De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

81. Ἢν αἱ μῆτραι ἐξέχωσι, περινίψας αὐτὰς ὕδατι χλιερῷ καὶ ἀλείψας ἐλαίῳ καὶ οἴνῳ, πάλιν ἐνθεῖναι, καὶ ἀναδῆσαι ἐκ τῶν ἰξύων, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ ἢν μὴ δύνηται οὐρέειν, λούσας θερμῷ καὶ πυριήσας, ὑποθυμιήσας κυπαρίσσου πρίσματα, τῶν οὐρητικῶν ποτημάτων διδόναι πίνειν.

82. Ἢν ῥόος γένηται, ὑποθυμιήσας στρυφνοῖσιν, ὀνίδα περιξέσας, ἐνδήσας εἰρίῳ, προστίθει· ἡ δὲ ὀνὶς ἔστω ξηρή.

83. Ἢν ἐν τοῖσιν αἰδοίοισιν ἕλκεα γένηται, βόειον στέαρ ἐπαλείφειν καὶ προστιθέναι, καὶ τῆς μυρσίνης ἐν οἴνῳ ἀφεψῶν διακλύσαι.

84. Ἢν ἐκ τόκου τὸ στόμα ἑλκωθῇ, ῥόδων ἄνθος τρίψας λεῖον, οἴνῳ δεύσας, ἐν λαγωῇσι θριξὶ προστιθέναι, καὶ διακλυζέσθω τοῖσι στρυφνοῖσι.

85. Ἢν τὰς ὑστέρας ἀλγέῃ, σκορόδων μώλυζαν καὶ νίτρον

408
ὀπτὸν καὶ κύμινον λεῖα ποιήσας, μέλιτι δεύων, προστίθει, καὶ τῷ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμῶν πινέτω.

86. Ἢν ἀφθήσῃ τὰ αἰδοῖα, στέαρ βοὸς καὶ βούτυρον καὶ χηνὸς ἔλαιον καὶ σούσινον μίξας, διαχρίειν τὰ αἰδοῖα τουτέοισι, καὶ διακλυζέσθω ὕδατι χλιερῷ.

87. Ἢν προσιστάμεναι πνίγωσιν, ἐλλύχνιον ἀνάψας, ἀποσβέσας, ὑπίσχειν ὑπὸ τὴν ῥῖνα, ὅκως ἂν τὸν καπνὸν ἕλκῃ, ἔπειτα σμύρναν διεὶς μύρῳ, ἔριον ἀναδεύσας, προστίθει· καὶ πιεῖν δοῦναι ῥητίνην ἐλαίῳ διέντα.

88. Ἢν τὸ χορίον μὴ ὑποχωρέῃ, κόνυζαν τρίψας, ἐν εἰρίῳ ποιήσας πρόσθεμα, προστιθέναι, καὶ τῇ ἴγδῃ οἴνῳ διατρίψας, δοῦναι πιεῖν.

89. Ἢν τὴν κεφαλὴν ἀλγέῃ καὶ τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας, χολὴ ἐν τῇσι μήτρῃσιν ἐστί· ταύτῃ χρὴ δοῦναι φάρμακον, ὃ καθαίρειν ἄνω τε καὶ κάτω δύναται, καὶ λούειν θερμῷ, καὶ προστιθέναι ὅσα χολὴν καθαίρει, καὶ ἄνισον καὶ μελάνθιον διεὶς οἴνῳ δίδου πιεῖν.

90. Ἢν ῥόος ἐγγένηται, καρκίνους ποταμίους ἀποπνίξας ἐν οἴνῳ, τὸν οἶνον διδόναι πίνειν, καὶ ὑποθυμιῇν ὅσα ξηραίνει καὶ προστιθέναι. Ἢν ῥοῦς ἐγγένηται, τῶν πράσων ὅσον δεσμίδα τρίψας ἐν οἴνῳ, δίδου πίνειν, καὶ τοῖσι ξηροῖσι καὶ τοῖσι στρυφνοῖσι χρήσθω. Ἢν ῥοῦς ἐγγένηται, ἡμιονίδα κατακαύσας, καὶ κόψας λείην, διασήσας τε, διεὶς οἴνῳ, πίπισκε· τοῖσι δὲ ἄλλοισι τὸν αὐτὸν

410
τρόπον χρῶ. Ἢν ῥοῦς ἐγγένηται, καὶ πολυχρόνιος ἤδη ᾖ, σπόγγον κατακαύσας καὶ τρίψας λεῖον, οἴνῳ διεὶς εὐώδει, πῖσον, καὶ ὑποθυμιήσας ξήραινε, καὶ προστίθει ὅ τι ἂν ἀποστύφῃ.

