De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
54. Ἢν δὲ ἐς τὴν ἕδρην τραπῶσι καὶ τὰ ὑποχωρήματα κωλύωσιν ὑποχωρέειν, ὀδύναι ἴσχουσι τήν τε ὀσφῦν καὶ τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ αὐτὴν τῷ θερμῷ, καὶ πυριῇν τὴν ὀσφῦν, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ προστιθέναι ὁκόσα καθαίρει τε καὶ ἐλαύνει τὰς ὑστέρας, καὶ πιπίσκειν ὅ τι ἂν μάλιστα προσδέχηται.