101. Ἢν παρθένος λιθιήσῃ, τοῦ φύλλου διδόναι τῆς Αἰθιοπικῆς ῥίζης σταθμῷ, ἐν οἴνῳ παλαιῷ διδοὺς ἐπὶ ἡμέρας δέκα, τὸ δὲ λοιπὸν διηθῶν ἐν ὕδατι ἐπὶ εἴκοσιν ἡμέρας, καὶ λούειν δὶς τῆς ἡμέρης πολλῷ καὶ θερμῷ.
102. Καταπλάσματα· σκόροδον, ἀνδράχνην, σέλινον, λωτοῦ καὶ κέδρου πρίσματα λεῖα ὁμοῦ μίξας, διεὶς μελικρήτῳ, κατάπλασμα ποιέων, κατάπλασσε. Βάτου φύλλα, μυρσίνης φύλλα, ὁμοῦ λεῖα διεὶς μελικρήτῳ, ξυμφυρήσας ἀλφίτοις, κατάπλασσε. Ἀκτῆς φύλλα, μυρσίνης φύλλα, τερμίνθου τὰ ἁπαλώτατα τὸν αὐτὸν τρόπον κατάπλασσε. Λωτοῦ πρίσματα, συκαμίνου φύλλα ὁμοῦ λεῖα μίξας, διεὶς ὕδατι ἀσταφίδος, κατάπλασσε.
103. Ὑποθυμιήσεις· οἰσύπην αἰγὸς ξηρὰ κόψας, καὶ κριθὰς πεφωσμένας καὶ ἐρηριγμένας, ἐν ἐλαίῳ δεύσας, ὑποθυμία. Ἐλάφου κέρας καὶ ἐλαίας τὰς μήπω ἐχούσας ἔλαιον, ὁμοῦ λεῖα μίξας, θυμία. Ῥοῦν τὴν ἐρυθρὴν καὶ ἄλφιτα πεφωσμένα ἐλαίῳ δεύσας, ὑποθυμία.
418
Ἄλφιτον καὶ βόλβιτον καὶ ἄχυρα ἐλαίῳ δεύσας, ὑποθυμία. Λωτοῦ πρίσματα καὶ ῥοῦ φύλλα καὶ κυπαρίσσου ξηρῆς πρίσματα οἴνῳ δεύσας μέλανι αὐστηρῷ, ὑποθυμιῇν. Χαλβάνην, μάννην, ῥητίνην μύρῳ δεύσας, ὑποθυμιῇν. Ἀἰγὸς κέρας καὶ κηκίδα καὶ στέαρ ὑὸς κεδρίῃ δεύσας, ὑποθυμία. Ὄνων τὴν ἐπὶ τῷ ποδὶ γῆν ξύσας καὶ ὀνίδας οἴνῳ μέλανι δεύσας, ὑποθυμιῇν.
104. Κλυσμοί· μυρσίνης φύλλα καὶ δάφνης καὶ κισσοῦ ἐν ὕδατι χλιερῷ κλύζειν. Ῥοῦ φύλλα καὶ ῥοιῆς γλυκείης καὶ βάτου, ἐν μελικρήτῳ ἀφεψῶν, ἀποχέων, κλύζειν. Τῆς ἀκτῆς τὰ φύλλα καὶ τῆς σχίνου ἀφεψῶν ὕδατι, ἀποχέας, ἀκροχλίερον κλύζειν. Μαράθρου ῥίζαν κόψας, ἐν ὕδατι ἀφεψῶν, καὶ κράμβης, ἐπιχέας ἔλαιον, ἔπειτα ἀποχέας, κλύζειν. Οἰνάνθην καὶ κύπερον καὶ ἀσταφίδας ἀφεψῶν ἐν μελικρήτῳ, κλύζειν. Μάλαγμά τι ἐν ὕδατι ζέσας, ἀποχέας τὸ ὕδωρ, ἀκροχλίερον κλύζειν. Κυπαρίσσου πρίσματα καὶ ἀμάρακον ἐν γλυκεῖ κεκρημένῳ ὕδατι ἀφεψῶν, κλύζειν. Ἕρπυλον καὶ λευκοΐου τὴν ῥίζαν ἀφεψῶν ἐν μελικρήτῳ, κλύζειν. Ὑπερικὸν καὶ σχῖνον καὶ κεδρίδας ἐν ὕδατι ἀφεψῶν, ἀκροχλίερον κλύζειν. Κηρίον καὶ βούτυρον καὶ ῥητίνην καὶ χηνὸς ἔλαιον ἐν ὕδατι ἀφεψῶν, κλύζειν.
