De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

12. Ὁπόταν δ’ ἐς τὰ ὦτα ῥέῃ, τὸ πρῶτον ὀδύνην παρέχει, βίῃ γὰρ χωρέει· πόνον δὲ παρέχει, ἔστ’ ἂν ἀποσυριγγωθῇ· ἐπὴν δὲ μάθῃ ῥεῖν, οὐκέτι πόνον ποιέει. Τῷ ὑπὸ τῆς ὀδύνης ἐχομένῳ φάρμακον θερμὸν φύσει χλιαρὸν ποιήσαντα, διέντα νετώπῳ, ἐγχεῖν, καὶ ὄπισθεν σικύην προσβάλλειν, ἢν τὸ ἀριστερὸν ἀλγέῃ, ἐς τὸ δεξιὸν, καὶ

298
ἢν τὸ δεξιὸν, ἐς τὸ σκαιόν· μὴ κατακρούειν δὲ, ἀλλ’ ὡς ἂν ἕλκῃ μοῦνον· ἢν δὲ μὴ πρὸς ταῦτα παύηται, ψύχοντα ἐγχεῖν φύσει ψυχρὰ, καὶ φάρμακον πίσαι ὅ τι ἂν κάτω ὑποχώρησιν ποιέῃ, ἄνω δὲ μὴ, ὥσπερ οὐδ’ ἀρήγει ἐμέειν, καὶ τὰ ἄλλα ψύχειν. Καὶ αἰεὶ δὲ ἐκ τοῦ ὑγιὲς μὴ ποιέοντος τρόπου μεταλλάσσειν· καὶ ἢν μὲν κάκιον ποιέῃ, ἔχον ἐς τὸ ὑπεναντίον· ἢν δὲ ῥέπῃ ἐς τὸ ὑγιὲς, τὸ πάμπαν μὴ ἀφελεῖν τι τῶν προσφερομένων, μηδ’ ἀποζευγῆσαι, μηδὲ προσθεῖναι ἄλλο τι. Ἢν δὲ σεσυριγγωμένον ἤδη ᾖ, καὶ πεπυωμένος ῥέῃ ἰχὼρ πουλὺς καὶ κακὸν ὀζόμενος, τοῦτο ὧδε ποιέειν· σπογγιὰν δεύων ξηραίνοντί τινι φαρμάκῳ [ξηρῷ] πρὸς τὴν ἀκοὴν ὡς πελαστάτω προσθεῖναι, καὶ πρὸς τὰς ῥῖνας καθαρτήριον, ὅπως, τοῦ ἐς τὰ ὦτα ῥέοντος, πρόσθεν ἐς τὰς ῥῖνας φέρηται, καὶ μὴ ἐς τὴν κεφαλὴν πάλιν ἀποχωρέῃ, νοσηλὸν ἐόν.

13. Ὅταν δ’ ἐς ὀφθαλμοὺς ῥεῦμα ἴῃ, φλεγμαίνουσιν οἱ ὀφθαλμοὶ καὶ οἰδέουσιν· τοῦτον χρὴ φαρμάκῳ ἢ τῷ ὑγρῷ ἢ τῷ ξηρῷ ἐν παστῷ ἰᾶσθαι· ἢν δ’ εὐθέως φλεγμήνωσι, μὴ ἔγχριε μηδὲν, ἀλλ’ ἢ κλύσαι κάτω τῷ ἰσχυροτάτῳ, ἢ ἄλλῳ τινὶ ἀπισχνῆναι ὑποχωρητικῷ φαρμάκῳ, φυλασσόμενος μὴ ἔμετον ποίησῃς· ἢν δὲ οἷον λίθοι ὑποτρέχωσιν, φάρμακον ἐγχρίειν ὅ τι πλεῖστον ἄγειν δάκρυον μέλλει, καὶ τὸ ἄλλο σῶμα ὑγραίνοντα καὶ φλεγμαίνειν ποιέοντα, ὡς ὑγρότεροι οἱ ὀφθαλμοὶ γένωνται καὶ ἐκκεκλυσμένοι, ὡς τὸ δάκρυον συμπεπηγὸς ὑποτρέχειν ποιέῃς. Ὅταν δ’ ἐς τοὺς ὀφθαλμοὺς κατὰ σμικρὸν

300
ῥέῃ, καὶ κνιπότητα παρέχῃ, τοῦτον ἐγχρίειν μαλθακώδει, ὅ τι μέλλει ξηραίνειν ἅμα καὶ δάκρυον ὀλίγον ἄγειν, καὶ πρὸς τὰς ῥῖνας φάρμακον προσφέρειν ἢ ἑκάστης ἡμέρης, ἢ διὰ τρίτης, γνώμῃ τῇ αὐτῇ χρώμενος· τοιόνδε ἔστω τὸ φάρμακον, ὅ τι μὴ πλεῖον ἢ ἐμβάφιον ἀπάγειν μέλλει κατὰ τὰς ῥῖνας, ἀπάγειν δὲ κατὰ σμικρὸν, τὸ δὲ κατὰ τοὺς ὀφθαλμοὺς ἀποξηραίνειν, ὡς ὅ τι ἂν τὸ τῶν ὀφθαλμῶν φάρμακον ἀποξηρήνῃ καὶ ἀποφράξῃ, κατὰ τὰς ῥῖνας ἀποτράπηται. Τὰ δὲ φάρμακα τὰ τῆς κεφαλῆς καθαρτήρια, ἃ μὲν αὐτῶν ἰσχυρά ἐστιν, ἀπὸ τῆς κεφαλῆς ἄγουσιν ὅλης· ἅσσα δὲ ἀσθενέα, ἀπὸ τῶν ὀφθαλμῶν, καὶ αὐτόθεν ἀπὸ τῶν πέλας τῆς ῥινός. Ἢν δ’ ἀπὸ τῆς σαρκὸς καὶ τοῦ ὀστέου, μύξης ὑποστάσης μεταξὺ τοῦ ὀστέου καὶ τῆς σαρκὸς, ῥεῦμα ἐς τοὺς ὀφθαλμοὺς γένηται, τῷδε δῆλόν ἐστιν, ὅτι ἐντεῦθεν ῥεῖ· τὸ δέρμα τὸ ἐπὶ τῇ κεφαλῇ φλιβόμενον ὑπείκει, καὶ ἕλκεα ἐς τὴν κεφαλὴν ἐκθύουσι, καὶ κατὰ τοὺς ὀφθαλμοὺς δακρύουσι, καὶ οὐχ ἑλκοῦνται τὰ βλέφαρα, οὐδὲ δάκνει, οὐδ’ ἀμβλυώσσειν ποιέει, ἀλλ’ ὀξὺ ὁρῶν γίνεται· τὸ γὰρ ῥεῦμα οὐχ ἁλμυρόν ἐστιν, ὡς οὐκ ἀπὸ τοῦ ἐγκεφάλου, ἀλλὰ μυξῶδες μᾶλλον. Τοῦτον ὧδε χρὴ ἰᾶσθαι· φαρμάκῳ καθαίρειν χρὴ τὴν κεφαλὴν μὴ ἰσχυρῷ, καὶ τὸ σῶμα ἰσχναίνειν καὶ σιτίοισι καὶ φαρμάκοισι κάτω ὑπάγοντα, ὡς ἀποξηρανθῇ ἰσχναινομένου τοῦ σώματος, ἢ ἐκτρεφθῇ τῷ κατὰ τὰς ῥῖνας προστιθεμένῳ φαρμάκῳ· πρὸς δὲ τοὺς ὀφθαλμοὺς οὐδὲν δεῖ φάρμακον προσφέρειν. Ἢν δὲ δὴ μηδ’ οὕτως ὑγιὴς γίνηται, τὴν κεφαλὴν κατατάμνειν ἔστ’ ἂν πρὸς τὸ ὀστέον ἴῃς, μὴ μετεώρους μηδ’ ἐπικαρσίους τὰς τομὰς ποιέειν· τάμνειν δὲ ἄχρι τούτου, ἄχρις ἂν τοῦ ὀστέου θίγῃς· τάμνειν δὲ πυκνὰ, ὡς ἂν τὸ συνεστηκὸς ἐξέλθῃ θᾶσσον διὰ τῶν ἑλκέων ἀποῤῥέον, ἅμα δὲ αἱ τομαὶ πυκναὶ ἐοῦσαι πρόστασιν ποιέωσι
302
τῇ σαρκὶ πρὸς τὸ ὀστέον. Οὕτως ἰᾶσθαι δεῖ· τούτῳ τοιάδε ἡ ἀποτελεύτησις γίνεται, ἢν μή τις εὐτρεπίσῃ· οὐκ ἐκκέκλυσται, ὥστ’ ἐκκλυσόμενον ὀξὺ ὁρᾷν ποιέειν, αἰεὶ τῷ ἐφισταμένῳ μαρμαρυγώδης μᾶλλον γίνεται, καὶ τὸ ὀξὺ ὁρῶν τοῦ ἀνθρώπου ἀποσβέννυται. Ἢν δ’ ἐς τὴν ὄψιν ἐς τὸ ὑγρὸν καθαρὸν αἱματῶδές τι ἐσέλθῃ ὑγρὸν, τούτῳ ἡ ὄψις ἔνδον ἐμφαίνεται τοῦ ὀφθαλμοῦ οὐ στρογγύλον ἐὸν διὰ τόδε· ἐν ᾧ ἂν τὸ αἱματῶδες ἐνῇ, τοῦτο οὐκ ἐμφαίνεται, τούτῳ δὴ ἐλλείπει τὸ φαινόμενον περιφερὲς εἶναι, καὶ προκινέεσθαι αὐτῷ δοκέει πρὸ τῶν ὀφθαλμῶν, καὶ οὐδὲν κατ’ ἀλήθειαν ὁρᾷ. Τούτου χρὴ τὰς φλέβας ἀποκαίειν τὰς πιεζούσας τὰς ὄψιας, αἳ σφύζουσιν αἰεὶ καὶ μεταξὺ τοῦ τε ὠτὸς καὶ τοῦ κροτάφου πεφύκασιν· καὶ ἐπειδὰν ταύτας ἀποφράξῃς, πρὸς τοὺς ὀφθαλμοὺς φάρμακα, ὅσα ὑγραίνει, πρόσφερε, καὶ δάκρυον ἄπαγε ὡς πλεῖστον, ὅπως τὸ συνεστηκὸς ἐν τοῖσιν ὀφθαλμοῖσιν ἐκκλυσθῇ τὸ τὴν νοῦσον παρέχον. Ἢν δὲ ὁ ὀφθαλμὸς ῥαγῇ, μαλθακοῖσι φαρμάκοισι χρῆσθαι καὶ στρυφνοῖσιν, ὡς στυφόμενον τὸ ἕλκος ἐς σμικρὸν συνίῃ, καὶ ἡ οὐλὴ λεπτὴ ᾖ. Ὅταν δ’ ἄργεμον ᾖ, δακρύειν τῷ ὀφθαλμῷ ἀρήγει.