De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
105. Πυριήσεις· αἴρας φώξας καὶ καταλέσας, ἕψε ἐν ὀξυκράτῳ
420
ἀκρητεστέρῳ· ὁκόταν δὲ ἑψήσῃς, ἐνδήσας ἐς ὀθόνιον, πυριῇν. Φακοὺς φώξας καὶ περιπτίσας, ποιήσας ἄλευρα χονδρότερα, ὕδατι ἀφεψήσας, ἐνδήσας ἐς ὀθόνιον, προστίθει. Ὀρόβους τὸν αὐτὸν τρόπον ποιέων, πυριῇν· ἀγαθὸν δὲ καὶ ὁ ἐλελίσφακος τὸν αὐτὸν τρόπον γινόμενος. Ἐλελίσφακον καὶ ὑπερικὸν ἀφεψῶν ἐν ὕδατι, ἐν τῷ ἀφεψήματι ἄχυρα κριθῶν ἑψήσας, ἐνδήσας ὀθονίῳ, πυρία. Λωτοῦ πρίσματα καὶ κυπαρίσσου ἀφεψῶν ἐν ἀσταφίδος ἀποβρέγματι, ἐνδήσας ἐς ὀθόνιον, πυρία. Ἐλαίης φύλλα καὶ μυρσίνης καὶ κισσοῦ καὶ δάφνης ἑψῶν ἐν ὕδατι, ἀποχέας τὸ ἀφέψημα, ἕψε ἐν αὐτέῳ ἄχυρα κριθῶν, ἔπειτα ἐνδήσας ἐς ὀθόνιον, πυρία. Κυπαρίσσου πρίσματα καὶ κέδρου καὶ πίτυρα κριθῶν, ὁμοῦ μίξας ἐν ἀποβρέγματι ἀσταφίδος, φυρήσας καὶ ποιήσας ἄρτον, ὀπτήσας, θερμὸν ἐς ῥάκος ἐνδήσας, πυρία. Λευκοΐου τὸν καρπὸν ἢ τὰς ῥίζας ἀφεψήσας ὕδατι, καὶ τῷ ὕδατι φυρήσας πίτυρα πυρῶν, ἄρτον ποιήσας, θερμὸν ἐς ῥάκος ἐνειλίξας, πυρία. Τὸν ἕρπυλον ἐν ὕδατι ἀφεψήσας, τῷ ἀφεψήματι πίτυρα πύρινα ἐμβαλὼν, τὸν αὐτὸν τρόπον πυρία. Πυριῇν δὲ καὶ σπόγγον θερμαίνων καὶ προστιθεὶς, καὶ εἰρίοισι μαλθακοῖσι, καὶ ῥάκεσιν ἐρίοισι, καὶ ὀστρακίνοισιν ἀγγείοισιν ὕδωρ ἐπιχέων, καὶ θυλακίοισι τὸν αὐτὸν τρόπον, καὶ τῶν ἀφεψημάτων ἐγχέων, πυριῇν.