105. Πυριήσεις· αἴρας φώξας καὶ καταλέσας, ἕψε ἐν ὀξυκράτῳ
420
ἀκρητεστέρῳ· ὁκόταν δὲ ἑψήσῃς, ἐνδήσας ἐς ὀθόνιον, πυριῇν. Φακοὺς φώξας καὶ περιπτίσας, ποιήσας ἄλευρα χονδρότερα, ὕδατι ἀφεψήσας, ἐνδήσας ἐς ὀθόνιον, προστίθει. Ὀρόβους τὸν αὐτὸν τρόπον ποιέων, πυριῇν· ἀγαθὸν δὲ καὶ ὁ ἐλελίσφακος τὸν αὐτὸν τρόπον γινόμενος. Ἐλελίσφακον καὶ ὑπερικὸν ἀφεψῶν ἐν ὕδατι, ἐν τῷ ἀφεψήματι ἄχυρα κριθῶν ἑψήσας, ἐνδήσας ὀθονίῳ, πυρία. Λωτοῦ πρίσματα καὶ κυπαρίσσου ἀφεψῶν ἐν ἀσταφίδος ἀποβρέγματι, ἐνδήσας ἐς ὀθόνιον, πυρία. Ἐλαίης φύλλα καὶ μυρσίνης καὶ κισσοῦ καὶ δάφνης ἑψῶν ἐν ὕδατι, ἀποχέας τὸ ἀφέψημα, ἕψε ἐν αὐτέῳ ἄχυρα κριθῶν, ἔπειτα ἐνδήσας ἐς ὀθόνιον, πυρία. Κυπαρίσσου πρίσματα καὶ κέδρου καὶ πίτυρα κριθῶν, ὁμοῦ μίξας ἐν ἀποβρέγματι ἀσταφίδος, φυρήσας καὶ ποιήσας ἄρτον, ὀπτήσας, θερμὸν ἐς ῥάκος ἐνδήσας, πυρία. Λευκοΐου τὸν καρπὸν ἢ τὰς ῥίζας ἀφεψήσας ὕδατι, καὶ τῷ ὕδατι φυρήσας πίτυρα πυρῶν, ἄρτον ποιήσας, θερμὸν ἐς ῥάκος ἐνειλίξας, πυρία. Τὸν ἕρπυλον ἐν ὕδατι ἀφεψήσας, τῷ ἀφεψήματι πίτυρα πύρινα ἐμβαλὼν, τὸν αὐτὸν τρόπον πυρία. Πυριῇν δὲ καὶ σπόγγον θερμαίνων καὶ προστιθεὶς, καὶ εἰρίοισι μαλθακοῖσι, καὶ ῥάκεσιν ἐρίοισι, καὶ ὀστρακίνοισιν ἀγγείοισιν ὕδωρ ἐπιχέων, καὶ θυλακίοισι τὸν αὐτὸν τρόπον, καὶ τῶν ἀφεψημάτων ἐγχέων, πυριῇν.
106. Καθαρτήριον· ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν, κυῆσαι θέλῃς ποιῆσαι, σκέψασθαι χρὴ ἐν τοῖσι καταμηνίοισιν, ἤν τε χολώδης, ἤν τε φλεγματώδης ᾖ. Γνώσῃ δὲ τῷδε· πρότερον ψάμμον ἐμβαλὼν ἐς τὸν ἥλιον λεπτὴν, ξηρὴν, ὁκόταν τὰ καταμήνια γένηται,
422
ἐν τῷ ἡλίῳ, ἀποχέας τοῦ αἵματος, ἔα ξηρανθῆναι· καὶ ἢν μὲν χολώδης ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται· ἢν δὲ φλεγματώδης, οἷον μύξα. Τουτέων οὖν ὁκότερον ἂν ᾖ, καθήρας τὴν κοιλίην, ἤν τε ἄνω ἤν τε κάτω δοκέῃ σοι δεῖσθαι, εἶτα διαλιπὼν ἡμέρας ὀλίγας, τὰς ὑστέρας καθαίρειν.
