De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

104. Κλυσμοί· μυρσίνης φύλλα καὶ δάφνης καὶ κισσοῦ ἐν ὕδατι χλιερῷ κλύζειν. Ῥοῦ φύλλα καὶ ῥοιῆς γλυκείης καὶ βάτου, ἐν μελικρήτῳ ἀφεψῶν, ἀποχέων, κλύζειν. Τῆς ἀκτῆς τὰ φύλλα καὶ τῆς σχίνου ἀφεψῶν ὕδατι, ἀποχέας, ἀκροχλίερον κλύζειν. Μαράθρου ῥίζαν κόψας, ἐν ὕδατι ἀφεψῶν, καὶ κράμβης, ἐπιχέας ἔλαιον, ἔπειτα ἀποχέας, κλύζειν. Οἰνάνθην καὶ κύπερον καὶ ἀσταφίδας ἀφεψῶν ἐν μελικρήτῳ, κλύζειν. Μάλαγμά τι ἐν ὕδατι ζέσας, ἀποχέας τὸ ὕδωρ, ἀκροχλίερον κλύζειν. Κυπαρίσσου πρίσματα καὶ ἀμάρακον ἐν γλυκεῖ κεκρημένῳ ὕδατι ἀφεψῶν, κλύζειν. Ἕρπυλον καὶ λευκοΐου τὴν ῥίζαν ἀφεψῶν ἐν μελικρήτῳ, κλύζειν. Ὑπερικὸν καὶ σχῖνον καὶ κεδρίδας ἐν ὕδατι ἀφεψῶν, ἀκροχλίερον κλύζειν. Κηρίον καὶ βούτυρον καὶ ῥητίνην καὶ χηνὸς ἔλαιον ἐν ὕδατι ἀφεψῶν, κλύζειν.