De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

53. Ἢν γυνὴ διὰ παλαι οῦ μὴ κυΐσκηται, τῶν ἐπιμηνίων ἐμφαινομένων, ὁκόταν ᾖ τριταί η ἢ τεταρταίη, στυπτηρίην λείην τρίψας, διεὶς μύρῳ, εἰρίῳ ἀνασπογγίζων, προ στίθει· καὶ ἐχέτω κείμενον ἡμέρας τρεῖς· τῇ δὲ τρίτῃ ξύσας βοὸς χολὴν καὶ ἐν ῥάκει ἐπιθεὶς, διεὶς ἐλαίῳ τὸ ξύσμα καὶ ἀναδεύσας, προστίθει· καὶ ἐχέτω ἡμέρας τρεῖς· τῇ δὲ ἑτέρῃ ἐξελέ σθω καὶ τῷ ἀνδρὶ ξυνελθέτω. Λίνον τὸ σχιστὸν αὐτῇ τῇ καλάμῃ ὅσον δραχμίδα κόψας λεπτὰ, καταβρέξας τε ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ τὴν νύκτα, ἔπειτα ἀπηθήσας, χλιαίνων ἐν χυτριδίῳ, εἰρίον ὡς μαλθακώτατον ἐμβάπτων, τὸ μὲν

396
προστιθέναι, τὸ δὲ ἀφαιρέειν. Ἢν βούλῃ ὑστέρας καθῆραι, πρῶτον μὲν χρὴ ὑποθυμιῆσαι κριθὰς ἐλαίῳ δεδευμένας ἐπ’ ἀνθράκων· τῇ δὲ ὑστεραίῃ ὄϊος χρὴ κρέας ἑψεῖν, κυτριδίῳ ἐξηθριασμένον· τὸ δὲ κυτρίδιον εἶναι ὅσον χοέα, καὶ καθεψεῖν σφόδρα· ἐπειδὰν δὲ ἑφθὰ ᾖ, ἀκροχλίερα κατεσθιέτω, καὶ τὸν ζωμὸν ἐπιῤῥοφείτω· τῇ δ’ ὑστεραίῃ λιβανωτὸν καὶ γλήχωνα λεῖα ποιήσας, ἀναδεύσας μέλιτι, εἰρίῳ ἀνασπογγίζων, προστίθει ἐπὶ τρεῖς ἡμέρας.