107. Ὑστερέων πυρίαι· ἢν σκληραὶ ἔωσιν αἱ ὑστέραι καὶ μὴ κυΐσκηται, οἶνον ὡς ἥδιστον ἴσον κεράσας, ὡσεὶ τρία ἡμίχοα Ἀττικὰ, καὶ μαράθρου ῥίζας, καὶ τοῦ καρποῦ τοῦ μαράθρου τετάρτην μοίρην, καὶ ῥοδίνου ἀλείμματος ἡμικοτύλιον· ταῦτα ἐγχέας ἐς ἐχῖνον καινὸν, καὶ τὸν οἶνον ἐπιχέας, τοῦ δὲ ἐχίνου τρυπῆσαι τὸ ἐπίθεμα, καὶ ἐνθέντα κάλαμον πυριῇν· τὸν δὲ κάλαμον σὺν τῷ ἐπιθέματι ἀφαιρέεσθαι· ἢν γὰρ ἄνευ τοῦ ἐπιθέματος ἀφαιρέηται, καυθήσεται. Ἐπὴν δὲ πυριήσηται, τὴν σκίλλην προστίθεσθαι, ὡς κάτω γέγραπται· προστίθεσθαι δὲ ἔστ’ ἂν φῇ μαλακὸν εἶναι τὸ στόμα καὶ εὐρύ.
108. Καὶ ἢν ἑλκωθῇ καὶ φλύκταιναι ὦσιν ἐν τῇ καθάρσει, ἢν μὲν ἄκρα τὰ χείλεα ἑλκωθῇ, ἄνισον καὶ χήνειον ἔλαιον ἐν ῥοδίνῳ ἐλαίῳ τρίψας, ἐς εἰρίον ἐνειλίξας, σάκα βοὸς λαβὼν παχυτέρην τοῦ μεγάλου δακτύλου τοῦ ποδὸς, μῆκος δὲ ἓξ δακτύλων, χρίσας τῷ φαρμάκῳ, περιελίξας τῷ εἰρίῳ, τὸ φάρμακον ἀνασπογγίσας, τὸ ἔσχατον τῆς σαρκὸς, ὃ μέλλει ἔξω εἶναι·, λίνῳ δήσας, ἔνθες τὸ ψιλὸν τῆς σαρκὸς ἐς τὰς μήτρας, οὗ ἂν τὸ ἔλκος ᾖ.
109. Γυναικεῖα καθαρτήρια· ἢν μὴ πορεύηται ἡ κάθαρσις, λαβὼν σικύης ἐντεριώνην ὅσον τριώβολον καὶ ἀρτεμισίην ποίην καὶ
424
λιβανωτοῦ ὀβολὸν, τρίψας, ἐν μέλιτι μίξας, ἐς εἰρίον ἐνελίξας, πρόσθες πρὸς τὸ στόμα τῆς μήτρης, τῆς ἡμέρης πεντάκις τοῦτο ποιῶν. Τὸ ἀμπέλιον τρίβων χλωρὸν ἐν μέλιτι, καὶ ἐς εἰρίον ἐνελίξας, προστιθέναι τὸν αὐτὸν τρόπον. Τῆς κυπαρίσσου τὸν καρπὸν καὶ σικυώνης ἐντεριώνην καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ μύρῳ διεὶς καὶ μέλιτι, ἐνελίξας ἐν εἰρίῳ, πρόσθες τὸν αὐτὸν τρόπον. Τῆς κυπαρίσσου τὸν καρπὸν καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ μύρῳ διεὶς καὶ μέλιτι, ἐνελίξας ἐν εἰρίῳ, πρόσθες. Ἀβρότονον ὅσον τριώβολον τρίψας ἐν μέλιτι, ἐς εἰρίον ἐνελίξας, προστίθει. Ἐλατηρίου ὀβολὸν καὶ σμύρνης ὀβολὸν τρίψας, καὶ μέλιτι ἐς εἰρίον ἐνελίξας, προστίθει. Ἢν γυνὴ μὴ κυΐσκηται, καθαρτήριον· ταύρου οὖρον ξυλλέξαι ὅσον τρεῖς κοτύλας, ἔπειτα λαβὼν ἀρτεμισίην ποίην ἢ παρθένιον ἢ ἀδίαντον καὶ δάφνην χλωρὴν καὶ κέδρου πρίσματα, κόψον λεῖα ἐν ὅλμῳ, εἶτα ὀρύξας βόθρον, ἐγκαύσας τε ἄνθρακας, καὶ ἐπιθεὶς χύτραν, ἔγχεον τὸ οὖρον τοῦ ταύρου, καὶ ἔμβαλε τὰ κεκομμένα ἐν τῷ ὅλμῳ· ἔπειτα περιθεὶς δίφρον, ἐπίθες τῆς ἀρτεμισίης ποίης, ἢ ὕσσωπον, ἢ ὀρίγανον· εἶτα ἐπικαθίσας τὴν γυναῖκα, πυρίησον ἕως ἂν ἱδρώσῃ· ὅταν δὲ ἱδρώσῃ, λοῦσαι θερμῷ· ἐς δὲ τὸ λουτρὸν ἐμβαλεῖν τὴν ἀρτεμισίην καὶ δάφνην· εἶτα πρόσθετον ποιῆσαι ἢ ἀρτεμισίην, ἢ βόλβιον ἐν οἴνῳ λευκῷ τρίψας, εἰρίῳ ἐνειλίξας, προστιθέτω· ταῦτα ποιέειν ἐφ’ ἡμέρας τρεῖς· εἶτα κοιμάσθω παρὰ ἀνδρί. Προσθετὸν κυητήριον· ἐκ νίτρου καὶ λιβανωτοῦ βάλανον ποιήσας ἐν μέλιτι πρόσθες. Προσθετὸν καθαρτήριον μαλθακτικόν·
426
ἰσχάδα λαβὼν, ἐψήσας, ἕως ἂν τὰς κεγχραμίδας ἀποβάλῃ, τοῦτο ἀποπιέσας, τρίψας ὡς λειότατον, προσθέσθω ἐν εἰρίῳ καὶ ῥοδίνῳ μύρῳ. Ἕτερον δριμύτερον· κράμβης, πηγάνου, ἑκάτερον ἴσον τρίψας, χρῶ τὸν αὐτὸν τρόπον. Ἕτερον προσθετὸν μαλθακόν τε καὶ καθαρτήριον· χηνὸς μυελὸν ἢ βοὸς ἢ ἐλάφου, ὅσον κύαμον, παραχέοντα μύρου ῥοδίνου καὶ γάλα γυναικὸς, τρίβειν ὥσπερ τὸ μαλθακὸν φάρμακον τρίβεται· εἶτα ὑπαλείφειν ἐκ τούτου τὸ στόμα τῆς μήτρης. Ἕτερον χλιερὸν καθαρτήριον· χηνὸς. μυελὸν ὅσον κάρυον, ῥητίνης σχινίνης ἢ τερεβινθίνης ὅσον κάρυον, ταῦτα τήξας ἐν μύρῳ ῥοδίνῳ ἐπὶ πυρὸς μαλθακοῦ, καὶ ποιήσας ὥσπερ κηρωτὴν, εἶτα τουτέῳ χλιερῷ ἐναλείφειν τὸ στόμα τῆς μήτρης, καὶ τὸν κτένα καταβρέχειν. Γλυκυσίδης κόκκους τοὺς ἐρυθροὺς τρεῖς ἢ τέσσαρας, τουτέους τρίβοντα ἐν οἴνῳ, δοῦναι πιεῖν· ἢν δὲ μᾶλλον κατασπάσαι θέλῃς, τῶν μελάνων τῆς γλυκυσίδης τρίψας τὸν αὐτὸν τρόπον, δὸς πιεῖν. Ἕτερον καθαρτήριον καὶ κατασπαστικόν· δαφνίδας εἴκοσι τὰς πλείστας καὶ σεσέλιος ἥμισυ ὀξυβάφου τρίψας μετὰ οἴνου πινέτω. Ταύρου χολὴν ὅσον τρία ἡμιωβόλια Ἀττικὰ τρίψας, ἐν οἴνῳ δοῦναι πιεῖν νήστει, καὶ περιπλάσσων καταπότια δίδου. Ἄλευρον σιτάνιον, σμύρνης ὅσον τριώβολον, κρόκου τὸ ἴσον, καστορίου ὀβολὸν, ταῦτα τρίψας ἐν· μύρῳ ῥοδίνῳ, προστιθέσθω. Ἕτερον καθαρτήριον· κνίδης καρπὸν καὶ μαλάχης χυλὸν ἐν στέατι χηνὸς τρίψαντα προσθεῖναι. Ἢν μὴ καθαρθῇ, τῆς πάλης τοῦ ἐκτόμου
428
