De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

44. Ἢν μὴ κατὰ χώρην μένωσι κινηθεῖσαι αἱ μῆτραι, ἀλλ’ ἔνθα καὶ ἔνθα προσπίπτωσιν, ὀδύνας παρέχουσι καὶ ἀφανέες γίνονται, ὁτὲ δὲ ἐξίσχουσιν ὥσπερ ἕδρη· καὶ ὁκόταν μὲν ὑπτίη κατακειμένη τύχῃ, κατὰ χώρην μένουσιν· ὅταν δὲ ἀναστῇ ἢ ἐπικύψῃ ἢ ἄλλο τι κινηθῇ, ἐξέρχονται· πολλάκις δὲ καὶ ἡσυχίην ἐχούσῃ. Ταύτην χρὴ ὡς μάλιστα ἡσυχάζειν καὶ μὴ κινεῖσθαι, καὶ τὴν κλίνην κεῖσθαι πρὸς ποδῶν ὑψηλοτέρην, καὶ τοῖσιν αὐτέοισι χρῆσθαι, ὥσπερ ἐν τοῖσιν ἐπάνω, καὶ τοῖσι στρυφνοῖσιν αἰονῇν, καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα· καὶ τῶν ῥοιῶν διὰ τοῦ ὀμφαλοῦ τρήσαντα μέσην, χλιήναντα ἐν οἴνῳ, ἥτις ἂν μάλιστα ἁρμόζῃ καὶ μὴ πιέζῃ λίαν, προστιθέναι ὡς προσωτάτω· ὁκόταν δὲ προσθῇς, ἐκ τῆς ὀσφύος ἐπαναδῆσαι ταινίῃ πλατείῃ ἀναλαβὼν, ὡς ἂν μὴ ἐξολισθάνῃ, ἀλλὰ μένῃ καὶ ποιέῃ τὸ δοκέον· καὶ τῶν μηκώνων ξὺν τῷ τυρῷ καὶ τοῖσιν ἀλφίτοισι πιπίσκειν, ὥσπερ ἐν τῇ πρὸς τὸ πλευρὸν προσπτώσει γέγραπται· καὶ τῶν ποτημάτων πειρώμενος ὅ τι ἂν μάλιστα προσδέχηται, πιπίσκειν· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι χρήσθω.