De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

6. Αἱ κεφαλαὶ ῥαφὰς ἔχουσιν, αἱ μὲν τρεῖς, αἱ δὲ τέσσαρας· αἱ μὲν τέσσαρας ἔχουσαι, κατὰ τὰ ὦτα ἑκατέρωθεν ῥαφὴ, ἄλλη ἔμπροσθεν, ἄλλη ἐξόπισθεν τῆς κεφαλῆς, οὕτω μὲν ἡ τὰς τέσσαρας ἔχουσα· ἡ δὲ τὰς τρεῖς, κατὰ τὰ ὦτα ἑκατέρωθεν, καὶ ἔμπροσθεν· ὥσπερ δὲ ἡ τὰς τέσσαρας ἔχουσα, οὐ διαπέφυκεν οὐδὲ ταύτῃ ῥαρή· ὑγιεινότεροι δ’ εἰσὶ τὴν κεφαλὴν οἱ τὰς πλέονας ῥαφὰς ἔχοντες. Ἐν τῇσιν ὀφρύσι διπλόον τὸ ὀστέον, καὶ ἡ σύγκλεισις τῶν γενύων ἔν τε

286
τῷ γενείῳ μέσῳ καὶ ἄνω πρὸς τῇ κεφαλῇ. Σπονδύλους οἱ μὲν πλέονας, οἱ δὲ ἐλάσσονας ἔχουσιν· καὶ οἱ μὲν πλέονας ἔχοντες, δυοῖν δεόντοιν εἴκοσίν εἰσιν, ὧν οἱ μὲν ἄνω πρὸς τῇ κεφαλῇ, οἱ δὲ κάτω πρὸς τῇ ἕδρῃ. Πλευραὶ ἑπτά· τὰ μὲν ὄπισθεν τοῦ σώματος πρὸς τοὺς σπονδύλους, τὰ δ’ ἔμπροσθεν ἐν τῷ στέρνῳ πρὸς ἑωυτάς. Κλεῖδες ἄρθρα ἔχουσι, τὰ μὲν ἐν μέσῳ τοῦ στέρνου κατὰ τὸν βρόγχον, κατὰ ταῦτα ἤρθρωνται· τὰ δὲ πρὸς ποὺς ὤμους κεκλιμένα πρὸς τὰς πλάτας, αἳ ἐπὶ τοῖς ὤμοις αἰεὶ πεφύκασιν. Αἱ δὲ πλάται πρὸς τὰ γυῖα ἤρθρωνται, ἐπιβάλλουσαι ἐπὶ τὸ ὀστέον τὸ ἐν τῷ γυίῳ. Παρὰ δὲ τὸ ὀστέον περόναι δύο παρήκουσιν, ἡ μὲν ἔνδοθεν, ἡ δὲ ἐκτὸς, αἳ πρὸς τὰς πλάτας τῷ ὀστέῳ προσπεφυκυῖαι ἤρθρωνται. Κάτω δ’ ἐν τῷ ἀγκῶνι, κάτω μὲν περόνῃ ἤρθρωνται κατὰ τὸ πεφυκὸς κοιλανῶδες, ἄνω δὲ σμικρῷ τῆς περόνης ἐς τὸν ἀγκῶνα τό τε ὀστέον καὶ ἡ πέρονη ἐς τὸ αὐτὸ συμβάλλοντα ἄρθρον ἐν τῷ κυβίτῳ ποιέουσιν. Παρὰ δὲ τὸν πῆχυν περόναι παρήκουσι λεπταὶ πάνυ τέσσαρες, αἱ μὲν δύο ἄνω, αἱ δὲ δύο κάτω· καὶ πρὸς μὲν τὸν ἀγκῶνα δύο περόναι πεφυκυῖαι ἄνω ἐκ τοῦ ὀστέου πεφύκασιν, αὗται σὺν τῷ ὀστέῳ πεφυκυῖαι παρὰ τὸ τοῦ ὀστέου ἄρθρον ἤρθρωνται ἐς τὸ κύβιτον· αἱ δὲ κάτω κείμεναι καὶ ἐντὸς κεκλιμέναι, αὗται ἀμφότεραι ξυμβάλλουσαι πρὸς τὴν περόνην τὴν ἄνωθεν ἀπὸ τοῦ γυίου φερομένην,
288
ἐντὸς τοῦ γυίου ἤρθρωνται, καὶ πέρονην καλευμένην ποιέουσιν, αὗται ἑωυταῖς ξυμβάλλουσαι ἐν τῷ κυβίτῳ ἐντός. Κάτω δὲ πρὸς τὴν χεῖρα τὸ ὀστέον ἄρθρον ἔχει· αἱ δὲ περόναι ταύτῃ ἁπαλῇ ἐούσῃ, αἱ μὲν δύο οὐκ ἐξήκουσιν ἐς τὸ ἄρθρον, ἡ δ’ ἄνω καὶ ἡ κάτω σὺν τῷ ὀστέῳ ἤρθρωνται πρὸς τὴν χεῖρα. Αἱ δὲ χεῖρες ἄρθρα ἔχουσι πολλά· ὅσα γὰρ ὀστέα πρὸς ἑωυτὰ συμβάλλουσι, πάντα ἄρθρα ποιέουσιν. Δάκτυλοι ἄρθρα ἔχουσι πολλὰ, ἕκαστος τρία, ἓν μὲν ὑπὸ τῷ ὄνυχι ἐν μέσῳ τοῦ τε ὄνυχος καὶ τοῦ κονδύλου, ἄλλο ἐν τῷ κονδύλῳ, ᾗ καὶ ξυγκάμπτουσι τοὺς δακτύλους, ἄλλο τρίτον, ᾗ ὁ δάκτυλος ἀπὸ τῆς χειρὸς ἀποπέφυκεν. Ἐν δὲ τοῖσιν ἰσχίοισιν ἄρθρα δύο εἰσὶν αἱ κοτύλαι καλεύμεναι, καὶ οἱ μηροὶ ἐς ταῦτα ἐνήρθρωνται· παρὰ δὲ τοὺς μηροὺς περόναι δύο παρήκουσιν, ἡ μὲν ἐντὸς, ἡ δ’ ἐκτὸς, καὶ ἐς τὸ ἄρθρον οὐδετέρη ἐξήκει οὐδ’ ἑτέρωθεν, ἀλλὰ πρὸς τῷ ὀστέῳ προσπεφύκασι πρὸς τῷ μηρῷ. Ὁ δὲ μηρὸς ἄνωθεν μὲν, ᾗ ἐς τὴν κοτύλην ἐμβάλλει, δίκραιός ἐστι τοιῇδε δικραιότητι· ἐπὶ μὲν τοῦ ἐντὸς κεκλιμένου τῶν δικραίων ἐπὶ τοῦ ἄκρου ἐπιπέφυκεν στρογγύλον καὶ λεῖον, ὃ καὶ ἐς τὴν κοτύλην ἐμβάλλει, τὸ δ’ ἕτερον τὸ ἔλασσον τῶν δικραίων τὸ ἐκτὸς μᾶλλον ἔξω ἐξέχει, καὶ φαίνεται ἐν τῷ πυγαίῳ κάτω, καὶ ἰσχίον καλέεται. Πρὸς δὲ τὸ γόνυ τὸ ὀστέον τοῦ μηροῦ τοιόνδ’ ἐστὶ δίκραιον· τῷ δὲ δικραίῳ τούτῳ τὸ ὀστέον ἡ κνήμη καλεομένη οἷον ἐν γιγγλύμῳ ἐνήρμοσται· ἄνωθεν δὲ τοῦ ἐνηρμοσμένου ἡ μύλη ἐπίκειται, ἣ ἀποκωλύει ἐς τὸ ἄρθρον ἀναπεπτάμενον ἐσβῆναι τὴν ὑγρότητα τὴν ἀπὸ τῆς σαρκός. Παρὰ δὲ τὴν κνήμην περόναι δύο παρήκουσιν, αἳ κάτωθεν μὲν πρὸς τοῦ ποδὸς ἐς τὰ σφυρὰ τελευτῶσιν, ἄνωθεν δὲ πρὸς τοῦ γόνατος οὐκ ἐξήκουσι πρὸς τὸ ἄρθρον. Πρὸς δὲ τὸν πόδα ἡ κνήμη κατὰ τὰ σφυρὰ ἄρθρον ἔχει, καὶ ἄλλο κατώτερον
290
τῶν σφυρῶν, καὶ ἐν τοῖσι ποσὶν ἄρθρα πολλὰ, ὥσπερ καὶ ἐν τῇσι χερσίν· ὅσα γὰρ ὀστέα, τοσαῦτα καὶ ἄρθρα, καὶ ἐν τοῖσι δακτύλοισι τῶν ποδῶν τὸν ἀριθμὸν ἴσα κατὰ τὰ αὐτά. Ἄρθρα δὲ πολλὰ ἐν τῷ σώματι σμικρὰ, οὐχ ὁμοίως πᾶσιν, ἀλλὰ ἄλλα ἄλλοις· ταῦτα δὲ τὰ γεγραμμένα πᾶσιν ὁμοίως εἰσὶν, καὶ φλέβες αἱ γεγραμμέναι πᾶσιν ὁμοίως εἰσὶν, ἄλλα τε φλέβιά εἰσιν ἄλλοις, ἀλλ’ οὐκ ἄξια λόγου.

