De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

8. Ἐς δὲ τὴν κοιλίην καὶ τὰ ἐσθιόμενα καὶ τὰ πινόμενα χωρέουσιν, ἐκ δὲ τῆς κοιλίης ἶνες ἐς τὴν κύστιν, ἣ διηθεῖ τὸ ὑγρὸν, τεταμέναι εἰσίν.

9. Ῥόοι δὲ γίνονται καὶ διαψυχομένης τῆς σαρκὸς λίην, καὶ διαθερμαινομένης

292
καὶ ὑποφλεγμαινούσης. Ῥόοι δὲ διὰ μὲν τὸ ψῦχος γίνονται, ὁπόταν τόδε γίνηται, ὅταν ἡ σὰρξ ἡ ἐν τῇ κεφαλῇ καὶ αἱ φλέβες τεταμέναι ἔωσιν· αὗται, φριξάσης τῆς σαρκὸς καὶ ἐς μικρὸν ἀφικνουμένης καὶ ἐκφλιψάσης, ἐκθλίβουσι τὴν ὑγρότητα, καὶ αἱ σάρκες ἅμα αὗται ἀντεκθλίβουσιν ἐς μικρὸν ἀφικνούμεναι, καὶ αἱ τρίχες ἄνω ὀρθαὶ γίνονται ὥστε πάντοθεν ἅμα ἰσχυρῶς πιεζόμεναι· ἐντεῦθεν ὅ τι ἂν ἐκφλιβῇ, ῥεῖ ᾗ ἂν τύχῃ. Ῥεῖ δὲ καὶ διὰ τὴν θερμότητα, ὅταν αἱ σάρκες ἀραιαὶ γινόμεναι διόδους ποιήσωσι, καὶ τὸ ὑγρὸν θερμανθὲν λεπτότερον γένηται· πᾶν γὰρ τὸ ὑγρὸν θερμαινόμενον λεπτότερον γίνεται, καὶ πᾶν ἐς τὸ ὑπεῖκον ῥεῖ· μάλιστα δ’ ὅταν λίην ὑπερφλεγμήνῃ, διὰ τόδε ῥεῖ· αἱ σάρκες λίην ἔμπλεαι γινόμεναι ὅ τι ἂν μὴ δύνωνται χωρέειν, ῥεῖ τὸ ὑγρὸν τὸ μὴ δυνάμενον χωρέεσθαι, ῥεῖ δὲ ᾗ ἂν τύχῃ· ἐπὴν δὲ ἅπαξ εὔροοι αἱ ῥοιαὶ γένωνται, ῥεῖ ἐς τὸ χωρίον ᾗ ἂν τύχῃ, ἔστ’ ἂν συμπιεχθῶσιν αἱ δίοδοι τοῦ ῥόου δι’ ἰσχνότητα ὅταν τὸ σῶμα ξηρανθῇ· ὥστε γὰρ τὸ σῶμα κοινωνέον αὐτὸ ἑωυτῷ διαλαμβάνει καὶ ἄγει, καθ’ ὅ τι ἂν ὑγρὸν ἐπιτύχῃ, ἐς ἑωυτὸ τὸ ξηρόν· ἄγειν δὲ οὐ χαλεπὸν αὐτό ἐστιν, ὥστε τοῦ σώματος κενοῦ τε καὶ οὐ συνοιδέοντος ὑπὸ ἰσχνότητος. Ὅταν δὲ τὰ κάτω ξηρὰ γένωνται, τὰ δ’ ἄνω ὑγρὰ (μᾶλλον δὲ τὰ ἄνω ὑγρά ἐστι τεύχεα, αἱ γὰρ φλέβες ἄνω πλέονές εἰσιν ἢ κάτω, καὶ αἱ σάρκες ἐλάττονος ὑγρότητος δεόμεναι αἱ ἐν τῇ κεφαλῇ), ἄγει δὴ τὸ ξηρὸν τοῦ σώματος τὸ ἐκ τῆς κεφαλῆς ὑγρόν· καὶ ἅμα καὶ δίοδοί εἰσι τῷ ἄγοντι μᾶλλον, ἢ τῷ ἀγομένῳ· καὶ γὰρ αὗται κερδαίνουσιν ὥστε ξηραὶ ἐοῦσαι, καὶ ἅμα καὶ τὰ ὑγρὰ πέφυκε κάτω χωρέειν, καὶ ἢν βραχέη τις ἀνάγκη γένηται.