De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

31. Τὰ νοσήματα χρὴ ἀπ’ ἀρχῆς ἰᾶσθαι· ὅσα μὲν ἀπὸ τῶν ῥόων γίνεται, τοὺς ῥόους παύειν πρῶτον· ὅσα δ’ ἀπ’ ἄλλου, παύειν τὴν ἀρχὴν τοῦ νοσήματος, καὶ εὐτρεπίζειν· ἔπειτα τὸ συνεῤῥυηκὸς, ἢν μὲν πολὺ ᾖ, ἐξάγειν· ἢν δὲ ὀλίγον, διαιτῶν καθιστάναι.

32. Κεφαλῆς κατάγματα· ἢν μὲν τὸ ὀστέον καταγῇ καὶ ξυντριβῇ, ἀκίνδυνον· καὶ ἰᾶσθαι χρὴ τοῦτον ὑγραίνουσι φαρμάκοισιν· ἢν δὲ ῥαγῇ καὶ ῥωγμὴ ἐγγένηται, ἐπικίνδυνον· τοῦτον πρίειν, ὡς μὴ κατὰ τὴν ῥωγμὴν τοῦ ὀστέου ἰχὼρ ῥέων τὴν μήνιγγα σήπῃ· ὥστε γὰρ κατὰ στενὸν ἐσιὼν μὲν, ἐξιὼν δὲ οὒ, λυπέει καὶ μαίνεσθαι ποιέει τὸν ἄνθρωπον· τοῦτον χρὴ πρίειν, ὡς ἔξοδος ᾖ τῷ ἰχῶρι, μὴ μοῦνον ἔσοδος, εὐρέως διαπρισθέντος, καὶ φαρμάκοισι χρῆσθαι, ἅσσα ἐφ’ ἑωυτὰ τὸ ὑγρὸν ἕλκουσι, καὶ λούειν.

33. Πυρεταίνοντι κεφαλὴν μὴ κάθαιρε, ὡς μὴ μαίνηται· θερμαίνουσι γὰρ τὰ τὴν κεφαλὴν καθαίροντα φάρμακα· πρὸς δὴ τὸ ἀπὸ τοῦ πυρετοῦ θερμὸν τὸ ἀπὸ τοῦ φαρμάκου προσελθὸν μανίην ποιέει. Θανάσιμα τρώματα· ἐφ’ ᾧ ἄν τινι κακῶς ἔχοντι χολὴν μέλαιναν ἀπεμέσῃ, ἀποθνήσκει ὁ τὸ τρῶμα ἔχων. Καὶ ὑπὸ ἰνηθμοῦ ὃς ἂν ἐχόμενος καὶ ἔχων ἀσθενέως καὶ λεπτὸς ἐὼν ἐξαπίνης [ἐς] ξηρὸν καθίζῃ, ἀποθνήσκει. Ἐπὴν ὑπὸ θερμωλῆς ἐχομένῳ ἑλκύδρια ἐκθύωσιν ἀσθενεῖ ἐόντι πέριξ πελιδνὰ, ἀποθνήσκει. Ἐπὴν ὑπό τινος νοσήματος ἐχομένῳ ἀσθενεῖ ἤδη ἐόντι πελιδνὰ ἐκθύῃ, θανάσιμον. Ἐπὴν φάρμακόν τις πιὼν ὑπέρινος ᾖ καὶ κάτω καὶ ἄνω ὑπεκχωρέῃ, οἶνον καταῤῥοφεῖν τὸ μὲν πρῶτον κεκρημένον, ἔπειτα ἄκρητον θαμινὰ διδόναι,

326
καὶ παύεται. Φάρμακον δὲ μήτ’ ἰνηθμῷ μήτ’ ἐμετήριον, χολὴ δ’, ἐπὴν αὐτομάτη ῥαγῇ ἢ κάτω ἢ ἄνω, χαλεπωτέρα παύειν· ἡ γὰρ αὐτομάτη ὑπὸ βίης γινομένης τῷ σώματι βιᾶται· ἢν δ’ ὑπὸ φαρμάκου ῥέῃ, οὐχ ὑπὸ συγγενέος βιᾶται· ἐπὴν παραλάβῃς ἰνώμενόν τε καὶ ἐμεῦντα, μὴ παύειν τὸν ἔμετον· ὁ γὰρ ἔμετος τὸν ἰνηθμὸν παύει· ῥᾴων δὲ ὁ ἔμετος ὕστερον παύσαιτο ἄν· ἢν δ’ ἀσθενὴς ᾖ ὁ ταῦτα πάσχων, ὕπνου φάρμακον ἐμετηρίσας διδόναι. Τὸ μὲν αἷμα ὁπόταν νοῦσον ποιέῃ, ὀδύνην παρέχει, τὸ δὲ φλέγμα βάρος, ὡς τὰ πολλά.

34. Τῶν νοσημάτων ὧν μὴ ἐπίστηταί τις, φάρμακον πίσαι μὴ ἰσχυρόν· ἢν δὲ ῥᾴων γένηται, δέδεικται ὁδὸς, εὐτρεπιστέον ἐστὶν ἰσχνήναντα· ἢν δὲ μὴ ῥᾴων ᾖ, ἀλλὰ χαλεπώτερον ἔχῃ, τἀναντία. Ἢν μὴ ἰσχναίνειν ξυμφέρῃ, φλεγμαίνειν συνοίσει καὶ θαμινὰ μεταλλάσσειν, ταύτῃ τῇ γνώμῃ χρώμενος. Τῶν δὲ νοσημάτων ἤν τις, ἰσχύοντος μὲν τοῦ ἀλγέοντος, παραλήψηται, τοῦ δὲ νοσήματος ἀσθενέος, ἐνταῦθα μὲν ἰσχυροτέρῳ θαρσεῦντα τῷ φαρμάκῳ τοῦ νοσήματος χρῆσθαι, ὥστε καὶ ἤν τι τοῦ ὑγιαίνοντος ᾖ ἀπάγειν σὺν τῷ ἀσθενέοντι, οὐδεμία βλάβη ἐστίν· ἐπὴν δὲ τὸ μὲν νόσημα ἰσχυρότερον, τὸν δὲ νοσέοντα ἀσθενέα λάβῃς, ἀσθενέσι τοῖσι φαρμάκοισιν εὐτρεπίζειν, ἅσσα αὐτοῦ τοῦ νοσήματος περιέσονται καὶ ἀπάξουσιν, ἀσθενέστερον δὲ μηδὲν ποιήσουσι τὸν ἀλγέοντα.

35. Γυμναστικὴ δὲ καὶ ἰητρικὴ ὑπεναντία πέφυκεν, ἡ μὲν γὰρ γυμναστικὴ οὐ δεῖται μεταλλαγὰς ποιέειν, ἀλλ’ ἡ ἰητρική· τῷ μὲν

328
γὰρ ὑγιαίνοντι οὐκ ἀρήγει ἐκ τοῦ παρεόντος μεταλλάσσειν, τῷ δὲ ἀλγέοντι.