De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

41. Τοῖσι φαρμακοποτέουσι διδόναι μετὰ τὴν κάθαρσιν, τοῖσι μὲν πυρέσσουσιν, ἢ φακὸν ἢ κέγχρον λεπτὸν ἢ πτισάνης χυλόν· διδόναι δὲ πτισάνην μὲν καὶ κέγχρον ὡς κοῦφα ἐόντα, χόνδρον δὲ ὡς ἰσχυρότερον τούτων, καὶ ἄλητον ὡς ἰσχυρότατον πάντων· φακὸν δὲ εὐώδεα σκευάσαι, καὶ ὀλίγον δεύτερον διδόναι ὡς καὶ κοῦφον ὂν ῥόφημα καὶ εὐκάρδιον ἄνω· παραμίσγειν δὲ ἢ ἅλας ἢ μέλι καὶ κύμινον καὶ ἔλαιον τῷ φακῷ, ἢ χλόης γλήχωνος καὶ ὄξους ὀλίγον· τοῖσι δὲ ἀπύροισιν ἄρτου καθαροῦ τὸ ἔσωθεν ἐνθρύψας ἐν ζωμῷ, ἢ μᾶζαν καὶ τέμαχος ἑφθὸν, ἢ κρέας ὀϊὸς ὡς νεωτάτης, ἢ ὄρνιθος, ἢ σκύλακος ἑφθὸν, ἢ τεῦτλον ἢ κολοκύντην ἢ βλῆτον, καὶ μετὰ τὸ σιτίον πίνειν οἶνον εὐώδεα, παλαιὸν, λευκὸν, ὑδαρέα.