91. Ἢν καθῆραι τὰς ὑστέρας βούλῃ, νίτρον, κύμινον, σκόροδον, καὶ σῦκα λεῖα ποιήσας, μέλιτι δεύσας, προστίθει, καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμοῦ πινέτω.

92. Ἢν ἀλγέῃ τὰς ὑστέρας, κυκλαμίνου τὴν ῥίζαν ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμοῦ πινέτω.

93. Ἢν γάλα ἀποσβεσθῇ, τὰ μὲν ἄλλα τὸν αὐτὸν τρόπον θεράπευε· πιπίσκειν δὲ τὸν καρπὸν τοῦ μαράθρου, καὶ τὰς κριθὰς ἐπτισμένας, καὶ βούτυρον, ἑψήσας ὁμοῦ· ὁκόταν δὲ ἑφθὰ ᾖ, ψύξας δὸς πιεῖν· ἀγαθὸν δὲ καὶ τὸ ἱππομάραθρον καὶ τὸ ἱπποσέλινον συνεψόμενα. Ἢν γάλα ἀποσβεσθῇ, πράσα τρίψας, διεὶς ὕδατι, δοῦναι πιεῖν, καὶ θερμῷ λουέσθω· καὶ τῶν πράσων καὶ τῶν κραμβῶν ἐσθιέτω, συνεψοῦσα τοῦ κυτίσου τὰ φύλλα, καὶ τὸν χυλὸν ῥοφείτω. Ἢν γάλα ἀποσβεσθῇ, πράσα τρίψας, διεὶς ὕδατι, δοῦναι πιεῖν, καὶ θερμῷ λουέσθω· τὸν ἐλελίσφακον ἑψοῦσα, καὶ τῶν κεδρίδων ἢ τῶν ἀρκευθίδων παρεμβάλλουσα, ἀποχέουσα, ἀποχέουσα τὸν χυμὸν καὶ οἶνον ἐπιχέουσα, πινέτω· ἐς τὰ λοιπὰ ἄλευρον ἐμβάλλουσα καὶ βόλβον, καὶ ἐλαίου μικρὸν ἐπιχέουσα, ἐσθιέτω· καὶ τῶν δριμέων καὶ ὀξέων καὶ ἁλμυρῶν καὶ ὠμῶν λαχάνων πάντων ἀπεχέσθω· τὸ δὲ κάρδαμον ἐν

412
οἴνῳ πινόμενον ἀγαθὸν, καὶ τὸ γάλα καθαίρει· καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμοῦ πινέτω.

94. Ἢν βούλῃ γυναῖκα κυῆσαι, κάθηρον αὐτὴν καὶ τὰς μήτρας· ἔπειτα δίδου τὸ ἄλητον ἐσθίειν νήστει, καὶ οἶνον ἐπιπίνειν ἄκρητον, καὶ προστιθέναι νίτρον ἐρυθρὸν, κύμινον καὶ ῥητίνην μέλιτι δεύσας ἐν ὀθονίῳ πρόσθες, καὶ ὁκόταν τὸ ὕδωρ ἀποῤῥυῇ, τοὺς μέλανας πεσσοὺς προστιθέσθω μαλθακτήριον, καὶ τῷ ἀνδρὶ ξυνευνάτω. Ἢν βούλῃ ἔγκυον ποιῆσαι γυναῖκα, καθήρας αὐτὴν καὶ τὰς μήτρας, προστιθέναι τῇσι μήτρῃσι ῥάκος καταξηράνας. ὡς λεπτότατον, καὶ μέλιτι δεύσας, καὶ βαλάνους ποιήσας, ἀποβάπτων ἐς ὀπὸν συκῆς προστιθέναι, μέχρις ἂν ἀναστομωθῇ· ἔπειτα δὲ μᾶλλον ἐσωθέειν· ἐπειδὰν δὲ ἀποῤῥυῇ τὸ ὕδωρ, διανιζομένη οἴνῳ καὶ ἐλαίῳ, συνευδέτω τῷ ἀνδρί· πινέτω δὲ καὶ, ὁκόταν μέλλῃ καθεύδειν, βλήχωνα ἐπὶ κεδρίνῳ οἴνῳ.

