De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

41. Ἰητρικὴν οὐ δυνατόν ἐστι ταχὺ μαθεῖν διὰ τόδε, ὅτι ἀδύνατόν ἐστι καθεστηκός τι ἐν αὐτῇ σόφισμα γενέσθαι, οἷον ὁ τὸ γράφειν ἕνα τρόπον μαθὼν ὃν διδάσκουσι, πάντα ἐπίσταται· καὶ οἱ ἐπιστάμενοι πάντες ὁμοίως διὰ τόδε, ὅτι τὸ αὐτὸ καὶ ὁμοίως ποιεύμενον νῦν τε καὶ οὐ νῦν οὐκ ἂν τὸ ὑπεναντίον γένοιτο, ἀλλ’ αἰεὶ ἐνδυκέως

332
ὅμοιόν ἐστι, καὶ οὐ δεῖ καιροῦ. Ἡ δὲ ἰητρικὴ νῦν τε καὶ αὐτίκα οὐ τὸ αὐτὸ ποιέει, καὶ πρὸς τὸν αὐτὸν ὑπεναντία ποιέει, καὶ ταῦτα ὑπεναντία σφίσιν ἑωυτοῖσιν· πρῶτον ὑπεκχώρησιν κοιλίης τὰ ὑπεκχωρητικὰ οὐκ αἰεὶ ποιέουσι, καὶ τὰ ὑπεκχωρητικὰ ἀμφότερα ποιέουσι, τάχα δὲ οὐδ’ οὕτως ἔχουσι τὰ ὑπεκχωρητικὰ τοῖσι στασίμοις ὡς ὑπεναντία. Ἐπιστάσης τῆς κοιλίης, διὰ τὴν λίην στάσιν φλεγμῆναν τὸ σῶμα, ἐς τὴν κοιλίην φλέγματος ἀφικομένου, οὕτως ἡ στάσις ὑπεκχώρησιν ἐποίησεν· ἐπὴν γὰρ τὸ φλέγμα ἐς τὴν κοιλίην ἐσέλθῃ, ἰνηθμὸς γίνεται· ἐν τουτέῳ δὲ τὰ ὑπεκχωρητικὰ φύσει στάσιν ποιέουσιν ἐν τῇ κοιλίῃ· ἢν μὲν [μὴ] ὑπεκχωρητικὰ προσφέρῃς, ἐκλύηται δὲ τὸ νοσεῖν ποιέον καὶ ὑγραίνηται, ἐπὴν ἐκκλυσθῇ, γίνεται ὑγιής· καὶ οὕτω τά τε στάσιμα τοῖσιν ὑπεκχωρητικοῖσι ταὐτὸ ποιέουσι τῆς κοιλίης, καὶ τοῖσι στασίμοισι τὰ ὑπεκχωρητικά. Τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς ἐρυθροὺς καὶ τοὺς χλωρούς· καὶ τὰ φλεγματώδεα χλωροὺς ποιέει καὶ ἀχρόους, καὶ τὰ ἰσχναίνοντα εὐχρόους· ἑκατέρου δ’ ἐστὶ φάρμακον τὰ ὑπεναντία τῷ ὑπεναντίῳ· αὐτίκα ὅταν φλεγμαίνῃ χλωρὸς ἐὼν, ἐκλύεται, ἤν τι ἰσχναίνῃ φάρμακον προσενεχθέν· ἐνθάδε τῷ φλεγμαίνοντι τὸ ἰσχναῖνον ὠφέλησεν· τούτων δὲ τό ποτε ὠφελεύμενον τῷ ὠφελεῦντι νῦν ὠφελεῖ ἐνταῦθα, ὁπόταν ὑπὸ ἰσχνότητος ἄχροος καὶ χλωρὸς ᾖ· ἢν γάρ τις φλεγματῶδες προσφέρῃ, παύεται τὸ χλωρόν.

334

42. Ὀδύνη τε γίνεται καὶ διὰ τὸ ψυχρὸν καὶ διὰ τὸ θερμὸν, καὶ διὰ τὸ πλέον λίην καὶ διὰ τὸ ἔλασσον· καὶ ἐν μὲν τοῖσιν ἐψυγμένοισι τοῦ σώματος διὰ τὸ θερμαῖνον, ἐν δὲ τοῖσι τεθερμασμένοισι διὰ τὸ ψυχραῖνον ὀδύνη γίνεται· καὶ ἐν μὲν τοῖσι ψυχροῖσι φύσει διὰ τὸ θερμὸν, ἐν δὲ τοῖσι θερμοῖσι φύσει διὰ τὸ ψυχρόν· καὶ ἐν μὲν τοῖσι ξηροῖσι φύσει ὑγραινομένοισιν, ἐν δὲ τοῖσιν ὑγροῖσι φύσει ξηραινομένοισι· τὴν γὰρ φύσιν διαλλασσομένοις ἑκάστοισι καὶ διαφθειρομένοις αἱ ὀδύναι γίνονται· ὑγιαίνονταί τε αἱ ὀδύναι τοῖσιν ὑπεναντίοισιν· ἴδιον ἑκάστῳ νοσήματί ἐστι· τοῖσι θερμοῖσι φύσει, διὰ δὲ τὸ ψυχρὸν νοσέουσι, θερμαῖνόν τε καὶ τἄλλα τούτων κατὰ λόγον. Ἄλλος ὅδε τρόπος· διὰ τὰ ὅμοια νοῦσος γίνεται, καὶ διὰ τὰ ὅμοια προσφερόμενα ἐκ νοσεύντων ὑγιαίνονται· οἷον στραγγουρίην τὸ αὐτὸ ποιέει οὐκ ἐοῦσαν, καὶ ἐοῦσαν τὸ αὐτὸ παύει· καὶ βὴξ κατὰ τὸ αὐτὸ, ὥσπερ καὶ στραγγουρίη, ὑπὸ τῶν αὐτῶν γίνεται καὶ παύεται. Ἄλλος ὅδε τρόπος· πυρετὸς ὁ διὰ φλεγμασίην γινόμενος, τοτὲ μὲν ὑπὸ τῶν αὐτῶν γίνεται καὶ παύεται, τοτὲ δὲ τοῖσιν ὑπεναντίοισιν ἢ ἐγένετο· τοῦτο μὲν γὰρ εἴ τις βούλεται λούειν ὕδατι θερμῷ καὶ ποτὰ πολλὰ διδόναι, ὑγιὴς γίνεται διὰ τὸ φλεγμαῖνον, τοῖσι φλεγμαίνειν ποιέουσι προσφερομένοισιν ὁ ὢν πυρετὸς γίνεται ὑγιής· καὶ εἴ τις βούλεται φάρμακον πίσαι ὑποχωρητικὸν καὶ ἐμετικὸν, τὸν αὐτὸν τρόπον τοῖσί

336
τε ποιέουσι παύεται, καὶ τοῖσι παύουσι γίνεται. Τοῦτο μὲν γὰρ εἴ τις ἐμέοντι ἀνθρώπῳ βούλεται ὕδωρ δοῦναι πιεῖν πολὺ, ἐκκλυσθήσεται δι’ ἃ ἐμέει σὺν τῷ ἐμέτῳ· οὕτω μὲν διὰ τὸ ἐμέειν ὁ ἔμετος παύεται· ᾧ δὲ διὰ τὸ παύειν, ὅτι κάτω ποιήσει αὐτῷ ἐλθεῖν ἐξ ἐκείνου, ὃ ἐνεὸν ἔμετον ποιέει· ἀμφοτέροισι τοῖσιν ὑπεναντίοισι τρόποις ὑγιὴς γίνεται. Καὶ εἰ μὲν οὕτως εἶχε πᾶσι, καθεστήκει ἂν, οὕτω τὰ μὲν τοῖς ὑπεναντίοισιν εὐτρεπίζεσθαι οἷά τέ ἐστι καὶ ἀφ’ ὅτου ἐγένετο, τὰ δὲ τοῖσιν ὁμοίοισιν οἷά τέ ἐστι καὶ ἀφ’ ὅτου ἐγένετο.

43. Τούτου δ’ αἴτιόν ἐστιν ἡ τοῦ σώματος ἀσθενείη· τὸ γὰρ σῶμα ὑπὸ μὲν τῶν σιτίων ἴσων ἴσως τρέφεται, ὑπὸ δὲ τοῦ σώματος τὰ σιτία κρατέεται· ἐπὴν δὲ πλέον ἢ ἔλασσον προσενέγκηται, ἢ ἀλλοίως μεταλλάξας κρατέηται, κρατέει τόδε καὶ τὰ σιτία· καὶ ὁπόταν κρατέηται τὸ σῶμα ὑπὸ τῶν προσοισμάτων, [ἃ] θάλλειν ποιέει ταὐτὰ καὶ κρατέει ἅμα τοῦ σώματος τά τε ὑπεναντία ποιέουσιν. Αὐτίκα τὸ λοῦσθαι θερμῷ, ἕως μὲν ἂν τὸ σῶμα κρατέῃ τοῦ προσοίσματος, θάλλει· ἐπὴν δὲ κρατηθῇ, ἰσχνὸν ποιέει τὸ σῶμα· καὶ τὸ εὐωχέεσθαι ὁμοίως τοῦ λοῦσθαι ποιέει· ταῦτα μὲν γὰρ ἕως μὲν ἂν κρατέωνται, θάλλειν ποιέουσιν· ἐπὴν δὲ κρατέωσιν, ὑπεκχωρήσεις τε ποιέουσιν καὶ ἀλλοίας κακίας· ὁπότε δὲ τὸ προσφερόμενον μεταλλάσσεται,

338
ἀνάγκη καὶ ᾧ προσφέρεται τοῦτο μετατρέπεσθαι· τὸ γὰρ σῶμα μετατρεπόμενον καὶ ὀλιγοεργὲς ὂν καὶ ὑπὸ παντὸς νικώμενον τὰς παλιγκοτίας παρέχει. Τοῦτο δὲ ποιέει καὶ τὰ ὑποχωρητικὰ, καὶ τὰ θάλλειν ποιέοντα, ἰσχναίνοντά τε, ταῦτα τὸ σῶμα ποιέουσι, καὶ τἄλλα πάντα τὰ ὑπεναντία τούτοισι πάσχοντα.

44. Ἡ δὲ ἰητρικὴ ὀλιγόκαιρός ἐστιν· καὶ ὃς τοῦτο ἐπίσταται, ἐκείνῳ καθέστηκε, καὶ ἐπίσταται τὰ εἴδεα, ἅ ἐστιν ἐν ἰητρικῇ ὁ καιρὸς γνῶναι· ὅτι τὰ ὑποχωρητικὰ οὐχ ὑποχωρητικὰ γίνεται, καὶ τἄλλα ὅτι ὑπεναντία ἐστὶ, καὶ τὰ ὑπεναντιώτατα οὐχ ὑπεναντιώτατα. Ὁ δὲ καιρὸς ὅδ’ ἐστί· τὰ σιτία προσφέρειν, ὅσων μέλλει τὸ σῶμα προσφερόμενον τὸ πλῆθος κρατέειν, ὥστ’ ἢν μὲν οὕτω ποιέῃ, πᾶσα ἀνάγκη τὸ ὑποχωρητικὸν σιτίον προσφερόμενον ὑποχωρητικὸν εἶναι, καὶ τὸ φλεγματῶδες φλεγματῶδες. Ἢν κρατέῃ οὖν τὸ σῶμα τῶν σιτίων, οὔτε νοῦσος οὔτε ὑπεναντίωσις γίνεται προσφερομένων, καὶ οὗτος ὁ καιρός ἐστιν ὃν δεῖ τὸν ἰητρὸν εἰδέναι· ἐπὴν δὲ τὸν καιρὸν ὑπερβάλλῃ, τὸ ὑπεναντίον γίνεται, καὶ οἳ πρὶν ὑπερπέσσειν οἴονται ἔχειν, καὶ τὸ θερμαίνεσθαι· ἕως μὲν γὰρ ἂν τὸ σῶμα τοῦ προσοίσματος κρατέῃ, τρέφεται τὸ σῶμα· ἐπὴν δὲ τοῦτον τὸν καιρὸν ὑπερβάλλῃ, τὸ ὑπεναντίον γίνεται, ἰσχναίνεται γάρ· καὶ τἄλλα πάντα δὲ τὰ φλεγμαίνειν ποιεῦντα, ἕως μὲν ἂν κρατέῃ τὸ σῶμα, ἔτι τὰ πρὸς τὸν καιρὸν καὶ τὰ κατὰ φύσιν ποιέουσιν ἕκαστον,

340
τὰ φλεγματώδεα φλεγμαίνειν· ἐπὴν δὲ ὑπερβάλλῃ τὸν καιρὸν, τὰ ὑπεναντία γίνεται.

