γλυκέσι· ταῦτα γὰρ ὡς ἐπιτοπουλὺ ποιέει ὑγρηδόνα εἶναι καὶ ἐν τῷ ἄλλῳ σώματι καὶ ἐν τῇσιν ὑστέρῃσιν. Ἢν δὲ ὑγροτέρη ᾖ, δέονται αἱ τοιαῦται ὑστέραι τούτων οὐδὲν, ἀλλὰ τἀναντία· οὐ χρὴ ψαύεσθαι οὐδὲ κλύζεσθαι νεοχμῶς οὐδὲ θυμιῆσθαι· πρὸς γὰρ τὸ κινεύμενον φιλέει ἰέναι. Καὶ ἢν ἐξυγρανθέωσι μᾶλλον τῆς φύσιος, χρὴ δὴ ξηραίνειν καὶ θυμιῇν· ἢν δὲ χολώδεα ἴῃ ἐπὶ σφέας, ὅ τι χολὴν καθαίρει διδόναι· ἢν δὲ ἁλμυρώδεα, γάλα ὄνειον καὶ οἶνον καὶ τἄλλα ἀλεξητήρια.

56

17. Χρὴ δὲ σκεψάμενον τῶν νοσημάτων τὰς δυνάμιας καὶ ὑφηγεύμενον τὰς προφάσιας ὡς χρὴ ἐξ ὧν αἱ νοῦσοι γίνονται, ἐπὶ τὰ ἄλλα ἰέναι ὧδε καὶ τὰ ἀμφὶ τὰ χωρία ἰῆσθαι. Καὶ ὅσαι μὲν διὰ τὴν τῶν στομάτων αἰτίην διακωλύονται μὴ ἴσχειν ἐν γαστρὶ, τούτων εὐτρεπίζειν τὰ στόματα, ὡς εὐκρινέα ᾖ. Ὅσων δὲ ἡ ὑγρηδὼν εἴργει, ταύτην ἐσορῇν ὡς μὴ διακωλύῃ, σκεπτόμενον ἐς ὅλα τὰ πρήγματα τῶν γυναικῶν, ἤν τε ἐξ ἅπαντος τοῦ σώματος δοκέῃ τι κινέεσθαι, ἤν τε ἀπ’ αὐτέων τῶν ὑστερέων, ἤν τε ἀπ’ ἄμφω. Τὰς δὲ ὑστέρας ὧδε μελεδαίνειν, ὅκως μήτε ὑγραὶ ἔωσι μήτε λίην αὖαι· ἀλλὰ τὰς μὲν ξηροτέρας εὐχύλως, ὅσῳ αὐχμηρότεραί εἰσι, τοιαύτῃ ἰκμάδι, ὡς πιαλέαι μᾶλλον ἔσονται ἢ ἰσχναλέαι· τὰς δὲ ἐξυγρασμένας καὶ διαβρόχους ξηραίνειν ὑπολειπόμενον ἐνίκμους εἶναι καὶ μὴ λίην ἀπεξηράνθαι· αἱ γὰρ ὑπερβολαὶ τουτέων πάνυ φευκτέαι. Λαμβάνει δὲ ἐν γαστρὶ οὔτε ἡ ὑγρηδόνα ἔχουσα, ἀτὰρ οὐδὲ ἡ αὐαινομένη, ἢν μὴ ᾖ ἐν τῇ ἀρχαίῃ φύσει τουτέων τι. Ἰέναι δὲ χρὴ παρὰ τὸν ἄνδρα, ὅταν τὰ ὑπὸ τῆς θεραπείης καλῶς ἔχῃ, ληγόντων ἢ ἀρχομένων τῶν ἐπιμηνίων· ἄριστον δὲ καὶ ἐπὴν παύσηται· μάλιστα δὲ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσι πειρηθῆναι, ἢν δύνηται κυΐσκεσθαι· αὗται γὰρ κυριώταται. Ἢν δὲ μὴ αὐτίκα ξυλλάβῃ, τἄλλα δὲ καλῶς ἔχῃ, οὐδὲν κωλῦον ἐν τῇσιν ἄλλῃσι τῶν ἡμερέων ξυνιέναι τῷ ἀνδρί· προθυμίην γὰρ σφίσι ποιέει ἡ μελέτη, καὶ ἀναχαλᾶται τὰ φλέβια, καὶ ἢν τὰ ἀπὸ τοῦ ἀνδρὸς ἀπιόντα ὁμοῤῥοθῇ κατ’ ἴξιν τῷ ἀπὸ τῆς γυναικὸς, κυήσει·

58
καὶ γὰρ τόδε ἄρτιον ἔστιν ᾗσιν, ἤν τε αὐτίκα ἤν τε ἐν ὑστέρῳ χρόνῳ. Ταῦτα μὲν ἀμφὶ τούτων λέλεκται.

18. Ἢν δὲ ὑγρότερον ᾖ τὸ στόμα τῶν ὑστερέων, οὐ δύνανται εἰρύσαι τὸν γόνον· προσθέτοισι δὲ χρέεσθαι δριμέσι· δηχθεὶς γὰρ καὶ φλεγμήνας ὁ στόμαχος στεῤῥὸς ἔστιν ὅτε γίνεται· κατὰ δέ τι ἠδέλφισται, ἢν σκιῤῥωθέωσιν· ἄρειον γὰρ τὰ δριμέα προστιθέναι· ἀδαξῶντα γὰρ, λεπτὰ καὶ πυρώδεα ἐόντα, τὸν σκίῤῥον διαχέει· ἢν δὲ λαπαχθῇ ὁ σκίῤῥος, μαλθακοῖσιν ἰῆσθαι καὶ ὅ τι μὴ δήξεται.