95. Ἐκβόλιον ἐμβρύου καὶ ὑστέρων· σικύου ἀγρίου τὸν ὀπὸν, ὅσον πόσιν, ἐς μᾶζαν ἐμπάσασαν προσθεῖναι, προνηστεύσασαν ἐπὶ δύο ἡμέρας. Σταφίδος ἀγρίης ὅσον δύο δραχμίδας διεὶς μελικρήτῳ δοῦναι πιεῖν.

96. Πειρητήριον· μώλυζαν σκορόδου ἀποξύσας, προσθεῖναι πρὸς τὰς μήτρας· τῇ δ’ ὑστεραίῃ τὸν δάκτυλον ἐσαφάσας σκόπει· καὶ ἢν

414
μὲν ὄζῃ τὸ στόμα, εὖ ἔχει· εἰ δὲ μὴ, πάλιν προστιθέσθω. Ἕτερον πειρητήριον· νέτωπον ὀλίγον ἐν εἰρίῳ εἱλίξας προσθεῖναι, καὶ ὁρῇν ὅθεν ἂν τοῦ στόματος ὄζῃ.

97. Προσθετά· σκορπίου θαλασσίου τὴν χολὴν ἐς εἴριον ἐνειλίξας, καὶ ξηρήνας ἐν σκιᾷ, προστίθει. Γλήχωνα ξηρὴν λείην ποιήσας, μέλιτι δεύσας, προστιθέναι ἐν εἰρίῳ. Σικύου σπέρμα καὶ ὄστρακον κατακαύσας, οἴνῳ τε δεύσας, ἐν λαγωῇσι θριξὶ καὶ ἐν εἰρίῳ προστιθέναι. Στυπτηρίην Αἰγυπτίην εἰρίῳ καθελίξας προστίθει. Κανθαρίδας οἴνῳ δεύσας ἐν εἰρίῳ προστίθει. Τὴν ἀρτεμισίην ποίην οἴνῳ δεύσας προστίθει. Μελάνθιον τρίψας ἐν οἴνῳ λευκῷ εἰρίῳ προστίθει. Νεοτόκῳ· ῥόδινον μύρον καὶ κηρὸν ἐν εἰρίῳ προστίθει. Βόλβιον τὸ ἐκ τῶν πυρῶν τρίψας, ἐν οἴνῳ δεύσας, ἐν εἰρίῳ προστίθει. Οἴνου λευκοῦ παλαιοῦ τὴν τρύγα κατακαύσας καὶ καταδεύσας ἐν οἴνῳ λευκῷ καὶ τρίψας, ἐν εἰρίῳ προστίθει. Χαλβάνην καὶ νέτωπον καὶ μίσυ ἐν ῥοδίνῳ μύρῳ ἐν ὀθονίῳ προστίθει. Ἐλατήριον ὡς δύο πόσιας καὶ κηρίον ἐν οἴνῳ ἐν ὀθονίῳ προστίθει. Βούτυρον καὶ στυπτηρίην μέλιτι δεύσας ἐν ὀθονίῳ προστίθει. Ὀπὸν σκαμμωνίης καὶ στέαρ ἐν μάζῃ ξυναναμίξας, οἴνῳ δεύσας, ἐν ὀθονίῳ προστίθει.

98. Ἢν μὴ θέλῃ κυΐσκεσθαι, μίσυος ὅσον κύαμον διεὶς ὕδατι, δίδου πίνειν, καὶ ἐνιαυτὸν οὐ κυΐσκεται.

416

99. Ἢν βούλῃ γυναικὸς ἐμπειρηθῆναι, εἰ ἔστι παιδοῦσα εἴτε μὴ, τῇ ἐρυθρᾷ λίθῳ τοὺς ὀφθαλμοὺς ὑπαλεῖψαι, καὶ ἢν μὲν ἐσέλθῃ τὸ φάρμακον, παιδοῦσα γίνεται· ἢν δὲ μὴ, οὔ.

100. Ἢν παιδίου ἀφθᾷ τὰ αἰδοῖα, ἀμύγδαλα λεῖα τρίψας καὶ βοὸς μυελὸν, ἐν ὕδατι ἑψῶν, καὶ ἄλητον ἐμβαλὼν μικρὸν, διαχρίειν τὰ αἰδοῖα, καὶ διακλύζειν τῷ ὕδατι τῷ ἀπὸ τῶν μύρτων.