ὅσον τοῖς τρισὶ δακτύλοις ἑψήσας μέλιτι, ἐγχέαι, καὶ συμπλάσαι τὴν πάλην, καὶ δοῦναι πιεῖν. Ὑστέρης ἀναστομωτήριον τὸ αὐτὸ καὶ καθαρτικόν· κανθαρίδας τρῖβε πέντε, ὄξος λευκὸν παραχέων, καὶ μὴ ὑγρὸν πάνυ ποίει, ἀλλ’ ὡς ἐκμάσσεσθαι δάκτυλον· λαβὼν δὲ σύκου λευκοῦ πίονος, ἄνευ τῶν κεγχραμίδων καὶ τοῦ δέρματος, διπλάσιον ξυμμίξας μέρος τῆς κανθαρίδος, λεῖον ποιήσας, εἰρίῳ λεπτῷ καθελίξας, προσθέσθω. Καθαρτήριον· ἢν ἐκ τόκου μὴ καθαρθῇ, τοῦ τριφύλλου ἐν οἴνῳ λευκῷ πίνειν· τοῦτο δὲ καὶ τὰ καταμήνια καταῤῥήγνυσι καὶ ἔμβρυον ἐκβάλλει. Μητρέων καθαρτήριον· ὁκόταν παιδίου ἐναποθανόντος αἷμα ἐμμείνῃ, κολοκύνθην ἀγρίην τρίψας ἐν μέλιτι, λειχέτω ἢ προστιθέσθω. Αἵματος καθαρτικὸν, αἷμα ἐξελάσαι ἐκ μητρέων· λευκοΐου καρπὸν τρίβων λεῖον, οἴνῳ διεὶς, διδόναι πίνειν. Αἷμα ὡσαύτως ἐξελάσεις ἐκ μητρέων· ῥοῦ τὸν καρπὸν, ὁκόταν ἐρυθρὸς ᾖ, τρίβων κόκκους τριήκοντα χλωροὺς καὶ κυνὸς ῥόδα ἐρυθρὰ, περιλέγων τὸ ἐρυθρὸν, διδόναι πίνειν ἐν οἴνῳ, ἔστ’ ἂν τὸ αἷμα ῥαγῇ. Προσθετὸν καθαρτήριον· ἢν τὰ γυναικεῖα μὴ φαίνηται, στύρακα καὶ ὀρίγανον τρίψας λεῖα καὶ ξυμμίξας, ἐπίχεον χηνὸς ἔλαιον, ἔπειτα προστιθέσθω. Προσθετὸν καθαρτικὸν, ὥστε μήτρας ἐκκαθαίρειν καὶ κενοῦν· ἀψινθίου ῥίζαν τρίψας λείην, καὶ περιμίξας μέλι, προσθεῖναι σὺν ἐλαίῳ. Προσθετὰ ὑστερέων καθαρτικὰ, ἀναστομωτήρια, καὶ ὕδωρ ἄγοντα· σκίλλης ὅσον ἑξαδάκτυλον
430
τὸ μῆκος, πάχος δὲ ὡς ὁ μικρὸς δάκτυλος, τουτέου περιξύσας ὅσον δύο δακτύλους, λεῖον ποιήσας, καθελίξας τὸ λοιπὸν ἐν εἰρίῳ ῥυπαρῷ, καὶ τὸ μὲν ἀπεξεσμένον πρὸς τὸ στόμα τῶν ὑστερέων ἐῇν προσκεῖσθαι ἡμέρην καὶ εὐφρόνην· λουσαμένη δὲ καὶ ἀφαιρεομένη, διανιζέσθω ὕδατι εὐώδει. Καθαρτικὸν μαλθακὸν, ὅπερ ὕδωρ ἄγει καὶ φλέγματα, χλωρά τε καὶ ὕφαιμα καταμήνια κατασπᾷ, ἢν μὴ πολυχρόνια ᾗ, καὶ τὸ στόμα μαλθάσσει· μύρον ναρκίσσινον, κύμινον ὃ ἐσθίομεν, σμύρναν τε καὶ λιβανωτὸν, ἀψίνθιον, κυπάρισσον, ἅλας, ῥόδινον ἄλειφα, τῶν μὲν ἄλλων χοῦν ἑκάστων, τοῦ δὲ ναρκισσίνου τέσσαρας μοίρας, ἐπικτένιον ὠμόλινον ξυμμίξας, ἅπαντα τρίψας, ποιήσας βάλανον, περὶ τῷ πτερῷ ῥάκος λεπτὸν περιθεὶς, καταδῆσαι καὶ ἐμβάψαι ἐς ἄλειφα λευκὸν Αἰγύπτιον, προσθεῖναι, καὶ ἐῇν ὅλην ἡμέρην προσκεῖσθαι· εἶτα λουσαμένη καὶ ἀφαιρευμένη διανιζέσθω ἐν ὕδατι εὐώδει.