De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

17. Ἢν αἱ κοτυληδόνες φλέγματος περίπλεαι γένωνται, τὰ μὲν ἐπιμήνια γίνεται, καὶ ἐν γαστρὶ ἴσχει, διαφθείρει δὲ, ἐπὴν ἰσχυρότερον τὸ ἔμβρυον γένηται· οὐ γὰρ δύναται ἴσχειν, ἀλλ’ ἀποῤῥήγνυται. Γνοίης δὲ ὧδε· ὑγρὴ γίνεται, καὶ ἀποῤῥέει μυξῶδες καὶ γλίσχρον, καὶ οὐ δάκνει, καὶ τοῖσιν ἐμμηνίοισιν, ἐπὴν παύσηται τοῦ ῥεύματος, καὶ δύο ἡμερέων καὶ τριῶν μύξαι ἔρχονται ἀπὸ τῶν ὑστερέων. Ταύτην δεῖ κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων, καὶ δὶς ἢ τρὶς μετακλύσας στρυφνοῖσι τὸ λοιπὸν προστιθέναι, ὑφ’ οὗ καθαίρεται φλέγμα, καὶ τὰ μαλθακὰ πυριῇν, καὶ κλύζειν μετὰ τὰ προσθετὰ, ἴσον τὸ ὄξος μίσγων, καὶ ὑποθυμιῇν ἐν τοῖσιν ἐπιμηνίοισι τοῖσιν

338
ἀρώμασι· ἔπειτα δὲ ἀσιτέουσα καὶ ἀλουτέουσα συνευναζέσθω τῷ ἀνδρί.