De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

37. Ἢν σκιῤῥωθέωσιν αἱ μῆτραι, τά τε ἐπιμήνια κρύπτεται, καὶ τὸ στόμα αὐτέων ξυμμύει, καὶ οὐ κυΐσκεται. Ἕως ἂν οὕτως ἔχῃ, ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ὄψει τὸ στόμα τρηχὺ, καὶ τὸν δάκτυλον οὐκ ἐσίησι, καὶ πυρετὸς αὐτὴν λαμβάνει καὶ βρυγμὸς, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὸν κενεῶνα καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα, ἢν ἐν αὐτῇ διαφθαρὲν σαπῇ τὸ ἔμβρυον· ἔστι δ’ ᾗσι καὶ ἐκ τόκου γίνεται· πολλάκις δὲ καὶ ἄλλως. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ αὐτὴν πολλῷ καὶ θερμῷ, καὶ πυριῇν· ὅταν δὲ νεόλουτος ἢ νεοπυρίητος ᾖ, τὴν μήλην καθεὶς ἀναστομοῦ, καὶ ἀνεύρυνε τὸ στόμα αὐτέων, καὶ τῷ δακτύλῳ ὡσαύτως, καὶ προστιθέναι ὥσπερ ἐπὶ τῆς προτέρης γέγραπται, καὶ τῶν ποτημάτων ὡσαύτως πιπίσκειν, καὶ θεραπεύειν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρότερον.