De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

26. Πλευρῖτις ξηρὴ ἄνευ ῥόου γίνεται ὅταν ὁ πλεύμων λίην ξηρανθῇ ὑπὸ δίψης ἀναγκαίης· ὁ γὰρ πλεύμων, ἅτε ξηρὸς ἐὼν, ἐπήν τι μᾶλλον ξηρανθῇ τῆς φύσιος, ἰσχνὸς γίνεται, καὶ ἀκρατὴς γενόμενος, κλιθεὶς ἐς τὸ πλευρὸν ὑπ’ ἀκρασίης, ψαύει τοῦ πλευροῦ· καὶ ἐπὴν θίγῃ ὑγροῦ ἐόντος, ἅπτεται, καὶ πλευρῖτιν ποιέει· τότε δὲ καὶ ὀδύνη γίνεται ἐς τὸ πλευρὸν καὶ ἐς τὴν κληβδα, καὶ πυρετὸς, καὶ ἐπαναχρέμπτεται λευκόν. Τοῦτον χρὴ πολλοῖσι πότοισιν ἰᾶσθαι, καὶ λούειν, καὶ τῆς ὀδύνης φάρμακον διδόναι καὶ τἄλλα τὰ ἀνάχρεμψιν ποιεῦντα·

318
οὗτος ἐν ἡμέρῃσιν ἑπτὰ ὑγιὴς γίνεται, καὶ τὸ νόσημα ἀκίνδυνόν ἐστι, καὶ σιτία οὐ χρὴ διδόναι.

27. Πυρετοὶ διὰ τόδε γίνονται, ὅταν τοῦ σώματος ὑπερφλεγμήναντος αἱ σάρκες ἀνοιδήσωσιν, καὶ τὸ φλέγμα καὶ ἡ χολὴ κατακλεισθέντα ἀτρεμίζωσι, καὶ μὴ ἀναψύχηται μηδὲν μήτ’ ἐξιὸν μήτε κινεύμενον, μήτ’ ἄλλου ὑπιόντος. Ὁπόταν κόπος ἔχῃ καὶ πυρετὸς καὶ πλησμονὴ, λούειν χρὴ πολλῷ, καὶ χρίειν ὑγρῷ, καὶ θερμαίνειν ὡς μάλιστα, ὡς ἡ θερμωλὴ, ἀνοιχθέντος τοῦ σώματος, ὑπὸ τοῦ ἱδρῶτος ἐξέλθῃ· ἑξῆς δὲ ταῦτα ποιέειν καὶ τρεῖς καὶ τέσσαρας ἡμέρας· καὶ ἢν μὴ παύηται, φάρμακον πίσαι χοληγαγικὸν, καὶ [μὴ] ψύχειν τὸν πυρετὸν, πρὶν ἢ τεταρταῖος ᾖ, μηδ’ ὡς ἂν τὸ σῶμα θάλλῃ, πιπίσκειν φάρμακον· οὐ γὰρ ἰνῶνται εἰ μὴ σμικρὸν, ὥστε συνοιδέοντος τοῦ σώματος· ἐπὴν δὲ ἰσχνὸς ᾖ, πιπίσκειν, καὶ ἰνήσεται. Πυρετῷ σιτίον μὴ προσφέρειν, μηδὲ ῥοφήμασιν ὑπεξάγειν, καὶ ποτὸν ὕδωρ θερμὸν καὶ μελίκρητον καὶ ὄξος σὺν ὕδατι, ταῦτα δὲ πιπίσκειν ὡς πλεῖστα· ἢν γὰρ μὴ ψυχρὸν ἐσίῃ, τὸ ποτὸν θερμὸν ἐὸν καὶ μένον ἐκ τοῦ σώματος τοῦ νοσέοντος ἀφαιρέει, ἤν τε διουρήσῃ, ἤν τε διιδρώσῃ· πάντη δὲ ἀνοιγόμενόν τε καὶ ἀναπνέον καὶ κινεύμενον τὸ σῶμα συμφέρον ποιήσει. Ἐπὴν δὲ ἰσχνὸν ἐόντα καίῃ, δῆλον ὅτι οὐ διὰ τὸ φλεγμαίνειν ὁ πυρετὸς ἔχει· καὶ ἢν μὴ παύηται, τρέφειν, καὶ φλεγμαίνειν ποιέειν· καὶ ἢν μηδ’ οὕτω ξυμέρῃ, δῆλον ὅτι οὐκ ἐχρῆν τὸν πυρετὸν παρέχειν· τοῦτον χρὴ φάρμακον πίσαι, ὡς ὑπεξάγῃ, ὅπη ἂν μᾶλλον ὁ πυρετὸς ἔχῃ, ἤν τε κάτω, ἤν τε ἄνω, ἢν

320
μὲν ἄνω, ἄνω, ἢν δὲ κάτω, κάτω. Οὐδὲν δ’ ἧσσον δεῖ τοὺς ἀσθενέας τῶν ἰσχυρῶν φάρμακον πιπίσκειν, ἀλλ’ ὁμοίως ἢ μοῦνον οὕτω, τοῖσι μὲν ἰσχυροῖς ἰσχυρὸν, τοῖσι δ’ ἀσθενέσιν ἀσθενές. Τὰς δὲ πυρώσιας ποτοῖσι καὶ ῥοφήμασιν, ὥστε τὸν πυρετὸν ψυκτηρίῳ φαρμάκῳ ἐκλύειν, καμμάρῳ ἢ ἄλλῳ τινὶ τοιούτῳ· καὶ ἐπὴν μὴ λύσῃς τῷ ψυκτηρίῳ, θερμαντηρίοισι χρῶ ἑξῆς· ἐπὴν δὲ μὴ παύηται, ψυκτηρίοισι πάλιν χρῆσθαι.

28. Ἴκτερον ὧδε χρὴ ἰῆσθαι· ἐπὴν παραλάβῃς, τρέφε, καὶ λουτροῖσι καὶ πιαντηρίοισι καὶ ποτοῖσι καὶ σιτίοισι καθυγραίνειν τρεῖς ἢ τέσσαρας ἡμέρας· ἐπὴν δ’ ὑγρανθῇ τὸ σῶμα, καθαίρειν καὶ ξηραίνειν τὸ σῶμα, λιπαρά τε ἐξαίφνης ἐξαρύσαι, πάντη προσφέρων φάρμακον ᾗ δυνατὸν ὑγρότητα ἐξάγειν· πρὸς δὲ τὴν κεφαλὴν καθαρτηρίῳ ἀσθενεῖ· καὶ οὐρητικὰ πιπίσκειν· καὶ πρὸ τῶν σιτίων τοῦτον τὸν χρόνον, ὃν καθαίρεις τὴν τεταραγμένην ὑγρότητα, κατάποτον δίδου, ὡς μὴ τρέφηται ἀπὸ τούτου τοῦ χρόνου τὸ σῶμα· ὅταν δὲ

322
ἰσχναίνηται, καὶ λουτροῖσι κάθαιρε· τοῦ δὲ σικύου τοῦ ἀγρίου τὴν ῥίζαν κόψας, ἐς ὕδωρ ἐμβαλὼν, ἀπὸ τούτου λοῦε· χοληγαγὰ δὲ φάρμακα μὴ πίπισκε, ὡς μὴ ταράσσῃ μᾶλλον τὸ σῶμα τοῦτον· ἐπὴν δὲ ξηρὸν ᾖ τὸ τεταραγμένον, τρέφε, μηδενὶ ὑποχωρητικῷ φαρμάκῳ, μηδὲ διουρητικῷ, ἄλλ’ οἴνῳ οἰνώδει καὶ ἅσσα ἐρυθρότερον ποιέει τὸν ἄνθρωπον, τούτοισιν· ἢν δὲ χλωρὸς ᾖ, πάλιν ἐξαρύσαι, ξηραίνειν δὲ μηδαμᾶ, ὡς μὴ παγῇ χλωρὸς ἐών.

29. Θηρίον ἐπέρχεται ἐπὶ τὸ σῶμα διὰ τόδε· ἐπὴν φλεγμαίνῃ ἡ σὰρξ ἡ πέριξ, καὶ οἱ κρημνοὶ μεγάλοι ἔωσι τοῦ ἕλκεος, καὶ τὸ ἕλκος ὑγρὸν, καὶ ἐπὶ τοῦ ἕλκεος ἐξηρασμένος ἐπῇ ἰχὼρ, ἢ τὸ ἕλκος συμπεπηγὸς ᾖ ἢ ξυνσεσηπὸς, ὁ ἰχὼρ ὁ ἀπὸ τοῦ ἕλκεος ἀποῤῥέων κωλύεται ἔξω χωρέειν ὑπὸ τοῦ ἐπιπεπηγότος ἐπὶ τοῦ ἕλκεος πρὸς τὴν σάρκα· ἡ δὲ σὰρξ ὑποδέχεται, ὥστε μετέωρός γ’ ἐοῦσα αὐτὴ ὑπὸ φλεγμασίης, καὶ ὅταν ἀφίκηται ὁ ἰχὼρ ὑποῤῥέων, σήπει καὶ μετεωρίζει. Τοῦτον φαρμάκοισιν ὑγραίνοντας αὐτὸ τὸ ἕλκος χρίειν, ὡς ὑγραινομένου ἔξω τὸ ῥεῦμα ῥέῃ ἐκ τοῦ ἕλκεος, καὶ μὴ ὑπὸ τὴν σάρκα, καὶ τὰ κατάῤῥοα τὸν ἕλκεος ψύχουσι φαρμάκοισιν, ὡς χειμιοῦσα συμπιλῆται ἡ σὰρξ καὶ μὴ διαῤῥαγεῖσα ἀντεπιῤῥέῃ· καὶ τἄλλα δὲ ἕλκεα ψύχουσι περιχρίειν, καὶ ἐπ’ αὐτὰ τὰ ὑγραίνοντα ἐπιτιθέναι.

30. Κύναγχος ἀπὸ αἷματος γίνεται, ὅταν τὸ αἷμα παγῇ τὸ ἐν τῇσι φλεψὶ τῇσιν ἐν τῷ τραχήλῳ· τούτων ἀπὸ τῶν ἐν τοῖσι γυίοισι φλεβῶν αἷμα ἀφαιρέειν, καὶ ἅμα κάτω ὑπεξάγειν, ὡς τὸ τὴν νοῦσον παρέχον τοῦτο κατασπασθῇ· καὶ γλῶσσαν, ὁπόταν ἕλκεα μεγάλα σχῇ, ὡσαύτως εὐτρεπιστέον.