De locis in homine
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
14. Ὁπόταν δὲ ἐς τὸν κίθαρον ῥέῃ καὶ χολὴ ᾖ, τῷδε δῆλόν ἐστιν· ὀδύνη ἔχει ἐς τὴν λαπάρην καὶ ἐς τὴν κληβδα τὴν ἐς τὴν λαπάρην, καὶ πυρετὸς, καὶ ἡ γλῶσσα τὰ ἄνω χλωρὴ γίνεται, καὶ ἀποχρέμπτεται ξυμπεπηγότα· ταύτης τῆς νούσου ἑβδομαίῳ ὁ κίνδυνός ἐστιν ἢ ἐνναταίῳ. Ὁκόταν ἀμφότερα τὰ πλευρὰ ἀλγέῃ, τὰ δ’ ἄλλα ὅμοια ᾖ τῇ ἑτέρῃ, αὕτη μὲν περιπλευμονίη ἐστὶν, ἡ δ’ ἑτέρη πλευρῖτις· αὗται δὲ γίνονται διὰ τόδε· ὅταν ἐς τὸν πλεύμονα ῥεύσῃ ἐκ τῆς κεφαλῆς
304
διὰ τοῦ βρόγχου καὶ τῶν ἀρτηριῶν, ὁ πλεύμων, ἅτε ψαφαρὸς ἐὼν καὶ ξηρὸς φύσει, ἕλκει ἐφ’ ἑωυτὸν τὸ ὑγρὸν ὅ τι ἂν δύνηται· καὶ ἐπὴν εἰρύσῃ, μέζων γίνεται, καὶ ὅταν μὲν ἐς ὅλον ῥεύσῃ, μέζων ὁ λοβὸς γενόμενος ἀμφοτέρων ἔψαυσε τῶν πλευρέων, καὶ περιπλευμονίην ἐποίησεν· ὅταν δὲ τῆς ἑτέρης μοῦνον, πλευρῖτιν. Ἡ περιπλευμονίη πολὺ ἐπικινδυνοτέρη ἐστὶ, καὶ ὀδύναι πολὺ ἰσχυρότεραί εἰσιν αἱ ἐς τὰς λαπάρας καὶ ἐς τὰς κλὴβδας, καὶ ἡ γλῶσσα πολὺ ὠχροτέρη, καὶ τὴν φάρυγγα ἀλγέει ὑπὸ τοῦ ῥεύματος, καὶ κόπος ἔχει ἰσχυρὸς, καὶ πνεῦμα ἑκταῖον ἢ ἑβδομαῖον λάζεται. Τοῦτον ἢν μὴ ἑβδομαῖον ὁ πυρετὸς ἀφῇ, ἀποθνήσκει, ἢ ἀποπυΐσκεται, ἢ ἀμφότερον· ἢν δ’ ἐναταῖον δύο ἡμέρας διαλιπὼν λάζηται, ὡς τὰ πολλὰ καὶ οὗτος ἢ ἀποθνήσκει, ἢ ἔμπυος διαφεύγει· ἢν δὲ δωδεκαταῖον, ἔμπυος γίνεται· ἢν δὲ τεσσαρεσκαιδεκαταῖον, ὑγιὴς γίνεται. Καὶ ἔμπυοι ὅσοι ὑπὸ περιπλευμονίης ἢ πλευρίτιδος γίνονται, οὐκ ἀποθνήσκουσιν, ἀλλ’ ὑγιέες γίνονται· ὡς τὰ πολλὰ ἔμπυοι γίνονται, ὅταν ῥεῦμα ἐς τὸ αὐτὸ ὥσπερ ἐπὶ τῇσι χολῇσι γένηται· ἀλλὰ τῇσι μὲν χολῇσι πολὺ ἀποῤῥεῖ, καὶ ἀποῤῥεῦσαν παύεται· τοῖσι δ’ ἐμπύοισιν ἔλασσόν τε ῥεῖ καὶ οὐ παύεται, καὶ ἔμπυοι γίνονται, ὅταν ἔλασσον ἀποχρέμπτωνται ἢ ἐπιῤῥεῖ ἐς τὸν πλεύμονα. Τοῦτο γὰρ, τὸ ἐν τῷ πλεύμονι συνιστάμενόν τε καὶ ἐπιῤῥέον, πῦον γίνεται· τὸ δὲ πῦον συνιστάμενον ἐν τῷ πλεύμονι καὶ ἐν τῷ κιθάρῳ ἑλκοῖ καὶ σήπει· καὶ ἐπὴν ἑλκωθῇ, ἀπὸ τοῦ ἡλκωμένου ἐπιῤῥεῖ καὶ ἐπαναχρεμπτομένου· ἅμα μὲν ἡ κεφαλὴ μᾶλλον ῥεῖ σειομένη, ἅμα δὲ ἐκ τοῦ ἡλκωμένου ἐν τῷ κιθάρῳ καὶ 306
