De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
18. Ὁκόταν τὰ ἐπιμήνια κρυφθῇ, ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα, καὶ δοκέει ἐπικεῖσθαί οἱ βάρος, καὶ τὰς ἰξύας πονέει καὶ τοὺς κενεῶνας· ὁκόταν δὲ πρὸς τὰ ὑποχόνδρια προσπέσωσι, πνίγουσι, καὶ ἐμεῖ πυκινὰ ὀξέα, καὶ ἐπὴν ἀπεμέσῃ, ῥήϊον ἴσχει ὀλίγον χρόνον· ἡ δὲ ὀδύνη καὶ ἐς τὴν κεφαλὴν καὶ ἐς τὸν τράχηλον φοιτᾷ. Ἐπὴν μὲν λίην προσεστήκῃ, χλιάσματα προστιθέναι, καὶ ὑποθυμιῇν κακώδεα, καὶ πίνειν διδόναι τὸν κάστορα καὶ τὴν κόνυζαν· ἐπὴν δὲ κάτω, ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα. Ἐπὴν δὲ παύσωνται αἱ ὀδύναι, φάρμακον δοῦναι πιεῖν, καὶ μεταπιπίσκειν γάλα ὄνου· ἔπειτα διδόναι χυμὸν, ἀφ’ οὗ ἐμεῖται, καὶ πρὸς τὰς ῥῖνας προστιθέναι· ἐπὴν δὲ καθήρῃς, πυριήσας τὰς ὑστέρας τοῖσι ξὺν τῇ δάφνῃ, προσθεῖναι τὸ ξὺν τῇ ναρκίσσῳ· τρὶς δὲ διαλιπὼν πυρίης, προσθεῖναι τὸ ξὺν τῇ κανθαρίδι· τῇ δὲ ὁστεραίῃ στέαρ χήνειον· ἔπειτα διαλιπὼν τρεῖς ἡμέρας, κλύσαι τῷ ξὺν τῷ ὄξει. Ἐν δὲ τοῖσι καθαρμοῖσιν ἐσθιέτω τὴν λινόζωστιν πρὸ τῶν σιτίων, καὶ σιτίοισι μαλθακωτάτοισι χρήσθω, καὶ τὰ δριμέα τρωγέτω, καὶ λουέσθω θερμῷ δὶς τῆς ἡμέρης. Ἢν δὲ μὴ γίνηται τὰ ἐπιμήνια, ταῦτα ποιήσαντα ἐν τῷ δέοντι χρόνῳ, πῖσαι κανθαρίδας, καὶ ἐπὴν γένηται, νηστεύσασα καὶ ἀλουτήσασα καὶ ὑποθυμιήσασα, πρὸς τὸν ἄνδρα ἴτω.