45. Πάντα φάρμακά εἰσι τὰ μετακινέοντα τὸ παρεόν· πάντα δὲ τὰ ἰσχυρότερα μετακινέουσιν· ἔξεστι δὲ, ἢν μὲν βούλῃ, φαρμάκῳ μετακινέειν· ἢν δὲ μὴ βούλῃ, σιτίῳ· ἅπαντα δὲ νοσέοντι μετακινέειν ἐκ τοῦ παρεόντος ἀρήγει· ἢν γὰρ μὴ μετακινήσῃς τὸ νοσέον, αὔξεται. Φάρμακα οὐ χρὴ τὰ ἰσχυρὰ φύσει ἐπὶ τῶν ἀσθενέων νοσημάτων διδόναι, ὀλιγότητι τοῦ φαρμάκου ἀσθενὲς ποιεῦντα· ἀλλὰ τοῖσι μὲν ἰσχυροῖσι φύσει φαρμάκοις ἰσχυροῖσι χρῆσθαι, τοῖς δ’ ἀσθενέσι φαρμάκοις μὴ ἰσχυροῖσι, μηδὲ μεταποιεῦντα τὸ φάρμακον, ἀλλὰ κατὰ φύσιν ἑκάστοισιν· τοῖσι μὲν ἀσθενέσι ἀσθενῆ φάρμακα φύσει, τοῖσι δὲ ἰσχυροῖσι νοσήμασιν ἰσχυρὰ φύσει τὰ φάρμακα. Τὰ δὲ νοσήματα ᾗ πελαστάτω πέφυκεν, ἐξάγειν, ταύτῃ δ’ ἐξάγειν ᾗ ἑκάστῳ ἔξοδος ἐγγυτάτω. Τὰ ὑποχωρητικὰ τοιάδε ἐστὶν, ὅσα ὀλισθηρὰ καὶ τμηματώδεα, καὶ ὅσα ἐν τοῖσι θερμοῖσι λεπτύνονται· ἡ γὰρ κοιλίη θερμή ἐστι· καὶ τἄλλα τὰ ἁλμυρὰ, καὶ ὅσα τῶν τοιούτων πλεῖστον ἔχουσιν. Τὰ δ’ οὐ διαχωρητικὰ, ἀλλὰ στάσιμα, ὅσα φῦσαν παρέχουσιν· τὰ γὰρ ὑγρὰ ξηραινόμενα φῦσαν ποιέουσι, καὶ τὰ στύφοντα, καὶ τὰ ὑπὸ θερμοῦ πηγνύμενα, καὶ τὰ ψαθυρὰ, καὶ τὰ ξηρά. Πάντα δὲ τὰ ἐντὸς φλεγμαίνειν ποιέουσι προσφερόμενα, ἅσσα τὰ ἐκτὸς ἰσχναίνουσιν· ταῦτα δὲ καὶ ἰσχυτήριά ἐστι καὶ φλεγματώδεα. Καὶ τὰ ὑποχωρητικὰ ἰσχναίνοντα θερμαίνουσι τὰ τοιαῦτα· ἔτι δὲ τὰ ὀξέα καὶ φλεγματώδεα. Πάντα δὲ τὰ ψύχοντα τὰ ἐν τῇ κοιλίῃ· τὰ δὲ τοιαῦτα ὑποχωρητικά ἐστι· καὶ τὰ ψυχρὰ καὶ τὰ ὑγρά· ὁπόταν δὲ μὴ ὑποχωρητικὰ ἔωσι, θερμαίνουσιν. Ψύχουσι δὲ καὶ τὰ θερμὰ ἐς τὴν κοιλίην προσφερόμενα καὶ ταχὺ διαχώρησιν ποιεύμενα, διαχώρησιν

342
δὲ μὴ ποιεύμενα θερμά ἐστιν ἐν τῇ κοιλίῃ. Τούτων ὅσα πλησμονὴν ποιέει, μάλιστα φλεγματώδεά ἐστιν· ἃ δὲ πλεῖστα προσφερόμενα, οὐ ποιέει πλησμονὴν, διαχωρητικά.