7. Μύξα πᾶσίν ἐστι φύσει, καὶ ὅταν αὕτη καθαρὴ ᾖ, ὑγιαίνουσι τὰ ἄρθρα, καὶ διὰ τοῦτο εὐκίνητά ἐστιν, ὥστε ὀλισθαίνοντα πρὸς ἑωυτά. Πόνος δὲ καὶ ὀδύνη γίνεται, ὅταν ἀπὸ τῆς σαρκὸς ὑγρασίη ῥυῇ πονησάσης τι· πρῶτον μὲν πήγνυται τὸ ἄρθρον, οὐ γὰρ ὀλισθηρὴ ἡ ὑγρότης ἡ ἐπεῤῥυηκυῖα ἀπὸ τῆς σαρκός· ἔπειτα, ὥστε πολλὴ λίην γενομένη, καὶ οὐκ ἀρδομένη ἐκ τῆς σαρκὸς αἰεὶ, ξηραίνεται, καὶ ὥστε πολλὴ ἐοῦσα καὶ οὐ χωρεῦντος τοῦ ἄρθρου ἐκρεῖ, κακῶς τε πεπηγυῖα μετεωρίζει τὰ νεῦρα, οἷσι τὸ ἄρθρον συνδέδεται, καὶ ἄδετα ποιέει καὶ διαλελυμένα, καὶ διὰ τοῦτο χωλοὶ γίνονται, καὶ ὅταν μὲν τοῦτο μᾶλλον γίνηται, μᾶλλον, ὅταν δὲ ἧσσον, ἧσσον.