τῷ πλεύμονι μᾶλλον ῥεῖ, καὶ τὰ ἕλκεα κινεύμενα ἐπαναῤῥήγνυται, ὥστε καὶ εἰ παύσαιτο τὸ ἀπὸ τῆς κεφαλῆς ῥέον, τὸ ἀπ’ αὐτέων τῶν ἑλκέων ἱκανὸν ἔσται νοῦσον παρασχεῖν. Γίνεται δὲ καὶ ἀπὸ ἕλκους ἔμπυος, καὶ ῥᾴων αὕτη ἡ νοῦσος· γίνεται δὲ καὶ ἐκτὸς τοῦ πλεύμονος μάλοστα μὲν ἀπὸ ῥήγματος, καὶ ὅταν ἡ σὰρξ φλασθῇ· κατὰ τοῦτο γὰρ πῦον ξυνίσταται, καὶ ξυνιστάμενον, εἴ τις σείοι τὸ σῶμα, κλυδάζεται, καὶ ψόφον παρέχει, καὶ καίονται ταῦτα. Φθίσις δὲ γίνεται, ὅταν ἐς τὸ αὐτὸ, ὥσπερ τῷ ἐμπύῳ, ὁ ῥόος γένηται διὰ τοῦ βρόγχου καὶ τῶν ἀορτρέων, αἳ ξυνέχουσι τὸν πλεύμονα καὶ τὸν βρόγχον· ἐς δὲ τὸν πλεύμονα ῥέει θαμινὰ κατ’ ὀλίγον, καὶ ὑγρότητα ἐν τῷ πλεύμονι οὐ ποιέει πολλήν· ξηραινόμενον γὰρ τὸ ἐπιῤῥέον ἐν τῷ βρόγχῳ πεπηγὸς, ὥστε οὐκ ἐκκλυζόμενον, ἀλλὰ κατ’ ὀλίγον ἐπιῤῥέον καὶ ἐνεχόμενον βῆχα ποιέει· ἔν τε τῇσιν ἀορτρῇσιν ἐνεχόμενον τὸ ῥέον, ὥστε στενὰς διατρήσιας ἐχούσας τὰς ἀορτρὰς, στενοχωρίην τῷ πνεύματι παρέχει, καὶ τοῦτο ποιέει πνεῦμα ἔχειν· ὥστε γὰρ αἰεὶ λειπόμενον αἰεὶ ἐπιθυμέει ἀναπνεῖν, καὶ ἐν τῷ πλεύμονι, ὥστε οὐκ ἰσχυρῶς ὑγρῷ ἐόντι, ξυσμὸς ἐγγίνεται· ὅταν δὲ πολὺ ἀποῤῥυῇ τῆς κεφαλῆς, οὔτ’ ἐν τῷ πλεύμονι ξυσμὸς γίνεται· πολὺ γὰρ αὐτέῳ τὸ ἐπιῤῥέον ἐστὶ, καὶ ἔμπυοι ἐκ τῶν φθισίων τούτων γίνονται, ὅταν ὑγρότερον τὸ σῶμα γένηται· καὶ ὅταν ξηρότερον γένηται, ἐκ τῶν ἐμπύων φθισιῶντες. Ἔμπυοι τῷδε δῆλοι γίνονται· τὴν λαπάρην ἀρχομένων πόνος ἔχει· ἐπὴν δὲ πῦον ξυνεστήκῃ, ὅ τε πόνος ὁμοίως ἔχει, βήξ τε γίνεται, καὶ ἐπαναχρέμπτεται πῦον, καὶ πνεῦμα 308
ἔχει. Ἢν δὲ μήπω ἐῤῥώγῃ, ἐν τῇ λαπάρῃ σείεται καὶ ψοφέει οἷον ἐν ἀσκῷ· ἢν δὲ τούτων μηδὲν προσημήνῃ, ἔμπυος δὲ ᾖ, τοισίδε χρὴ τεκμαίρεσθαι· πνεῦμα πουλὺ ἔχει, φθέγγεταί τε ὑποβραγχότερον, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ γούνατα, μᾶλλον δὲ κατὰ τὴν λαπάρην, ἐν ᾗ τὸ πῦον ἔνεστι· καὶ ὁ κίθαρος συγκεκαμμένος ἐστὶ, καὶ λυσιγυῖα γίνεται, καὶ ἱδρὼς περιχεῖται ὅλον τὸ σῶμα, καὶ τοτὲ μὲν δοκέει θερμὸς αὐτὸς ἑωυτῷ εἶναι, τοτὲ δὲ ψυχρός· καὶ οἱ ὄνυχες περιτέταμένοι εἰσὶ, καὶ ἡ κοιλίη θερμὴ γίνεται· τούτοισι χρὴ γινώσκειν τοὺς ἐμπύους. 15. Ὅταν δ’ ὄπισθεν ῥεύσῃ ἐς τὴν ῥάχιν, φθίσις γίνεται τούτῳ τοιάδε· τὴν ὀσφὺν ἀλγέει, καὶ τὰ ἔμπροσθεν τῆς κεφαλῆς κενὰ δοκέουσιν αὐτῷ εἶναι.