De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
38. Ἢν αἱ μῆτραι πρὸς τὰς πλευρὰς προσπέσωσι, βὴξ ἔχει καὶ ὀδύνη, ὑπὸ τὸ πλευρὸν οἷον σφαῖρα, καὶ ἁπτομένη πονέει ὥσπερ ἕλκεος, καὶ καταφθίνει, καὶ δοκέει περιπλευμονίη εἶναι, καὶ σπᾶται, καὶ κυφὴ γίνεται, καὶ τὰ ἐπιμήνια ὅλως οὐ προφαίνεται, ἐνίῃσι δὲ προφανέντα οἴχεται, τὰ δὲ γενόμενα ἀσθενέα τε καὶ ὀλίγα ἢ κακίω ἢ πρὸ τοῦ, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου. Ὅταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω ἐλατήριον, καὶ λούειν
382
αὐτὴν πολλῷ καὶ θερμῷ, καὶ τῶν χλιασμάτων ὅ τι ἂν μάλιστα προσδέχηται, προσίσχειν, καὶ προστιθέναι, ὑφ’ ὧν καθαίρεται αἷμα· καὶ λίνου σπέρμα φώξας καὶ κόψας καὶ σήσας καὶ τῶν μηκώνων τῶν λευκῶν σὺν ἀλφίτοις λεπτοῖς, καὶ τυρὸν αἴγειον, περιξέσας τὸν, ῥύπον καὶ τὴν ἅλμην, ταῦτα μίσγειν, τοῦ τυροῦ δύο, ἓν δὲ τῶν ἄλλων, ἓν δὲ τῶν ἀλφίτων ἑώλων ἀνάλτων, νήστει δίδου πίνειν ἐν οἴνῳ· ἑσπέρης δὲ κυκεῶνα παχὺν, μέλι ἐπιχέων, δίδου· καὶ τῶν πομάτων ὅ τι ἂν μάλιστα προσδέχηται πιπίσκειν· καὶ πυριῇν πυκνὰ, τῷ θερμῷ δὲ αἰονᾷν· καὶ τῇ κηρωτῇ ἡσυχῇ μαλάσσοντα ἀπωθέειν ἀπὸ τοῦ πλευροῦ, καὶ ἀναδεῖν τὸ πλευρὸν ταινίῃ πλατείῃ· καὶ γαλακτοποτεῖν, τὸ βόειον γάλα ὅτι πλεῖστον, ἐφ’ ἡμέρας τεσσαράκοντα· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισιν. Ἡ δὲ νοῦσος σπερχνή τε, καὶ θανατώδης, καὶ ὀλίγαι διεκφυγγάνουσιν αὐτὴν καὶ μελεδαινόμεναι.