De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
45. Ἢν ἀναχάνῃ τὸ στόμα τῶν μητρέων μᾶλλον ἢ ᾡς πέφυκε, τὰ ἐπιμήνια γίνεται πλείω καὶ κακίω καὶ ὑγρότερα καὶ διὰ πλέονος χρόνου, καὶ ἡ γονὴ αὐτῆς οὐχ ἅπτεται οὐδὲ ἐμμένει, ἀλλὰ πάλιν ἐκχεῖται ἔξω· καὶ ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ τὸ στόμα τῶν μητρέων, εὑρήσεις ἀνακεχηνὸς, καὶ ἀδυναμίη αὐτὴν λαμβάνει ὑπὸ τῶν ἐπιμηνίων, καὶ πυρετὸς, καὶ ῥῖγος, καὶ ὀδύνη ἴσχει τὴν νείαιραν γαστέρα καὶ τοὺς κενεῶνας καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα μάλιστα μὲν, ἤν τι ἐν αὐτῇ χυθῇ καὶ διαφθαρὲν σαπῇ· πάσχουσι δὲ καὶ ἐκ τόκων, αἱ δὲ καὶ ἄλλως. Ὁκόταν γοῦν ὧδε ἔχῃ, φάρμακον χρὴ πιπίσκειν ὑφ’ οὗ ἄνω καθαιρεῖται· καὶ ὁκόταν ἡ ὀδύνη. ἔχῃ, τῶν χλιασμάτων προστιθέναι, καὶ τῷ θερμῷ λούειν, καὶ διαλιπὼν κλύζειν, ὥσπερ ἐπὶ τῆς προτέρης γέγραπται, καὶ τῶν ποτημάτων διδόναι ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ ὑποθυμιῇν ὀκόσα ξηραίνει, καὶ τῶν πουλυπόδων ἐσθιέτω, καὶ τὴν λινόζωστιν.